§3.10Διὰ τί τοῖς μεθύουσιν ἐνίοτε πολλὰ φαίνεται τὸ ἓν ὁρῶσιν;
为什么醉酒的人在看一件东西时,有时会觉得它变成了好几个?
ἢ καθάπερ εἴρηται, κινουμένης τῆς ὄψεως συμβαίνει μηθένα χρόνον τὴν αὐτὴν ἐπὶ ταὐτοῦ ἠρεμεῖν ὄψιν;
还是因为正如已经说过的,当视线运动时,同一视线在任何时间内都无法停留在同一物体上?
τὸ δ’ ἐν ταὐτῷ χρόνῳ ἑτέρως ὁρώμενον ὀψιαίτερον εἶναι δοκεῖ·
但是在同一时间内以不同方式被看之物,似乎是更晚出现的。
ἁφῇ γὰρ ὄψεως ὁρᾶται τὸ ὁρώμενον, ἅπτεσθαι δὲ πλείοσιν ἅμα τοῦ αὐτοῦ ἀδύνατον.
因为被看之物是通过视线的接触而被看见的,但同时用多个视线接触同一物体是不可能的。
ὄντος δὲ ἀναισθήτου τοῦ μεταξὺ χρόνου, ἐν ᾧ ἡ ὄψις ἥπτετο καὶ παρήλλαττεν τὸ ὁρώμενον, εἷς εἶναι δοκεῖ χρόνος ἐν ᾧ τε ἧπται καὶ παρήλλαχεν·
既然视线接触和偏离被看之物之间的过渡时间是无法察觉的,那么它接触的时间和偏离的时间似乎就合成了一个时间。
ὥστ’ ἐν τῷ αὐτῷ χρόνῳ ταὐτοῦ πλειόνων ἁπτομένων ὄψεων πλείω δοκεῖ εἶναι τὰ ὁρώμενα, διὰ τὸ ταῦτα κατὰ τὸν αὐτὸν τρόπον ἀδύνατον εἶναι ἅπτεσθαι.
因此,在同一时间内,当多个视线接触同一物体时,被看之物似乎就变多了,因为这些视线不可能以同样的方式接触物体。
§3.11Διὰ τί οἱ μεθύοντες ἀφροδισιάζειν ἀδύνατοί εἰσιν;
为什么醉酒的人无法进行性交?
ἢ ὅτι δεῖ τινὰ τόπον ἐκθερμανθῆναι μᾶλλον τοῦ ἄλλου σώματος, τοῦτο δὲ ποιεῖν διὰ τὸ πλῆθος τῆς ἐν ὅλῳ τῷ σώματι θερμασίας ἀδυνατοῦσιν·
还是因为身体的某个特定部位必须比身体的其他部分更温热,但由于整个身体的热量过多,他们无法做到这一点?
ἀποσβέννυται γὰρ τὸ ὑπὸ τῆς κι νήσεως γινόμενον θερμὸν ὑπὸ τοῦ περιέχοντος μᾶλλον, ὅτι πολύ ἐστιν ἐν αὐτοῖς τὸ ὑγρὸν καὶ ἄπεπτον.
因为运动产生的热量更容易被周围的事物熄灭,因为他们体内的湿气多且未消化。
ἔτι δὲ τὸ σπέρμα ἐκ τροφῆς, τροφὴ δὲ πᾶσα πέττεται· ἧς πληρωθέντες ὁρμητικοί εἰσι πρὸς τὰ ἀφροδίσια.
此外,精液来自食物,而所有食物都会被消化;当人们充满这些时,就会产生进行性交的冲动。
διὸ καὶ κελεύουσί τινες πρὸς τὴν πρᾶξιν τὴν τοιαύτην ἀριστᾶν μὲν πολύ, δειπνεῖν δὲ ὀλίγον, ἵνα ᾖ αὐτοῖς ἐλάττω τὰ ἄπεπτα τῶν πεπεμμένων.
因此,有些人甚至建议在进行这种行为前,午餐要多吃,晚餐要少吃,以便他们体内未消化的食物少于已消化的食物。
§3.12Διὰ τί ὁ γλυκὺς καὶ ὁ ἄκρατος καὶ ὁ κυκεὼν μεταξὺ διαπινόμενοι ἐν τοῖς πότοις νήφειν ποιοῦσιν;
为什么在宴会期间间歇性地饮用甜酒、纯酒和混合饮料(基克翁)会使人清醒?
καὶ διὰ τί ἧττον μεθύσκονται ταῖς μεγάλαις κωθωνιζόμενοι;
为什么用大杯喝酒时,人反而不容易醉?
ἢ πάντων τὸ αὐτὸ αἴτιόν ἐστιν, ἡ παράκρουσις τοῦ ἐπιπολῆς θερμοῦ;
还是说所有这些的原因都是相同的,即表面热量的转移?
τὸ γὰρ μεθύειν ἐστίν, ὅταν ᾖ τὸ θερμὸν ἐν τοῖς περὶ τὴν κεφαλὴν τόποις.
因为所谓醉酒,就是热量聚集在头部周围的区域。
§3.13Διὰ τί τοῦ γλυκέως ἐπιπολαστικοῦ ὄντος, ἐάν τις μεθύων ἤδη ἐπιπίῃ γλυκύ, καταπέττεται ὁ ἐνυπάρχων οἶνος καὶ ἧττον ἐνοχλεῖ;
为什么甜酒虽然容易浮在表面,但如果已经醉酒的人再喝下甜酒,体内的葡萄酒就会被消化,不适感也会减轻?
ἢ ὅτι τὸ μὲν γλυκὺ λεαντικόν τέ ἐστι καὶ γλίσχρον (ἐμφράττει οὖν τοὺς πόρους), τὸ δὲ αὐστηρὸν τραχυντικόν·
还是因为甜酒具有润滑和黏稠的性质(因而会堵塞孔道),而涩酒则具有粗糙的性质?
καὶ τὸ μὲν εὐπετῆ ποιεῖ τῷ θερμῷ τὴν ἀναφοράν, ὁ δὲ γλυκὺς στέγει αὐτό, τοὺς πόρους ἐμφράττων.
后者使热量容易上升,而甜酒则通过堵塞孔道来封闭热量。
ὅτι δὲ τῶν ἄνω θερμανθέντων ἐστὶν ἡ μέθη, εἴρηται.
至于醉酒是因为上部被加热,这已经说过了。
ἔτι δὲ ὁ μὲν γλυκὺς ἄνοδμος, ὁ δὲ αὐστηρὸς οὔ· ὀσμὴ δὲ πᾶσα βαρύνει κεφαλήν.
此外,甜酒是无气味的,而涩酒则不然;而任何气味都会使头部沉重。
§3.14Διὰ τί ἀπὸ τοῦ κεκραμένου μέν, ἀκρατεστέρου δὲ ἕωθεν μᾶλλον πονοῦσι τὴν κεφαλὴν ἢ ἀπὸ τοῦ ἀκράτου;
为什么喝稀释但浓度较高的酒在第二天早晨引起的头痛,会比喝纯酒引起的还要厉害?
ἢ ὅτι ὁ μὲν ἄκρατος παχυμερὴς ὢν εἰς τοὺς περὶ τὴν κεφαλὴν πόρους στενοὺς ὄντας, αὐτὸς μὲν οὐκ εἰσπίπτει, ἡ δὲ δύναμις αὐτοῦ, ἡ ὀσμὴ καὶ θερμότης·
还是因为纯酒由于颗粒粗大,其本身无法进入头部周围狭窄的孔道,而只有它的力量(即气味和热量)能够进入?
ὁ δὲ κεκραμένος μιχθεὶς λεπτῷ τῷ ὕδατι αὐτὸς εἰσδύεται, ἔχων δὲ σῶμα, καὶ τῆς δυνάμεως πολὺ τῆς τοῦ ἀκράτου, δυσπεπτότερός ἐστιν.
相反,稀释的酒由于与稀薄的水混合,其本身得以渗透进去,既具有实体,又带有许多纯酒的力量,因而更难消化。
τά τε γὰρ ὑγρὰ πάντων δυσπεπτότατα, καὶ τὰ σώματα τῶν ἐν αὐτοῖς δυνάμεων.
因为在所有事物中,液体是最难消化的,而其物理实体也比其中的力量更难消化。
§3.15Διὰ τί μᾶλλον δύνανται πιεῖν εἰς μέθην οἱ ἀγύμναστοι τῶν γεγυμνασμένων, καὶ ῥᾷον ἀπαλλάττουσιν;
为什么不锻炼的人比锻炼的人更能喝到醉,并且更容易醒酒?
ἢ ὅτι οἱ ἔχοντες περίττωμα καὶ ὑγρὸν ἐν αὑτοῖς οὐρητικοὶ γίνονται·
还是因为那些体内有残留物和湿气的人变得容易排尿?
ὅπερ ποιεῖ δύνασθαι πίνειν καὶ ὕστερον κούφως ἔχειν διὰ τὸ μὴ ἐμμένειν πολὺ ὑγρὸν οἰνῶδες.
这使他们能够饮酒并在之后感到轻松,因为大量酒性的湿气不会存留。
οἱ μὲν οὖν ἀγύμναστοι ὑγροὶ καὶ περιττωματικοί εἰσιν, οἱ δὲ γεγυμνασμένοι ξηροί, ὥστ’ εἰς τὸ σῶμα τούτοις ἡ ὑγρότης ἡ οἰνηρὰ ἀφικνεῖται.
因此,不锻炼的人是湿润且多残留物的,而锻炼的人则是干燥的,以至于在后者中,酒性的湿气会渗透到身体里。
εὐθύς τε οὖν ἀντισπᾷ τῇ οὐρήσει ἡ φορὰ αὕτη, καὶ ὕστερον ἐμμένον τὸ ὑγρὸν τοῦτο ἐν τῷ σώματι βάρος ποιεῖ.
因此,这种流动会立刻阻碍排尿,而随后存留在体内的湿气则会产生沉重感。