§26.33Διὰ τί ὁ ζέφυρος πρὸς τὴν δείλην πνεῖ, πρωῒ δὲ οὔ;
为什么西风在接近傍晚时吹拂,而在清晨却不吹?
ἢ αἴτιος μέν ἐστιν ὡς ἐπὶ τὸ πολὺ τῶν πνευμάτων ὁ ἥλιος ἀνατέλλων καὶ δύνων;
是因为升起和落下的太阳大体上是风产生的原因吗?
ὅταν γὰρ ὑγρὸν ὄντα τὸν ἀέρα διαθερμαίνων πέττῃ καὶ διακρίνῃ, εἰς πνεῦμα διακρίνει· ἐὰν δὲ ᾖ πνευματώδης ὁ ἀήρ, ἔτι μᾶλλον ἐκπνευματοῦται ὑπὸ τοῦ ἡλίου.
因为当太阳将潮湿的空气温热、熟化并分解时,便将其分解为风;如果空气已经具有风的性质,它就更容易被太阳完全转化为风。
ὅταν μὲν οὖν ἐπ’ ἀνατολῇ ᾖ ὁ ἥλιος, πόρρω ἐστὶ τοῦ ζεφύρου· ἀπὸ γὰρ δυσμῶν πνεῖ.
因此,当太阳处于东方升起之处时,它距离西风十分遥远;因为西风是从西方吹来的。
ὅταν δὲ περὶ τὸ δύνειν ἤδη, τότε διακεκριμένον ἐστὶ τὸ πνεῦμα τελέως.
但当太阳即将落下时,此时风已经完全被分解出来。
ἀπὸ δὲ μέσου ἡμέρας καὶ πρὸς τὴν δείλην συμμετρότατα ἔχει πρὸς τὸ διαθερμᾶναι καὶ διακρῖναι.
而从正午到接近傍晚,最有利于太阳进行温热和分解。
διὰ ταῦτα δὲ καὶ ὁ ἀπηλιώτης πρωῒ ἄρχεται πνεῖν· τοῦ γὰρ ὑπὲρ γῆς ἀέρος τῆς νυκτὸς ἐξυγραινομένου καὶ τῇ γῇ πλησιάσαντος διὰ βάρος, ἕωθεν διακρίνων αὐτὸν ὁ ἥλιος τὸν καθ’ αὑτὸν κινεῖ πρῶτον.
正因如此,东风也在清晨开始吹拂;因为地表上空的空气在夜间变得潮湿,并因重量而接近地面,太阳在清晨将其分解,首先推动了靠近它自身的空气。
τὸ δὲ ἀπὸ τοῦ ἡλίου πνεῦμα ἀνατέλλοντος ἐντεῦθεν ἀπηλιώτης καλεῖται.
而来自升起太阳的、自该处吹来的风便被称为东风。
§26.34Διὰ τί αἰρομένου τοῦ ἡλίου καὶ αὐξάνεται καὶ πίπτει τὰ πνεύματα;
为什么随着太阳升起,风既会增强也会减弱?
ἢ ὅτι τὸ πνεῦμά ἐστιν ἤτοι τοῦ ἀέρος ἢ τοῦ ἀναχθέντος ὑγροῦ κίνησις;
是因为风要么是空气的运动,要么是升起的湿气的运动吗?
αὕτη δὲ ὅταν μὲν ἐλάττων ᾖ, ταχὺ καταναλίσκεται ὑπὸ τοῦ ἡλίου, ὥστε οὐ γίνεται πνεῦμα· ὅταν δὲ πλείων, κινεῖται μᾶλλον τοῦ ἡλίου ἀνατείλαντος· ὁ γὰρ ἥλιος ἀρχὴ τῶν κινήσεών ἐστιν.
当这种运动较小时,它很快就会被太阳消耗殆尽,从而无法形成风;但当它较大时,随着太阳升起,它就会被更强烈地推动;因为太阳是运动的起点。
§26.35Διὰ τί ὁ ζέφυρος τῆς δείλης πνεῖ;
为什么西风在傍晚吹拂?
ἢ ἅπαντα τὰ πνεύματα τοῦ ἡλίου διαχέοντος τὸ ὑγρὸν γίνεται;
是因为所有的风都是在太阳驱散湿气时产生的吗?
πρότερον γὰρ συνεστηκός, ὅταν ἡ τοῦ θερμοῦ δύναμις πλησιάζῃ, ἐξάπτει.
因为此前凝聚之物,当热力临近时便被激发。
ὁ δὲ ζέφυρος ἀφ’ ἑσπέρας πνεῖ.
而西风从西方吹来。
εἰκότως οὖν τῆς δείλης γίνεται· τότε γὰρ ὁ ἥλιος εἰς τὸν τόπον αὐτοῦ ἀφικνεῖται.
因此,它自然在傍晚产生;因为那时太阳到达了它的位置。
καὶ ὁ βορέας καὶ ὁ νότος διὰ τοῦτο πλειστάκις πνέουσιν, ὅτι τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου κρατούμενον κατ’ εὐθυωρίαν ἥκιστα δύναται διαμένειν, ἀλλὰ μᾶλλον ἐκ τοῦ πλαγίου.
北风和南风最常吹拂也是由于这个原因:被相反者支配的相反者在直线上最难持久,而更容易从侧面持久。
ὁ μὲν οὖν νότος καὶ βορέας ἐκ τῶν ἐφ’ ἑκάτερα τόπων τῆς τοῦ ἡλίου φορᾶς πνέουσιν, οἱ δὲ ἄλλοι μᾶλλον ἐκ τοῦ κατ’ ἀντικρύ.
因此,南风和北风是从太阳运行轨迹两侧的区域吹来的,而其他的风则更多地是从正对面吹来。
§26.36Πότερον τὸ πνεῦμα ἀπὸ πηγῆς τινὸς φέρεται ὥσπερ τὸ ὕδωρ, καὶ ταύτης οὐκ ἔστιν ἀνωτέρω αὐτὸ ἐνεχθῆναι, ἢ οὔ;
风是否像水一样从某种源头流出,并且它不可能被带到高于这个源头的地方,还是并非如此?
καὶ πότερον ἀπὸ ἑνὸς σημείου ἢ ἀπὸ πλείονος τόπου;
它是从单一的点流出,还是从更宽广的区域流出?
ἔνια μὲν οὖν ἐστὶν ὅμοια, ἃ καὶ ἐπὶ τῶν ὑδάτων φαίνεται συμβαίνειν τό τε γὰρ ὕδωρ, ὅταν εἰς τὸ κάταντες φέρηται, θᾶττον ῥεῖ ἢ ὅταν ἐν τῷ ἐπιπέδῳ καὶ ὁμαλοῦ λιμνάζῃ.
有些情况是相似的,这些情况也同样发生在水身上;因为水向低处流时,比在平坦和均匀的地方停滞时流动得更快。
ὁμοίως δὲ καὶ τὰ πνεύματα· ἐπὶ μὲν γὰρ τοῖς ἄκροις καὶ τοῖς ὑψηλοῖς ἀεὶ ἐν κινήσει ὁ ἀήρ, ἐν δὲ τοῖς κοίλοις πολλάκις ἠρεμεῖ καὶ ἄπνοια γίνεται.
风也是如此;因为在山顶和高处,空气总是处于运动之中,但在洼地,空气常常静止,从而出现无风状态。
ἔτι ἐπὶ τοῖς σφόδρα ὑψηλοῖς ὄρεσιν οὐ γίνεται τὰ πνεύματα, οἷον ἐπὶ τῷ Ἄθῳ καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις.
此外,在极高的山上不会产生风,比如在阿索斯山和其他类似的山上。
σημεῖον δέ· ἃ γὰρ ἂν καταλείπωσιν οἱ τῷ προτέρῳ ἔτει θύοντες, εὑρίσκεσθαί φασι διαμένοντα τῷ ὑστέρῳ.
其证据是:人们说,前一年祭祀的人留下的东西,在第二年被发现依然完好。
δῆλον οὖν ὅτι ὥσπερ ἀπὸ πηγῆς τινὸς καὶ ἡ τοῦ πνεύματος φορὰ γίνεται.
因此显而易见,风的流动也是像从某种源头产生的一样。
εἰς τὸ ἄνω οὖν οὐκέτι δύναται διικνεῖσθαι.
所以它无法再向更高处到达。
διὰ τοῦτο οὖν ἐπὶ τοῖς ὑψηλοῖς τοῦτο συμβαίνει.
正因为如此,在高处才会发生这种情况。
ὁμοίως δ’ ἂν καὶ ἐπὶ τοῦ ὕδατος εἴη· οὔτε γὰρ ὕδωρ λάβρον οὔτε πνεῦμα ἐξαίσιον ἐν τοῖς ὑψηλοῖς φαίνεται γίνεσθαι.
对于水来说也是一样;因为在高处既没有发现湍急的水流,也没有发现狂暴的风产生。
§26.37Διὰ τί ποτε τοῦ μὲν νότου πνέοντος ἡ θάλαττα κυανέα γίνεται, τοῦ δὲ βορέου ζοφώδης;
为什么南风吹拂时海面会变成深蓝色,而北风吹拂时海面会变成暗黑色?
ἢ ὅτι ὁ βορέας ἧττον τὴν θάλατταν ταράττει, τὸ δὲ ἀταρακτότερον ἅπαν μέλαν φαίνεται.
是因为北风较少扰动海面,而较少波动的一切都显得黑暗吗?