§26.47Διὰ τί ἐπὶ μὲν τῷ νότῳ ταχὺς ὁ βορέας, ἐπὶ δὲ τούτῳ ὁ νότος οὐ ταχὺς ἐπιπίπτει;
为什么在南风之后北风会迅速袭来,而在北风之后南风却不会迅速袭来?
ἢ ὅτι τῷ μὲν ἐγγύθεν, τῷ δὲ πόρρωθεν ἡ ἄφιξις;
是因为前者的到来是在近处,而后者的到来是在远处吗?
ἡ γὰρ οἴκησις πρὸς βορέαν ἡμῶν.
因为我们的居住地偏北。
§26.48Διὰ τί τὰ πνεύματα ψυχρά ἐστιν, ὄντα ἀπὸ τῆς τοῦ θερμοῦ συγκινήσεως;
为什么风是由热的运动产生的,却依然寒冷?
ἢ οὐ πάντως ἡ ὑπὸ τοῦ θερμοῦ κίνησις θερμὴ γίνεται, ἐὰν μὴ τρόπον τινὰ γίνηται;
是因为由热产生的运动,除非以某种特定的方式产生,否则并不总是变热吗?
ἀλλ’ ἐὰν μὲν ἀθρόως ἐμπίπτῃ, καίει αὐτὸ τὸ ἀφιὲν θέρμῃ.
也就是说,如果它成群地袭来,释放热量的物体本身就会以其热量灼烧。
ἐὰν δὲ διὰ στενοῦ καὶ κατὰ μικρόν, αὐτὴ μὲν θερμή, ὁ δὲ ὑπὸ τούτου κινούμενος ἀήρ, οἷος ἄν ποτε τυγχάνῃ προϋπάρχων, τοιαύτην καὶ τὴν κίνησιν ἀπετέλεσεν, ὥσπερ καὶ ἐπὶ τοῦ σώματος.
但如果是通过狭窄的通道且一点一点地袭来,运动本身虽然是热的,但被其推动的空气,无论先前处于何种状态,都会产生与之相同的运动,就像在身体上一样。
φασὶ γὰρ ἐκ τοῦ αὐτοῦ θερμὸν καὶ ψυχρὸν ἡμᾶς πνεῖν, τοῦτο δὲ οὐκ ἀληθές, ἀλλὰ τὸ μὲν ἐξιὸν θερμὸν ἀεί.
因为人们说我们从同一个口中吹出热气和冷气,但这并不真实,实际上排出的气体总是热的。
σημεῖον δὲ τὸ ἐγγὺς προσαγαγόντι τοιοῦτον φαίνεσθαι.
其证据在于,将手靠近的人会感到它是热的。
διαφέρει δὲ ἡ ἔκπτωσις αὐτοῦ.
然而,其排出方式有所不同。
ἐὰν μὲν γὰρ διὰ πολλοῦ ἀφίωμεν χανόντες, θερμὸν φαίνεται διὰ τὸ αὐτοῦ αἰσθάνεσθαι, ἐὰν δὲ διὰ στενοῦ, σφοδρότερον γινόμενον ὠθεῖ τὸν πλησίον ἀέρα, κἀκεῖνος τὸν ἐχόμενον.
因为如果我们张大口广泛地排出,由于感受到了气体本身,它就显得是热的;但如果通过狭窄的缝隙排出,它变得更剧烈,从而推动附近的空气,而那股空气又推动相邻的空气。
ψυχροῦ δὲ ὄντος τοῦ ἀέρος καὶ ἡ κίνησις αὐτοῦ ψυχρὰ γίνεται.
如果空气是冷的,其运动也就变冷了。
μήποτε δὲ καὶ ἐπὶ τῶν πνευμάτων τὸ αὐτὸ συμβαίνει, καὶ διὰ στενοῦ ἡ πρώτη κίνησις·
也许在风的情况下也发生着同样的事情,最初的运动是通过狭窄的空间产生的。
εἶτ’ ἐκεῖνον μὲν διήνεγκεν, ἕτερος δὲ ἀὴρ ἐπιρρεῖ.
然后,它带走了最初的空气,而另一股空气随之流入。
διὸ καὶ τοῦ μὲν θέρους θερμά, τοῦ δὲ χειμῶνος ψυχρὰ τὰ πνεύματα, ὅτι ἐν ἑκατέρῳ τοιοῦτος ὁ ἀὴρ ὁ προϋπάρχων·
因此,夏天的风是热的,冬天的风是冷的,因为在每个季节,预先存在的空气都是这种状态。
ἐπεὶ ὅτι γε οὕτε αὐτὸς ὑφ’ ἑαυτοῦ κινούμενος ὁ ἀὴρ οὔτε ὑπὸ τοῦ θερμοῦ κρατούμενος φέρεται ταύτην τὴν φοράν, δῆλον οὐ μόνον τούτῳ ὅτι θερμαίνει τὰ πνεύματα πλείονος τοῦ θερμοῦ ἐνόντος, ἀλλὰ καὶ ἄνω ἐφέρετο.
因为空气既不是由于自身而运动,也不是因为被热支配而进行这种运动,这不仅显而易见于当其中含有更多热量时风会变暖,而且还显而易见于,如果它被热支配,它本应向上运动。
τὸ γὰρ πῦρ τοιοῦτον, τὸ δὲ ψυχρὸν κάτω πέφυκεν φέρεσθαι.
因为火是这样的性质,而冷自然是向下运动的。
τὰ δὲ πνεύματα πλάγια εἰκότως· ἐπεὶ γὰρ τὸ μὲν ἄνω, τὸ δὲ κάτω βιάζεται, καὶ οὐδέτερον κρατεῖ, μένειν δὲ οὐχ οἷόν τε, λοξὴν τὴν φορὰν εἰκότως γίνεσθαι.
但风横向运动是理所当然的;因为一方向上挤压,另一方向下挤压,且两边都无法占主导,又不可能停滞不前,因而自然产生了倾斜的运动。
§26.49Διὰ τί οἱ νότοι ἐν τῇ Λιβύῃ ψυχροί, ὥσπερ παρ’ ἡμῖν οἱ βορέαι;
为什么在利比亚南风是寒冷的,就像在我们这里的北风一样?
ἢ πρῶτον μὲν διὰ τὸ ἐγγυτέρω εἶναι ἡμῖν τε κἀκείνοις τὰς ἀρχὰς τῶν πνευμάτων.
是因为首先对我们和他们来说,风的源头都更近吗?
εἰ γάρ, ὥσπερ εἴπομεν, διὰ στενοῦ γίνεται τὰ πνεύματα, τοῖς ἐγγυτέρω ψυχρότερα ἔσται διὰ τὴν σφοδρότητα τῆς κινήσεως· εἰς γὰρ τὸ πόρρω προϊούσης διαχεῖται.
因为正如我们所说,如果风是通过狭窄的空间产生的,那么由于运动的剧烈,对于较近的人来说,风会更冷;因为随着向远处推进,风就会消散。
διὸ καὶ παρ’ ἡμῖν οἱ βορέαι ψυχροί, ὅτι ἐγγυτέρω καὶ παντελῶς πρὸς τῇ ἄρκτῳ οἰκοῦμεν.
因此在我们这里北风也是寒冷的,因为我们居住得更近,且完全偏北。
§26.50Διὰ τί οἱ νότοι οἱ ξηροὶ καὶ μὴ ὑδατώδεις πυρετώδεις.
为什么不带雨水的干燥南风会引起发热?
ἢ ὅτι ὑγρότητα θερμὴν ἀλλοτρίαν ἐμποιοῦσι τοῖς σώμασιν;
是因为它们在身体中产生了一种异样的、温热的湿气吗?
εἰσὶ γὰρ ὑγροὶ καὶ θερμοὶ φύσει, τοῦτο δ’ ἐστὶ πυρετῶδες;
因为它们在本性上是潮湿且温热的,而这正是发热的特征。
ὁ γὰρ πυρετὸς ὑπ’ ἀμφοτέρων τούτων ἐστὶν ὑπερβολῆς.
因为发热是由这两者(热与湿气)的过量引起的。
ὅταν μὲν οὖν ὑπὸ τοῦ ἡλίου ἄνευ ὕδατος πνέωσιν, ταύτην τὴν τάξιν, ὅταν δὲ ἅμα τῷ ὕδατι, τὸ ὕδωρ καταψύχει.
因此,当它们因太阳而在没有雨水的情况下吹拂时,便具有这种状态;但当它们伴随雨水吹拂时,水就会使其冷却。
§26.51Διὰ τί οἱ ἐτησίαι ταὐτὴν δὴ τὴν ὥραν ἀεὶ καὶ τοσοῦτοι πνέουσιν;
为什么季风总是在完全相同的季节吹拂,且数量如此之多?
καὶ διὰ τί ληγούσης τῆς ἡμέρας λήγουσι καὶ τῆς νυκτὸς οὐ πνέουσιν;
又为什么在白天结束时它们也停止,而在夜间不吹?
ἢ τοῦτο μὲν διὰ τὸ τὴν χιόνα τηκομένην παύεσθαι ὑπὸ τοῦ ἡλίου πρὸς ἑσπέραν καὶ τὴν νύκτα;
后者是因为在傍晚和夜间,太阳融化雪的过程停止了吗?
ὅλως δὲ πνέουσιν, ὅταν ὁ ἥλιος κρατεῖν καὶ λύειν ἄρξηται τὸν πρὸς βορέαν πάγον.
总的来说,它们吹拂是在太阳开始支配并融化北方冰冻的时候。
ἀρχομένου μὲν οὖν οἱ πρόδρομοι, ἤδη δὲ λυομένου οἱ ἐτησίαι.
因此,在开始融化时吹的是前驱风,而当冰冻已经融化时吹的是季风。