Humanitext Reader

亚里士多德 · 问题集 §26.8-26.12

日落与天气征兆及南北风的发生规律

第 113 段,共 148 段 · 希腊语

内容简介

本章节物理解释了根据日落状态预测天气的原理、夜间北风的持续时间,以及南北风的频率差异。同时,还从气象变化的角度讨论了冬夜之后南风的特征,以及在天狼星和冬至时期南风规律性产生的机制。

§26.8Διὰ τί αἱ μὲν καθαραὶ δύσεις εὐδιεινὸν σημεῖον, αἱ δὲ τεταραγμέναι χειμερινόν;
为什么晴朗的落日是晴天的征兆,而混乱的落日则是恶劣天气的征兆?
ἢ ὅτι χειμὼν γίνεται συνισταμένου καὶ πυκνουμένου τοῦ ἀέρος;
或者是因为当空气凝聚和变稠时就会产生恶劣天气?
ὅταν μὲν οὖν κρατῇ ὁ ἥλιος, διακρίνει καὶ αἰθριάζει αὐτόν, ὅταν δὲ κρατῆται, ἐπινεφῆ ποιεῖ.
因此,当太阳占优势时,它会分解并使空气晴朗,而当它被压制时,则会使天空多云。
ἐὰν μὲν οὖν ἰσχυρὰ ᾖ ἡ σύστασις, εὐθὺς ἡμέρας γίνεται χειμών· ἐὰν δὲ ἀσθενεστέρα, μὴ παντάπασιν δὲ κρατουμένη, τὸ συνιστάμενον ἐξωθεῖται πρὸς τὰς δύσεις.
所以,如果凝聚力强,白天立刻就会产生恶劣天气;但如果凝聚力较弱,且未完全被压制,那么正在凝聚的部分就会被推向西方。
ἐνταῦθα δὲ μένει διὰ τὸ παχύτατον εἶναι τὸν περὶ τὴν γῆν ἀέρα τοῦ χειμῶνος.
它留在那里,是因为在冬天大地周围的空气最稠密。
ταχὺ δὲ συνίσταται καὶ ὁ ἄλλος διὰ τὸ ἔχειν ἀρχὴν καὶ ἔρεισμα, ὃ δέξεται καὶ ἀθροίσει τὸ προσιὸν καθάπερ ὄρθρος· ὥσπερ γὰρ ἐν τροπῇ ἑνὸς ἀντιστάντος καὶ οἱ ἄλλοι μένουσιν, οὕτω καὶ ἐπὶ τοῦ ἀέρος.
而其他空气也迅速凝聚,因为就像黎明一样,它有一个接纳并聚集靠近之物的起点和支柱;因为正如在败退中,只要有一个人坚守,其他人也会留下来,空气也是如此。
διὸ ταχὺ καὶ ἐξαίφνης ἐνίοτε γίνεται καὶ ἐπινέφελα.
因此,有时天空会迅速而突然地变得多云。
ὅταν οὖν αἱ δύσεις τεταραγμέναι ὦσι, σημεῖόν ἐστιν ἰσχυρὸν ὅτι οὐ κεκράτηκεν ὁ ἥλιος τῆς συστάσεως, πολὺν χρόνον ἐναντιούμενος αὐτῇ, ὥστε εἰκότως ἔστι συστῆναι πλέον.
所以,当落日混乱时,这是一个强烈的信号,表明太阳未能战胜凝聚,并且长期与之对抗,因此自然会有更多的凝聚发生。
καὶ ἧττον δέ ἐστι φοβερόν, ὅταν προχειμάσαντος ἢ ὅταν ἐξ εὐδίας τοῦτο συμβῇ. ἐκείνως μὲν γὰρ ἔοικεν ὥσπερ ὑπόλειμμά τι εἶναι, οὕτω δὲ ἀρχὴ συστάσεως.
而如果这种情况发生在已经刮过风暴之后,要比发生在晴天之后更不令人害怕;因为在前者情况下,它像是残余,而在后者情况下,则是凝聚的开始。
§26.9Διὰ τί λέγεται οὔ ποτε νυκτερινὸς βορέας τρίτον ἵκετο φέγγος ;
为什么人们说,“夜间的北风绝不会达到第三天的光芒”?
ἢ διότι ἀσθενῆ τὰ πνεύματα τὰ ἀπὸ τῆς ἄρκτου, ὅταν ᾖ νυκτερινά;
或者是因为来自北极方向的风在夜间吹拂时较弱?
σημεῖον γὰρ ὅτι οὐ πολὺς ὁ κινηθεὶς ἀήρ. τὸ τηνικαῦτα πνεῦσαι, ὅτε ὀλίγη θερμότης ὑπῆρχεν· ἡ δὲ ὀλίγη ὀλίγον ἐκίνει ἀέρα.
因为在那个几乎没有热量存在的时候吹拂,表明被移动的空气不多;而少量的热量只能移动少量的空气。
τελευτᾷ δὲ ἐν τρισὶ πάντα, καὶ τὰ ἐλάχιστα ἐν τῇ πρώτῃ τριάδι, ὥστε καὶ τοῦτο τὸ πνεῦμα.
所有事物都在三天内结束,而最微小的事物在最初的三天内结束,因此这种风也是如此。
§26.10Διὰ τί ὁ βορέας πυκνότερον πνεῖ ἢ ὁ νότος;
为什么北风比南风吹得更频繁?
ἢ ὅτι ὁ μὲν βορέας γειτνιῶν τῇ οἰκουμένῃ οὐ λανθάνει ὀλιγοχρόνιος ὤν (ἅμα γὰρ πνεῖ καὶ πάρεστιν), ὁ δὲ νότος οὐκ ἀφικνεῖται διὰ τὸ πόρρωθεν πνεῖν.
或者是因为北风邻近有人居住的世界,即使持续时间很短,也不会被忽视(因为它一吹就到了),而南风因为从遥远的地方吹来,所以到不了我们这里?
§26.11Διὰ τί ὁ νότος ἧττον μετὰ χειμερινὰς νύκτας πνεῖ ἢ μεθ’ ἡμέρας;
为什么南风在冬夜之后吹拂的情况少于在白天之后?
ἢ ὅτι καὶ τῆς νυκτὸς ὁ ἥλιος ἐγγύς ἐστι τῇ πρὸς νότον χώρᾳ, καὶ ἀλεεινότεραι αἱ νύκτες ἐκεῖ ἢ πρὸς ἄρκτον αἱ ἡμέραι;
或者是因为即使在夜间,太阳也靠近南方的区域,那里的夜晚比北方的白天还要温暖?
ὥστε πολὺς κινεῖται ὁ ἀήρ, καὶ οὐθὲν ἐλάττων ἢ μεθ’ ἡμέραν· ἀλλ’ αἱ θερμότεραι ἡμέραι κωλύουσι μᾶλλον πνεῖν, ξηραίνουσαι τὰς ὑγρότητας.
因此,有许多空气在移动,绝不亚于白天;但更热的白天通过使湿气干燥,反而更阻碍了风的吹拂。
§26.12Διὰ τί ἐπὶ κυνὶ ὁ νότος πνεῖ, καὶ τοῦτο ὥσπερ τι ἄλλο γίνεται τεταγμένως;
为什么在天狼星(犬星)时期会吹南风,而且这件事像其他事情一样有规律地发生?
ἢ διότι θερμὰ τὰ κάτω, τοῦ ἡλίου πόρρω ὄντος, ὥστε πολλὴ ἡ ἀτμὶς γίνεται;
或者是因为由于太阳距离遥远,下方的区域炎热,因而产生大量蒸汽?
καὶ πολλοὶ δὴ ἔπνεον, εἰ μὴ διὰ τοὺς ἐτησίας.
如果没有季风的阻碍,确实会有许多南风吹拂。
νῦν δὲ οὗτοι κωλύουσιν, ἢ ὅτι ἐπὶ πᾶσι μὲν σημαίνει τοῖς ἄστροις δυομένοις ἢ ἐπιτέλλουσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τούτῳ;
但在目前的情况下,是这些季风阻碍了它们。 或者是因为在所有星辰落下或升起时都会显现征兆,而在这一星辰升起时尤为突出?
δῆλον δὲ ὅτι πνεύματα μάλιστα ἐπὶ τούτῳ καὶ μετ’ αὐτόν.
显而易见,风主要在此星升起时及其后吹拂。
ἐπεὶ δὲ πνίγει, καὶ πνεύματα εἰκότως ἐπ’ αὐτῷ τὰ θερμότατα κινεῖται· ὁ δὲ νότος θερμός ἐστιν.
既然它带来了酷热,自然在其升起时最热的风会被动员起来;而南风是炎热的。
ἐπεὶ δὲ εἴθισται μάλιστα ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία μεταβάλλειν, πρὸ κυνὸς δὲ οἱ πρόδρομοι πνέουσιν ὄντες βορέαι, εἰκότως μετὰ κύνα νότος πνεῖ, ἐπειδὴ ἐπισημαίνει μέν, ἐπιτέλλουσι δὲ τοῖς ἄστροις.
既然最常见的是从相反之物转变为相反之物,而在天狼星之前,作为前驱风的北风在吹拂,那么在天狼星之后自然会吹南风,因为这预示着征兆,而且是在星辰升起之时。
τὸ δὲ ἐπισημαίνειν ἐστὶν μεταβολὴν τοῦ ἀέρος ποιεῖν· μεταβάλλει δὲ πάντα εἰς τοὺς ἐναντίους ἢ τοὺς ἐπὶ δεξιὰ ἀνέμους τὰ πνεύματα.
而预示征兆就是使空气发生变化;所有风的运动都会转变为相反的风或向右(顺时针)方向的风。
ἐπεὶ δὲ βορέας εἰς τοὺς ἐπιδεξίους μεταβάλλει, εἴη ἂν αὐτῷ λοιπὸν εἰς νότον μεταβάλλειν.
既然北风向右侧的风转变,那么留给它的就只有向南风转变了。
ἔστιν δὲ καὶ ἡ μετὰ τὰς χειμερινὰς τροπὰς πεντεκαιδεκάτη νότιος, διὰ τὸ τὰς μὲν τροπὰς ἀρχήν τινα εἶναι, κινεῖν δὲ τὸν κατ’ αὐτὴν μάλιστα ἀέρα τὸν ἥλιον, εἶναι δὲ ἐν ταύταις ταῖς τροπαῖς πρὸς νότον.
此外,冬至后的第十五天也是南风,因为至点是一种起点,而太阳最能使处于至点附近的空气移动,且在这一至点,太阳是朝向南方的。
καθάπερ οὖν καὶ τὰ ἀπ’ ἀνατολῆς κινῶν ἀπηλιώτας ἀνέμους ἤγειρεν, οὕτω καὶ τὰ ἀπὸ μεσημβρίας κινῶν νότους ἐγείρει.
因此,正如通过移动来自东方的空气来唤起东风一样,通过移动来自南方的空气来唤起南风。
οὐκ εὐθὺ δὲ ἀπὸ τροπῶν ποιεῖ τοῦτο διὰ τὸ βραχυτάτας ποιεῖσθαι τὰς μεταστάσεις τότε, ἀλλ’ ἐν τῇ πεντεκαιδεκάτῃ διὰ τὸ τὸν χρόνον τοῦτον συμμέτρως ἔχειν τῇ κατὰ τὴν μετάστασιν πρώτῃ φαντασίᾳ· ὅλου γάρ ἐστι μέρος εὐσημότατον ὁ εἰρημένος χρόνος.
但它并不会在至点之后立即这样做,因为那时的位置变动非常微小,而是在第十五天,因为这一时间与变动后的第一次显现相称;因为上述时间是整体中最明显的部分。

词汇与语法注释

  1. 941aκαθάπερ ὄρθρος — 手稿中的 ὄρθρος(黎明)在此语境下难以解释,一些校正者建议将其修改为 ὄχθος(堤坝、土堆)或 ὄγκος(团块、堆)。本译文保留了手稿的“如黎明一般”的读法,并将其理解为一种比喻表达,指代由于黎明的寒冷使云层和空气容易凝结的自然现象。
  2. §26.8ἧττον δέ ἐστι φοβερόν, ὅταν προχειμάσαντος ἢ ὅταν ἐξ εὐδίας τοῦτο συμβῇ. — 这是一个关联比较级副词 ἧττον(较少)和连词 ἤ(比)的对比句。其结构应解读为:“与在晴天之后发生这种情况(ὅταν ἐξ εὐδίας...)相比,在已经吹过暴风雨之后发生这种情况(ὅταν προχειμάσαντος...)时,可怕程度较低”。其中,分词的属格绝对结构 προχειμάσαντος 呈非人称用法,意为“在预先已有恶劣天气时”。
  3. §26.12καὶ πολλοὶ δὴ ἔπνεον, εἰ μὴ διὰ τοὺς ἐτησίας. — 这是一个结合了直陈式过去未完成时 ἔπνεον 与表示条件的 εἰ μή 以及介词短语 διά(若非因为)的虚拟语气(反事实条件)结构。它表达了与事实相反的推论:“如果不是因为季风(的阻碍),原本会有许多南风吹拂(但实际上并没有吹拂这么多)”。

引用这一段

亚里士多德, 问题集 §26.8-26.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:26.8-26.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。