Humanitext Reader

亚里士多德 · 问题集 §25.1-25.7

空气压力沼泽异响与各类气象现象

第 109 段,共 148 段 · 希腊语

内容简介

本章节探讨了充气革袋内部压力以及沼泽中类似牛鸣声(boumykoi)的物理成因。此外,还讨论了空气不湿润的特性、午夜和中午出现风平浪静的原因、清晨的寒冷、蓬托斯地区极端的气候以及夜间晴朗天气等气象现象。

§25.1Διὰ τί ἐν τοῖς ἀσκοῖς τοῖς πεφυσημένοις ἐναπολαμβανόμενα τὰ μέλη πόνον παρέχει;
为什么被禁锢在吹胀的革袋中的肢体会感到疼痛?
πότερον διὰ τὴν πίεσιν τοῦ ἀέρος;
是因为空气的压力吗?
ὥσπερ γὰρ οὐδὲ τοῖς ἔξωθεν πιέζουσι τὸν ἀσκὸν ἐνδίδωσιν ὁ ἀήρ, ἀλλ’ ἀπωθεῖ, οὕτω καὶ τὰ ἐντὸς ἐναπολαμβανόμενα θλίβει ὁ ἀήρ.
因为正如空气不会向从外部按压革袋的人屈服、反而会推回一样,空气也会压迫被禁锢在内部的事物。
ἢ διότι βίᾳ κατέχεται καὶ πεπίληται;
或者是因为[空气]被强力禁锢并被压缩了?
ἔξω οὖν πάντῃ ὁρμῶν κατὰ φύσιν προσαπερείδεται πρὸς τὸ ἐντὸς ἀπειλημμένον σῶμα.
因此,由于它在本性上向外朝各个方向运动,便额外施压于内部被围困的身体。
§25.2Διὰ τί ἐν τοῖς ἕλεσι τοῖς παρὰ τοὺς ποταμοὺς γίνονται οἱ καλούμενοι βούμυκοι, οὓς μυθολογοῦσιν ταύρους ἱεροὺς εἶναι τοῦ θεοῦ;
为什么在河流附近的沼泽中会产生所谓的“牧牛叫”,人们传说那是献给神的圣牛?
ἔστι δὲ τὸ γινόμενον ψόφος ὅμοιος φωνῇ ταύρου, ὥστε αἱ βόες οὕτω διατίθενται ἀκούουσαι ὥσπερ ταύρου μυκωμένου.
产生的声音类似于雄牛的叫声,以至于母牛听到后,其反应就如同听见雄牛在咆哮一般。
ἢ ὅτι ὅσοι ποταμοὶ λιμνάζουσιν εἰς ἕλη, ἢ ὅσα ἕλη λιμνάζονται, ἢ ὑπὸ θαλάττης ἀντικρούονται, ἢ τὸ πνεῦμα ἀφιᾶσιν ἀθροώτερον, ἐν τοῖς τοιούτοις γίνεται τοῦτο;
或者是因为,凡是河流滞留成沼泽的地方,或者沼泽停滞之处,或者被海水阻挡的地方,或者一下子排出大量气体的地方,在这些地方就会发生这种情况?
αἴτιον δὲ ὅτι αἱ κοιλίαι τῆς γῆς γίνονται.
其原因在于,地底形成了空腔。
οὕτως οὖν κλυζόμενον τὸ ὕδωρ, διὰ τὸ ἐνεῖναι ῥεῦμα ἐν τῇ τοιαύτῃ λιμνασίᾳ, ἀπωθεῖται τὸν ἀέρα διὰ στενοῦ εἰς εὐρυτέραν κοιλίαν, οἷον εἴ τις εἰς ἀμφορέα κενὸν κατὰ τὸ στόμιον ποιοῖ ψόφον, μυκήματι ὅμοιον γίνεται·
因此,由于在这种滞留的水中存在流动,冲刷着的水通过狭窄的通道将空气推进更宽的空腔中,这就像有人在空双耳罐的口部发出声音时,会产生类似于牛鸣的声音。
καὶ γὰρ ἡ μύκησις διὰ τοῦτο γίνεται τὸ σχῆμα τοῖς βουσίν.
因为牛的鸣叫也是由于这种身体构造而产生的。
πολλὰς δὲ καὶ ἀτόπους φωνὰς ποιοῦσι τὰ σχήματα τῶν κοιλιῶν ἀνώμαλα ὄντα, ἐπεὶ καὶ ἀμφορέως τὸν πύνδακα ἐάν τις ἀφελὼν διὰ τοῦ πυθμένος τρίβῃ ἕλκων ἔσω καὶ ἔξω, εἰ τρίψει διὰ τοῦ καταδήματος, ψόφον ποιεῖ, ὥστε φεύγειν τὰ θηρία, ὅταν οἱ ὀπωροφύλακες κατασκευάσωσιν αὐτό.
空腔的形状若是不规则的,就会产生许多奇特的声响,因为即使有人把双耳罐的底去掉,通过底部进行摩擦,拉入拉出,如果是通过绑缚处进行摩擦,就会发出巨大的声音,以至于果园看守人制作这种装置时,野兽都会逃跑。
§25.3Διὰ τί ὁ ἀὴρ οὐχ ὑγρός, ἁπτόμενος τοῦ ὕδατος;
为什么空气接触到水却不潮湿?
τῶν γὰρ ἄλλων οὐθὲν ὅ τι οὐχ ὑγρόν, ἂν ἅψηται.
因为其他任何东西,一旦接触到水,没有不变湿的。
ἢ διότι τὸ ἔσχατον αὐτῶν ἅμα, τὸ δὲ ἐπίπεδον ἑκατέρου οὐχ ἕτερον;
或者是因为它们的边缘重合,而它们各自的表面并没有什么不同?
τὰ μὲν οὖν ἄλλα βαρύτερα, ὁ δὲ ἀὴρ οὐ ῥέπει κατωτέρω τοῦ ἐσχάτου.
其他事物更为沉重,而空气并不会下沉到这一边缘以下。
ἅπτεται μὲν οὖν, ὅτι οὐθὲν μεταξύ, οὐ βρέχεται δέ, ὅτι ἀεὶ ἄνωθεν τοῦ ὕδατος.
因此,它确实接触到了水,因为它们之间没有任何介质;但它没有变湿,因为它总是在水之上。
§25.4Διὰ τί μέσων νυκτῶν καὶ μεσημβρίας μάλιστα εὐδία γίνεται;
为什么在午夜和中午时分天气最平静?
ἢ διότι ἡ νηνεμία ἐστὶν ἀέρος στάσις, ἕστηκε δὲ μάλιστα ὅταν κρατῇ ἢ κρατῆται, μαχόμενος δὲ κινεῖται.
或者是因为无风乃是空气的静止,而在它支配或被支配时最容易静止,在处于争斗中时则会运动?
κρατεῖ μὲν οὖν μάλιστα μέσων νυκτῶν, κρατεῖται δὲ μεσημβρίας·
而它在午夜时最占统治地位,在中午时最受支配;因为在前一时刻太阳最远,在后一时刻太阳最近。
τοτὲ μὲν γὰρ ὁ ἥλιος πορρωτάτω, τοτὲ δὲ ἐγγυτάτω γίνεται.
此外,风或者在黎明前后、或者在日落前后开始刮起,而晨风在被支配时停止,晚风在停止支配时平息。
ἔτι ἄρχεται τὰ πνεύματα ἢ περὶ ἕω ἢ περὶ δυσμάς, λήγει δὲ τὸ μὲν ἕωθεν, ὅταν κρατηθῇ, τὸ δὲ ἀπὸ δυσμῶν, ὅταν παύσηται κρατῶν. συμβαίνει οὖν τὰ μὲν μεσημβρίας παύεσθαι, τὰ δὲ μέσων νυκτῶν.
因此,结果就是某些风在中午平息,而另一些风在午夜平息。
§25.5Διὰ τί ὑποφαυσκούσης ἕω καὶ ἤδη πρωΐ μᾶλλόν ἐστι ψῦχος ἢ τῆς νυκτός, ἐγγυτέρω ὄντος τοῦ ἡλίου ἡμῶν;
为什么在黎明破晓、已然清晨之时,尽管太阳离我们更近,却比夜间更冷?
ἢ ὅτι πρὸς ἡμέραν δρόσος καὶ πάχνη πίπτει, ταῦτα δέ ἐστι ψυχρά· ὥσπερ οὖν ῥανθέντος τοῦ παντὸς τόπου ὑγρῷ ψυχρῷ γίνεται κατάψυξις.
是因为接近白昼时会落下露水和霜,而这些都是寒冷的;因此,就像整个地方被寒冷的液体洒过一样,发生了降温。
§25.6Διὰ τί ἐν τῷ Πόντῳ καὶ ψύχη μάλιστα καὶ πνίγη;
为什么在蓬托斯既有极度的严寒,又有极度的闷热?
ἢ διὰ τὴν παχύτητα τοῦ ἀέρος;
是因为空气的稠密吗?
τοῦ μὲν γὰρ χειμῶνος οὐ δύναται διαθερμαίνεσθαι, τοῦ θέρους δὲ, ὅταν θερμανθῇ, κάει διὰ τὴν παχύτητα.
因为在冬天无法被彻底加热,而在夏天,一旦变热,由于其稠密,就会产生灼烧。
ἡ δὲ αὐτὴ αἰτία καὶ διότι τὰ ἑλώδη τοῦ μὲν χειμῶνος ψυχρά, τοῦ δὲ θέρους θερμά.
而湿地在冬天寒冷、在夏天炎热,也是出于这同一个原因。
ἢ διὰ τὴν τοῦ ἡλίου φοράν;
还是因为太阳的运行?
τοῦ μὲν γὰρ χειμῶνος πόρρω γίνεται, τοῦ δὲ θέρους ἐγγύς.
因为在冬天太阳变远,而在夏天变近。
§25.7Διὰ τί τῆς νυκτὸς αἰθρία μᾶλλον ἢ μεθ’ ἡμέραν;
为什么夜间比白天天气更晴朗?
ἢ καὶ τοῦ πνεύματος καὶ τῆς ταραχῆς ὁ ἥλιος αἴτιος;
或者说,风和骚动都是太阳引起的?
ταῦτα γὰρ κινήσεώς τινος γενομένης συμβαίνει γίνεσθαι. αἴτιον τοίνυν τὸ θερμόν.
因为这些是在产生某种运动时发生的;因此,其起因是热。
ὅταν οὖν τοῦτο μὴ παρῇ, ἠρεμεῖ τὸ πᾶν, καὶ αἰρομένου τοῦ ἡλίου μᾶλλον ἢ τοὐναντίον·
因此,当热不存在时,万物便静止,而且在太阳离去时更是如此。
καὶ τὸ μήποτ’ ἀπ’ ἠπείρου τοῦτ’ ἐστίν, ὅτι οὗ πλείστη κίνησις, ἐκεῖ ἥκιστα ἄν τι μένοι καὶ συσταίη, μὴ ὁμαλοῦ ὄντος καὶ κρατοῦντος τοῦ συνισταμένου.
而“绝不要从大陆”这句话也正是这个意思:因为在运动最剧烈的地方,除非凝聚之物是均匀且占主导的,否则任何东西都最不可能停留并凝聚。
τοῦ μὲν δὴ χειμῶνος ἡ θάλαττα τοιοῦτον, τοῦ δὲ θέρους ἡ γῆ.
在冬天,海洋确实具有这种性质,而在夏天,陆地则是如此。

词汇与语法注释

  1. §25.1ὁρμῶν — 阳性单数主格现在分词。其主语与主动词 `προσαπερείδεται` 一致,在上下文里省略了前句中的 `ὁ ἀήρ`(空气)。
  2. §25.2ἐάν τις ἀφελὼν... τρίβῃ — 条件从句 `ἐάν τις` 支配分词 `ἀφελὼν` 和虚拟语气 `τρίβῃ`,随后跟着一个平行的条件从句 `εἰ τρίψει`(直说兵未来时)。主句为 `ψόφον ποιεῖ`。
  3. §25.3τὸ δὲ ἐπίπεδον ἑκατέρου οὐχ ἕτερον; — 此处的 `οὐχ ἕτερον`(并非异类)意指相接触的二者表面是同一或连续的。省略了非人称的 `ἐστί`。
  4. §25.7μήποτ’ ἀπ’ ἠπείρου — 谚语式的引用语“绝不要从大陆[起风]”被视作名词短语,作为 `τοῦτ' ἐστίν`(“这就是[……的意思]”)的补语。

引用这一段

亚里士多德, 问题集 §25.1-25.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:25.1-25.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。