Humanitext Reader

亚里士多德 · 问题集 §25.8-25.12

液体体积变化与空气渗透性探讨

第 110 段,共 148 段 · 希腊语

内容简介

本文探讨了关于空气物理性质的一系列问题,包括将装入革袋的液体装入大罐以及将灰与水混合时的体积变化谜题,空气穿透固体的物理成因,以及接触水的空气为何不保持潮湿等现象。

§25.8Διὰ τί, ὅταν διαχυθῇ τὸ ὑγρὸν εἰς ἀσκούς, οὐ μόνον τὸ ὑγρὸν δέχεται ὁ πίθος μετὰ τῶν ἀσκῶν, ἀλλὰ καὶ ἄλλο προσλαμβάνει;
为什么当液体被注分进革袋时,大罐不仅能容纳革袋和其中的液体,还能额外多容纳一些?
ἢ ὅτι ἐν τῷ ὑγρῷ ἐνυπάρχει ὁ ἀήρ;
是因为液体中存有空气吗?
οὗτος οὖν ὅταν μὲν ἐν τῷ πίθῳ ἐνῇ, οὐ δύναται ἐκκρίνεσθαι διὰ τὸ μέγεθος τοῦ πίθου· ἐκ γὰρ τοῦ μείζονος χαλεπώτερον ἐκθλῖψαι ὁτιοῦν καὶ ὑγρὸν καὶ πνεῦμα, ὥσπερ καὶ ἐκ τῶν σπόγγων.
当这种空气在大罐中时,由于大罐的体积巨大,空气无法被排出;因为从较大的容器中挤出任何东西(无论是液体还是气体)都更为困难,就像从海绵中挤水一样。
ὅταν δὲ μερίζηται εἰς μικρά, ἐκθλίβεται ἐκ τοῦ ἀσκοῦ μετὰ τοῦ ἐνόντος, ὥσθ’ ἡ τοῦ ἀέρος χώρα κενὴ γίνεται.
但是当液体被分成小份时,空气就会随着其中的液体一起从革袋中被挤出,从而使空气原先占有的空间变空。
διὸ καὶ τοὺς ἀσκοὺς καὶ ἔτι ἄλλο ὑγρὸν δέχεται ὁ πίθος.
因此,大罐既能接纳革袋,又能接纳更多的液体。
καὶ μᾶλλον ἐπὶ τοῦ οἴνου τοῦτο γίνεται, ὅτι πλείων ἀὴρ ἐν τῷ οἴνῳ ἔνεστιν ἢ ἐν τῷ ὕδατι.
这种情况在葡萄酒中更容易发生,因为葡萄酒中的空气比水中的更多。
ὅμοιον δὲ τούτῳ καὶ τὸ ταὐτὸ ἀγγεῖον τήν τε κονίαν καὶ τὸ ὕδωρ χωρεῖν ἅμα. ὅσον ἑκάτερον χωρὶς ἐγχεόμενον.
与此相似的是,同一个容器能同时容纳灰烬和水,且其容量相当于各自单独注入时的总和。
ἔοικεν γὰρ πολλὰ εἶναι τὰ διάκενα τῆς τέφρας.
因为灰烬中的空隙似乎很多。
ἅτε οὖν λεπτότερον τὸ ὕδωρ διαδύνει μᾶλλον καὶ συσσάττει ἤδη, ὥστε πυκνοῦσθαι, καὶ διὰ τὸ παρ’ ἕκαστον τῶν μερῶν εἶναι τὴν σάξιν (μᾶλλον γὰρ σάττεται κατὰ μικρὸν σαττόμενον ἅπαν ἢ ἀθρόον), τούτου δὲ γινομένου ὑποκαταβαίνειν τὴν κονίαν· ἅμα δὲ καὶ ἡ τέφρα εἰς αὑτὴν δέχεται τὸ ὑγρὸν διὰ τὸ ἔχειν κοιλίας.
由于水更为精细,它更能渗透并开始把东西压紧,从而使其凝聚,并且由于这种压紧是在每一个局部发生的(因为万物在一点点被压紧时比一次性被压紧时能装得更多),当这种情况发生时,灰烬似乎就会沉降下去;同时,灰烬因其内部拥有空腔而能将液体吸入自身。
ἡ δὲ βαλλομένη τέφρα εἰς τὸ ὕδωρ θερμὴ οὖσα τέμνει αὐτὸ καὶ ἐξαεροῖ.
但是投进水中的灰烬因为是热的,所以会剖开水并排出其中的空气。
καὶ πρότερον δὲ ὕδατος ἐγχυθέντος καὶ ὕστερον κονίας ἐμπιπτούσης τὸ αὐτὸ γίνεται, ὥστε καὶ τὸ ὕδωρ ἔχοι ἂν κοιλίας καὶ διάκενα αὐτὸ ἐν αὑτῷ.
即使先注入水,后落入灰烬,同样的事情也会发生,因此水自身内部也应当具有空腔和间隙。
ἢ οὐ τὸ ὕδωρ τὸ δεχόμενον τὴν κονίαν, ἀλλ’ ἡ κονία τὸ ὕδωρ;
或者,并不是水接纳了灰烬,而是灰烬接纳了水?
τὸ γὰρ λεπτομερέστερον εἰκὸς εἶναι τὸ εἰσιόν.
因为进入其中的物质自然应当是由更微细的部分组成的。
ἔτι καὶ ἐκ τῆς πείρας δῆλον.
此外,从经验中也很明显。
ὅταν γὰρ ἐπιπάττηται ἡ τέφρα, καθ’ ὃν ἂν τόπον ἐπιπάττηται, εἰς τοῦτον συρρεῖ τὸ ἄλλο ὕδωρ· ἔδει δὲ τὸ ἐναντίον, εἴπερ ἦν τὸ ὕδωρ τὸ δεχόμενον.
因为每当撒下灰烬时,无论在什么地方撒下,其余的水都会汇聚到这个地方;但如果水是接纳者,本该发生相反的情况。
ἢ οὐ συμβαίνει τοῦτο, ἐὰν πρότερον ἐγχυθῇ τὸ ὕδωρ καὶ σφόδρα διαμεστώσῃ· ἀλλ’ ἐὰν ὁτιοῦν ἐπιβληθῇ, ὑπερχεῖται.
或者,如果先注入水并使其完全装满,这就不会发生;而是只要投进任何东西,水就会溢出。
ἐὰν δ’ ἅπαξ ὑπερχυθῇ καὶ ἐπιπέσῃ ἡ τέφρα, ἤδη συμβαίνει· ἡ γὰρ τέφρα ἦν δεχομένη.
但如果水溢出一次后灰烬落入,这就会发生;因为灰烬才是接纳者。
ταὐτὸ δὲ τοῦτο καὶ ὅτι οἱ βόθυνοι τὴν ἐκβληθεῖσαν ἐξ αὐτῶν γῆν οὐ δέχονται· ἔοικεν γὰρ δὴ ἀήρ τις προκαταλαμβάνων τὸν τόπον καὶ διὰ τοῦτο μὴ δέχεσθαι.
同样的原因也解释了为什么坑穴无法完全装回从其中挖出的泥土;因为似乎是某种空气预先占领了空间,因此无法接纳。
§25.9Διὰ τί ὁ ἀὴρ παχύτερος ὢν τοῦ φωτὸς διέρχεται διὰ τῶν στερεῶν;
为什么空气比光更稠密,却能穿过固体?
ἢ διότι τὸ μὲν φῶς κατ’ εὐθεῖαν φέρεται μόνον, διὸ καὶ διὰ τῶν ἀραιῶν οὐ διορᾷ ἡ ὄψις, οἷον κισήριδος;
是因为光只沿直线传播,所以我们的视线无法看穿结构松散的东西(例如轻石)吗?
ἐπαλλάττουσιν γὰρ οἱ πόροι·
因为其中的孔道是交错重叠的;但在玻璃中却非如此。
ἀλλ’ οὐκ ἐν τῇ ὑάλῳ, ὁ δὲ ἀὴρ οὐ κωλύεται διὰ τὸ μὴ εὐθυπορεῖν οὗ διέρχεται.
相反,空气不会受到阻碍,因为在它通过的地方,它不需要直线传播。
§25.10Διὰ τί ὁ ἀὴρ ψυχρὸς μὲν γίνεται διὰ τὸ ἅπτεσθαι τοῦ ὕδατος, δίυγρος δὲ οὔ, κἂν σφόδρα τις φυσᾷ εἰς τὸ ὕδωρ ὥστε κυμαίνειν, ὅτι δὲ ψυχρός, δηλοῖ μεθιστάμενος·
为什么空气因接触水而变冷,却不会变得极度潮湿,即使有人用力向水中吹气以致泛起波浪?
ψύχει γὰρ ἀπὸ τῶν ὑδάτων.
它变冷这一点在它移动时显现出来;因为它从水中带来了冷气。
ἢ ὅτι ψυχρὸς μὲν πέφυκεν εἶναι καὶ θερμός, ὥστε μεταβάλλει τῇ ἁφῇ οὗ ἄν τινος ἅπτηται, ὑγρὸς δὲ οὐκέτι διὰ τὸ κουφότερος εἶναι· καὶ οὐδέποτε εἰς τὸ βάθος τοῦ ὕδατος ἔρχεται, ἀλλ’ ἀεὶ τοῦ ἐπιπέδου ἅπτεται, κἂν βιάζηται κάτω· καὶ τὸ ὕδωρ ἔτι κατωτέρω φέρεται, ὥστε μήποτε εἰς βάθος ἰέναι.
或者,是因为它在本性上既能变冷也能变热,所以能通过接触而随着它所接触的东西而改变,但由于它较轻,所以不再保持湿润;而且它绝不会进入水的深处,而总是只接触表面,即使被强行向下压;且水会被带到更低处,以致空气绝不会进入深处?
§25.11Διὰ τί ὁ ἐκ τῶν πομφολύγων καὶ κάτωθεν ἀνιὼν οὐ διερὸς ἐξέρχεται;
为什么从泡泡中和从下方升起的空气出来时不是湿漉漉的?
ἢ διότι οὐκ ἐπιμένει τὸ ὑγρόν, ἀλλ’ ὀλισθαίνει τὸ ὕδωρ;
是因为液体无法停留,而水滑落了吗?
τὸ δ’ ἐπὶ τῇ πομφόλυγι καὶ ἔλαττόν ἐστιν ἢ ὥστε διερεῖν.
而且泡泡之上的液体太少,不足以使其变湿。
§25.12Διὰ τί ὁ ἀὴρ οὐκ ἀναπίμπλησι, τὸ δὲ ὕδωρ;
为什么空气不能浸透,而水却能?
καὶ εἰς τὸν ἀέρα γὰρ μετατιθέμενον διερόν.
因为即使被移入空气中,事物也是湿的。
ἢ ὅτι ὥσπερ οὐδὲ ὁ λίθος;
或者是因为,就像石头也不能浸透一样?
οὐ γὰρ πᾶν ἐστὶν ἀναπληστικόν, ἀλλὰ τὸ γλίσχρον ἢ ὑγρόν.
因为并非所有东西都具有浸透的能力,而只有黏稠之物或液体才行。

词汇与语法注释

  1. §25.8ὅσον ἑκάτερον χωρίς — 这个由关系形容词 `ὅσον` 引导的短语限制并比较了前面不定式 `χωρεῖν`(容纳)的宾语数量,意思是“与各自单独注入时的分量相同”。它在没有主要动词的情况下,同格地连接到对格与不定式结构中。
  2. §25.8ὑποκαταβαίνειν τὴν κονίαν — 这个对格不定式延续了由 `ἔοικεν`(似乎)所引导的一系列不定式(如 `εἶναι` 等)的结构。在前置属格独立结构 `τούτου δὲ γινομένου`(随着此事的发生)作为条件的前提下,它表示灰烬向下沉降这一结果或推论出的事实。
  3. §25.10δηλοῖ μεθιστάμενος — `δηλοῖ`(显明)的主语是前文提到的 `ὁ ἀήρ`(空气),与其一致的主格分词 `μεθιστάμενος` 用作状语表示时间(“当它移动时”或“当它改变位置时”)。整句的意思是“它在移动时表明了[它是寒冷的]”。
  4. §25.11τὸ δ’ ἐπὶ τῇ πομφόλυγι — 冠词 `τὸ` 后接介词短语构成了名词化表达,根据上下文省略了中性名词 `ὕδωρ`(水)或 `ὑγρόν`(液体)。它指的是“泡泡之上的东西”(即覆盖在泡泡表面的薄薄水膜)。

引用这一段

亚里士多德, 问题集 §25.8-25.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:25.8-25.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。