Humanitext Reader

亚里士多德 · 问题集 §30.1#2

黑胆汁的含气性质及其对性格的影响

第 129 段,共 148 段 · 希腊语

内容简介

作者解释了性欲和黑胆汁的含气性质,并讨论了冷与热的极端混合如何影响人们的性格以及病理或天才特质。

§30.1#2ὅ τε γὰρ ἀφροδισιασμὸς πνευματώδης.
因为性行为也是含气的。
σημεῖον δὲ τὸ αἰδοῖον, ὡς ἐκ μικροῦ ταχεῖαν ποιεῖται τὴν αὔξησιν διὰ τὸ ἐμφυσᾶσθαι.
阴茎就是其证据,因为它由于被充气而从微小迅速变大。
καὶ ἔτι πρὶν δύνασθαι προΐεσθαι σπέρμα, γίνεταί τις ἡδονὴ ἔτι παισὶν οὖσιν, ὅταν ἐγγὺς ὄντες τοῦ ἡβᾶν ξύωνται τὰ αἰδοῖα δι’ ἀκολασίαν· γίνεται δὲ δῆλον διὰ τὸ πνεῦμα διεξιέναι διὰ τῶν πόρων, δι’ ὧν ὕστερον τὸ ὑγρὸν φέρεται.
甚至在能够排精之前,当男孩子们接近青春期时,由于不节制而抚摩阴茎,也会在还是孩子的时候产生某种快感;显而易见,这是因为气通过了后来输送液体的通道。
ἥ τε ἔκχυσις τοῦ σπέρματος ἐν ταῖς ὁμιλίαις καὶ ἡ ῥῖψις ὑπὸ τοῦ πνεύματος ὠθοῦντος φανερὸν γίνεσθαι.
在性交中精液的流出和喷射,显然也是由气推动而发生的。
ὥστε καὶ τῶν ἐδεσμάτων καὶ ποτῶν εὐλόγως ταῦτ’ ἐστὶν ἀφροδισιαστικά, ὅσα πνευματώδη τὸν περὶ τὰ αἰδοῖα ποιεῖ τόπον.
因此,在食物和饮料中,凡是能使阴茎周围部位含气的,就合理地具有催淫作用。
διὸ καὶ ὁ μέλας οἶνος οὐδενὸς ἧττον τοιούτους ἀπεργάζεται, οἷοι καὶ οἱ μελαγχολικοὶ πνευματώδεις.
因而红酒也绝不亚于其他任何东西,能使人呈现出那些含气的忧郁质者所具有的状态。
δῆλοι δ’ εἰσὶν ἐπ’ ἐνίων· σκληροὶ γὰρ οἱ πλείους τῶν μελαγχολικῶν, καὶ αἱ φλέβες ἐξέχουσιν·
这在某些人身上很明显:因为大多数忧郁质的人身体坚实,血管突出。
τούτου δ’ αἴτιον οὐ τὸ τοῦ αἵματος πλῆθος, ἀλλὰ τοῦ πνεύματος, διότι δὲ οὐδὲ πάντες οἱ μελαγχολικοὶ σκληροὶ οὐδὲ οἱ μέλανες, ἀλλ’ οἱ μᾶλλον κακόχυμοι, ἄλλος λόγος·
其原因不在于血液的多寡,而在于气的多寡。 至于为什么并非所有忧郁质的人都身体坚实,也并非所有肤色黑的人都如此,而是那些体液更差的人才如此,那是另外一个话题。
περὶ οὗ δὲ ἐξ ἀρχῆς προειλόμεθα διελθεῖν, ὅτι ἐν τῇ φύσει εὐθὺς ὁ τοιοῦτος χυμὸς ὁ μελαγχολικὸς κεράννυται· θερμοῦ γὰρ καὶ ψυχροῦ κρᾶσίς ἐστιν· ἐκ τούτων γὰρ τῶν δυοῖν ἡ φύσις συνέστηκεν.
而关于我们一开始就选择探讨的主题,即这种忧郁质的液汁从一开始就混合在天性中;因为它是冷与热的混合,而天性就是由这两者构成的。
διὸ καὶ ἡ μέλαινα χολὴ καὶ θερμότατον καὶ ψυχρότατον γίνεται.
因而黑胆汁既能变得极热,也能变得极冷。
τὸ γὰρ αὐτὸ πάσχειν πέφυκε ταῦτ’ ἄμφω, οἷον καὶ τὸ ὕδωρ ὂν. ψυχρόν, ὅμως ἐὰν ἱκανῶς θερμανθῇ, οἷον τὸ ζέον, τῆς φλογὸς αὐτῆς θερμότερόν ἐστι, καὶ λίθος καὶ σίδηρος διάπυρα γενόμενα μᾶλλον θερμὰ γίνεται ἄνθρακος, ψυχρὰ ὄντα φύσει.
因为同一种物质天生就能承受这两种状态,就像水虽然是冷的,但如果被充分加热,如沸腾的水,就会比火焰本身还要热;而石头和铁在烧红时,也会比炭火更热,尽管它们在天性上是冷的。
εἴρηται δὲ σαφέστερον περὶ τούτων ἐν τοῖς περὶ πυρός.
关于这些问题,在《论火》中已有更明确的说明。
καὶ ἡ χολὴ δὲ ἡ μέλαινα φύσει ψυχρὰ καὶ οὐκ ἐπιπολαίως οὖσα, ὅταν μὲν οὕτως ἔχῃ ὡς εἴρηται, ἐὰν ὑπερβάλλῃ ἐν τῷ σώματι, ἀποπληξίας ἢ νάρκας ἢ ἀθυμίας ποιεῖ ἢ φόβους, ἐὰν δὲ ὑπερθερμανθῇ, τὰς μετ’ ᾠδῆς εὐθυμίας καὶ ἐκστάσεις καὶ ἐκζέσεις ἑλκῶν καὶ ἄλλα τοιαῦτα.
同样地,黑胆汁在天性上是冷的,且并非浅表性的冷,当呈现出上述状态时,如果它在身体中过量,就会引起中风、麻痹、沮丧或恐惧;但如果它被过度加热,就会产生伴随着歌唱的快活、狂乱、溃疡的喷发以及其他类似症状。
τοῖς μὲν οὖν πολλοῖς ἀπὸ τῆς καθ’ ἡμέραν τροφῆς ἐγγινομένη οὐδὲν τὸ ἦθος ποιεῖ διαφόρους, ἀλλὰ μόνον νόσημά τι μελαγχολικὸν ἀπειργάσατο.
因此,对大多数人来说,当它从日常食物中产生时,并不会使他们的性格有什么不同,而只是造成某种忧郁性疾病。
ὅσοις δὲ ἐν τῇ φύσει συνέστη κρᾶσις τοιαύτη, εὐθὺς οὗτοι τὰ ἤθη γίνονται παντοδαποί, ἄλλος κατ’ ἄλλην κρᾶσιν· οἷον ὅσοις μὲν πολλὴ καὶ ψυχρὰ ἐνυπάρχει, νωθροὶ καὶ μωροί, ὅσοις δὲ λίαν πολλὴ καὶ θερμή, μανικοὶ καὶ εὐφυεῖς καὶ ἐρωτικοὶ καὶ εὐκίνητοι πρὸς τοὺς θυμοὺς καὶ τὰς ἐπιθυμίας, ἔνιοι δὲ καὶ λάλοι μᾶλλον.
但对于那些在天性中就形成了这种混合体的人来说,他们立刻在性格上变得千差万别,因人因混合体而异:例如,凡是体内含有大量且冰冷体液的人,就会变得迟钝和愚蠢;而那些体内含有极度过量且温热体液的人,就会变得狂乱、有才华、好色、易于被愤怒和欲望所动,有些人还更加多嘴。
πολλοὶ δὲ καὶ διὰ τὸ ἐγγὺς εἶναι τοῦ νοεροῦ τόπου τὴν θερμότητα ταύτην νοσήμασιν ἁλίσκονται μανικοῖς ἢ ἐνθουσιαστικοῖς, ὅθεν Σίβυλλαι καὶ Βάκιδες καὶ οἱ ἔνθεοι γίνονται πάντες, ὅταν μὴ νοσήματι γένωνται ἀλλὰ φυσικῇ κράσει.
许多人还因为这种热靠近智力所在的部位,而被狂乱或神圣灵感的病症所控制,这就是西比拉、巴客斯以及所有受神明启示的人产生的原因,只要他们不是由于疾病而是由于天生的混合体而变成那样的。
Μαρακὸς δὲ ὁ Συρακούσιος καὶ ἀμείνων ἦν ποιητής, ὅτ’ ἐκσταίη.
叙拉古的马拉科斯在处于狂乱状态时,甚至是一位更好的诗人。
ὅσοις δ’ ἂν ἐπανθῇ τὴν ἄγαν θερμότητα πρὸς τὸ μέσον, οὗτοι μελαγχολικοὶ μέν εἰσι, φρονιμώτεροι δέ, καὶ ἧττον μὲν ἔκτοποι, πρὸς πολλὰ δὲ διαφέροντες τῶν ἄλλων, οἱ μὲν πρὸς παιδείαν, οἱ δὲ πρὸς τέχνας, οἱ δὲ πρὸς πολιτείαν.
但对于那些过度的热趋于温和中庸的人来说,他们虽然是忧郁质的,却更聪明,较少行为乖张,但在许多方面优于常人,有的在学问上,有的在技艺上,有的在政治上。
πολλὴν δὲ καὶ εἰς τοὺς κινδύνους ποιεῖ διαφορὰν ἡ τοιαύτη ἕξις τοῦ ἐνίοτε ἀνωμάλους εἶναι μὲν τοῖς φόβοις πολλοὺς τῶν ἀνδρῶν.
这种状态在面对危险时也造成很大的差异,使得许多人在恐惧面前有时显得反复无常。
ὡς γὰρ ἂν τύχωσι τὸ σῶμα ἔχοντες πρὸς τὴν τοιαύτην κρᾶσιν, διαφέρουσιν αὐτοὶ αὑτῶν.
因为根据他们的身体对于这种混合体所处的状态,他们自身就会发生变化。
ἡ δὲ μελαγχολικὴ κρᾶσις, ὥσπερ καὶ ἐν ταῖς νόσοις ἀνωμάλους ποιεῖ, οὕτω καὶ αὐτὴ ἀνώμαλός ἐστιν· ὁτὲ μὲν γὰρ ψυχρά ἐστιν ὥσπερ ὕδωρ, ὁτὲ δὲ θερμή.
而忧郁质的混合体,正如在疾病中使人反复无常一样,其自身也是不稳定的;因为有时它像水一样冷,有时又很热。
ὥστε φοβερόν τι ὄταν εἰσαγγελθῇ, ἐὰν μὲν ψυχροτέρας οὔσης τῆς κράσεως τύχῃ, δειλὸν ποιεῖ· προωδοπεποίηκε γὰρ τῷ φόβῳ, καὶ ὁ φόβος καταψύχει.
因此,当传来可怕的消息时,如果正好碰上混合体较冷的时候,就会让人胆怯;因为它已经为恐惧铺平了道路,而恐惧会让人身体发冷。
δηλοῦσι δὲ οἱ περίφοβοι· τρέμουσι γάρ.
极度恐惧的人证明了这一点;因为他们发抖。
ἐὰν δὲ μᾶλλον θερμή, εἰς τὸ μέτριον κατέστησεν ὁ φόβος, καὶ ἐν αὐτῷ καὶ ἀπαθῆ.
但如果是偏热的时候,恐惧便将它带回到适度的状态,并使其在其中不受其害。
ὁμοίως δὲ καὶ πρὸς τὰς καθ’ ἡμέραν ἀθυμίας· πολλάκις γὰρ οὕτως ἔχομεν ὥστε λυπεῖσθαι, ἐφ’ ὅτῳ δέ, οὐκ ἄν ἔχοιμεν εἰπεῖν· ὁτὲ δὲ εὐθύμως, ἐφ’ ᾧ δ’ οὐ δῆλον.
同样,对于日常的沮丧也是如此:因为我们经常处于悲伤的状态,却说不出是为了什么;有时又感到快活,却也不清楚原因。

词汇与语法注释

  1. 954aφανερὸν γίνεσθαι — 此处为带不带连词的“宾格加不定式”结构(独立不定式),或者松散地依附于前文表示显而易见的动词或短语。
  2. 954aπερὶ οὗ δὲ ἐξ ἀρχῆς προειλόμεθα διελθεῖν, ὅτι... — 破格(anacoluthon)的一个实例。介词短语 περὶ οὗ 置于句首以提示主题,但随后直接引入了 ὅτι 从句作为主干,导致最初的句法结构未能照常完结。
  3. 954bἐπανθῇ — 尽管抄本读作 ἐπανθῇ(源自 ἐπανθέω,意为开花、浮现),但通常会将其解释或纠正为 ἐπανῇ(源自 ἐπανίημι,意为缓和、减退),意指“过度的热趋于中庸”,此处亦采用此种解释。

引用这一段

亚里士多德, 问题集 §30.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:30.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。