§3.16Διὰ τί ὁ οἶνος καὶ τετυφωμένους ποιεῖ καὶ μανικούς;
为什么酒既能让人昏沉无感,又能让人狂躁?
ἐναντία γὰρ ἡ διάθεσις· ὁ μὲν γὰρ μᾶλλον ἤδη ἐν κινήσει, ὁ δὲ ἧττον.
因为这些状态是相反的:前者已经处于较强的运动中,而后者则较弱。
ἢ ὥσπερ Χαιρήμων εἶπεν· τῶν χρωμένων γὰρ τοῖς τρόποις κεράννυται. τἀναντία οὖν ποιεῖ οὐ ταὐτά, ἀλλὰ τὰ μὴ ὁμοίως ἔχοντα, ὥσπερ καὶ τὸ πῦρ τὰ μὲν ξηραίνει, τὰ δὲ ὑγραίνει, ἀλλ’ οὐ ταὐτά, καὶ τήκει τὸν κρύσταλλον καὶ πήγνυσι τοὺς ἅλας.
还是正如蔡雷蒙所说: “因它与使用者之性格相融” 因此,它产生相反的效果,不是在相同的事物上,而是在那些处于不同状态的事物上。 就像火能使某些东西干燥,却使另一些东西湿润——并不是相同的东西——并且能融化冰块,凝固盐分。
καὶ ὁ οἶνος (ὑγρὸς γάρ ἐστι τὴν φύσιν) τοὺς μὲν βραδυτέρους ἐπιτείνει καὶ θάττους ποιεῖ, τοὺς δὲ θάττους ἐκλύει.
酒也是如此(因为其本性是湿润的),它使迟缓的人紧张起来并变得敏捷,却使敏捷的人松弛下来。
διὸ ἔνιοι τῶν μελαγχολικῶν τῇ φύσει ἐν ταῖς κραιπάλαις ἐκλελυμένοι γίνονται πάμπαν.
因此,有些天生忧郁质的人在宿醉时会变得完全松弛。
ὥσπερ γὰρ τὸ λουτρὸν τοὺς μὲν συνδεδεμένους τὸ σῶμα καὶ σκληροὺς εὐκινήτους ποιεῖ, τοὺς δὲ εὐκινήτους καὶ ὑγροὺς ἐκλύει, οὕτως ὁ οἶνος, ὥσπερ λούων τὰ ἐντός, ἀπεργάζεται τοῦτο.
因为正如沐浴使身体僵硬和紧绷的人变得易于活动,却使易于活动且湿润的人松弛下来一样,酒也通过冲洗体内的管道来产生这种效果。
§3.17Διὰ τί ἡ κράμβη παύει τὴν κραιπάλην;
为什么卷心菜能止宿醉?
ἢ ὅτι τὸν μὲν χυλὸν γλυκὺν καὶ ῥυπτικὸν ἔχει (διὸ καὶ κλύζουσιν αὐτῷ τὴν κοιλίαν οἱ ἰατροί), αὐτὴ δ’ ἐστὶ ψυχρά.
还是因为它的汁液甜而具有清洁作用(因此医生也用它来清洗肠胃),但它本身性质寒冷?
σημεῖον δέ· πρὸς γὰρ τὰς σφοδρὰς διαρροίας χρῶνται αὐτῇ οἱ ἰατροί, ἕψοντες σφόδρα καὶ ἀποξυλίζοντες καὶ ψύχοντες.
有一个证据:医生们针对严重的腹泻会使用卷心菜,将其彻底煮熟、熬取汁液并放凉。
συμβαίνει δὴ τῶν κραιπαλώντων τὸν μὲν χυλὸν αὐτῆς εἰς τὴν κοιλίαν κατασπᾶν τὰ ἐν αὐτοῖς ὑγρά, οἰνηρὰ καὶ ἄπεπτα ὄντα, αὐτὴν δὲ ὑπολειπομένην ἐν τῇ ἄνω κοιλίᾳ ψύχειν τὸ σῶμα.
因此,在宿醉的人中,它的汁液将他们体内带有酒性且未消化的湿气吸引到下腹,而卷心菜本身留在上腹,使身体变冷。
ψυχομένου δὲ ὑγρὰ λεπτὰ συμβαίνει εἰς τὴν κύστιν φέρεσθαι, ὥστε κατ’ ἀμφότερα τῶν ὑγρῶν ἐκκρινομένων διὰ τοῦ σώματος, καὶ καταψυχομένου, εἰκότως ἀκραίπαλοι γίνονται· ὁ γὰρ οἶνος ὑγρὸς καὶ θερμός ἐστιν.
当身体变冷时,稀薄的湿气便会运送到膀胱,从而使湿气通过身体的双重途径排出,并且由于身体降温,他们自然而然地消除了宿醉;因为酒是湿热的。
ἔτι δὲ συμβαίνει τῶν ὑγρῶν κατασπωμένων καὶ ἐκκρινομένων κάτω καὶ πνεῦμα ἐπάγεσθαι αὐτοῖς, ὅθεν μόνον ἀπὸ τοῦ οἴνου εἰς τὴν κεφαλὴν φερόμενον τὸν κάρον καὶ τὴν κραιπάλην ποιεῖ.
此外,当湿气被吸引并向下排出时,气也被随之引下,这种气如果单单从酒中产生并被带到头部,就会引起昏睡和宿醉。
κάτω δὲ ὁρμήσαντος καὶ καταψυχομένου τοῦ σώματος διὰ τὰ εἰρημένα, λύεται ὁ τῆς κραιπάλης πόνος.
但当它向下冲,且由于上述原因身体变冷时,宿醉的痛苦就被消除了。
ἒστι γὰρ ἡ κραιπάλη ζέσις τις καὶ φλεγμασία λήγουσα.
因为宿醉是一种沸腾和正在消退的炎症。
λυπεῖ δὲ μᾶλλον τῆς μέθης, ὅτι ἐκείνη μὲν ἐξίστησιν, ἡ δὲ κραιπάλη ἐν ἑαυτοῖς οὖσι τὸν πόνον παρέχει· καθάπερ οὖν καὶ ὑπὸ τῶν πυρετῶν οἱ λαμβανόμενοι παίζουσι μᾶλλον ἢ ἀλγοῦσι, παρ’ αὑτοῖς δὲ γενόμενοι οἱ αὐτοί, κουφισθέντες τοῦ πάθους, ἀλγοῦσιν.
而且宿醉比醉酒更令人痛苦,因为醉酒使人神志不清,而宿醉则给处于清醒状态中的人带来痛苦;正如那些患热病的人与其说感到痛苦,不如说在胡言乱语,但当同样的人清醒过来、病情减轻时,他们就会感到痛苦。
ταὐτὰ γὰρ καὶ ἐπὶ τῆς κραιπάλης καὶ ἐπὶ τῆς μέθης συμβαίνει.
同样的事情也发生在宿醉和醉酒中。
§3.18Διὰ τί μᾶλλον ἐμετιᾶν ποιεῖ ὁ ὑδαρὴς οἶνος ἢ τὸ ὕδωρ καὶ ὁ ἄκρατος;
为什么水汪汪的稀释酒比水和纯酒更容易让人呕吐?
ἢ ὅτι ἐμεῖν μὲν μάλιστα ποιεῖ τὰ ἐπιπολαστικὰ καὶ ὅσα ἀηδῆ ἐστίν.
还是因为最容易引起呕吐的是浮在表面的东西和任何令人不快的东西?
ἔστι δὲ ὁ μὲν οἶνος κατακρουστικός, τὸ δὲ ὕδωρ λεπτὸν καὶ οὐκ ἀηδές.
酒具有向下导滞的作用,而水则稀薄且不令人不快。
διὰ μὲν οὖν τὸ λεπτὸν καὶ οὐκ ἀηδὲς εἶναι κάτω διέρχεται ταχύ, διὰ δὲ τὸ μὴ ἀηδὲς οὐ ποιεῖ καρδιώττειν.
因此,由于水稀薄且不令人不快,它能迅速向下通过,又因为其不令人不快,所以不会引起烧心(恶心)。
ὁ δὲ κεκραμένος λίαν οὐκ ἔστι λεπτὸς ὥστε διαρρεῖν ταχύ, διὰ δὲ τὸ μικρὸν ἔχειν οἴνου ἀηδής ἐστιν· ταράττει γὰρ τὴν αἴσθησιν τῷ πλείους ἐν αὐτῇ κινήσεις ἐμποιεῖν, τήν τ’ ἀπὸ τοῦ οἴνου καὶ τοῦ ὕδατος· αἰσθηταὶ γὰρ ἄμφω γίνονται.
相反,极度稀释的酒不够稀薄以至于不能迅速流过,又因为含有微量的酒而令人不快;因为它在感觉中产生多种运动——即来自酒的运动和来自水的运动,从而扰乱感觉;因为两者都会被察觉。
ὁ δ’ εὔκρατος τὴν μὲν τοῦ ὕδατος αἴσθησιν ἀφανίζει, οἴνου δὲ μαλακοῦ ποιεῖ αἴσθησιν· διὸ ἡδέως πίνεται.
而比例适中的温和酒则消除了对水的察觉,并产生温和酒的感觉;因此人们乐于饮用。
ἀηδὴς δὲ ὢν ὁ ὑδαρὴς οἶνος ἐπιπολαστικός ἐστιν· τὸ δὲ τοιοῦτον ἐμετικόν ἐστιν.
但是水汪汪的酒因为令人不快而浮在表面,这样的东西就具有催吐性。
§3.19Διὰ τί μεθύοντες μᾶλλον διαισθανόμεθα τὰ ἁλυκὰ καὶ τὰ μοχθηρὰ ὕδατα, νήφοντες δ’ ἧττον;
为什么我们醉酒时能更清楚地察觉到咸的以及质差的水,而在清醒时却不太能察觉?
ἢ ὅτι τὰ λυπηρὰ μᾶλλον δῆλα τοῖς μὴ ἐπιθυμοῦσι, τοὺς δ’ ἐπιθυμοῦντας διαλανθάνει;
还是因为不快之物对于没有欲望的人更加明显,而对于有欲望的人则难以察觉?
ὁ μὲν οὖν ἡδέως ἔχων ὁμοίως τῷ ἐπιθυμοῦντι ἔχει, ὁ δὲ νήφων οὕτως ἔχει· ὁ δὲ μεθύων πλήρης.
那么,乐意饮用的人与有欲望的人处于相似的状态,而清醒的人就是这种状态;但醉酒的人已经饱胀。