§24.10Διὰ τί τὰ μὲν ὀλίγον χρόνον ἐν τῷ θερμῷ βρεχόμενα ἀνοιδεῖ, τὰ δὲ πολὺν συμπίπτει καὶ γίνεται ῥυσά;
为什么在温热的东西中浸泡较短时间的事物会膨胀,而浸泡较长时间的事物却会缩减并起皱?
ἢ διότι τὸ θερμὸν ἐκ πεπηγότος ὑγρὸν ποιεῖ, ἐκ δὲ ὑγροῦ πνεῦμα, τὰ δὲ πυκνὰ ἀραιοῖ;
是因为热能使凝固之物变为液体,使液体变为气体,并使稠密之物变得稀疏吗?
τὸ μὲν οὖν πρῶτον θερμαῖνον τὰ πεπηγότα ὑγρότερα ποιεῖ, καὶ ἐξ ὑγρῶν πνευματοποιοῦν ὀγκηρὰ ποιεῖ διαχέον· ὅταν δὲ μᾶλλον θερμαίνῃ τὸ πέριξ, ἀραιὸν ποιεῖ, ὥστε ἀποπνεῖται ἡ ἀτμίς, καὶ τὸ ὑγρὸν ξηραινόμενον συμπίπτειν ποιεῖ τοὺς ὄγκους.
因此,起初加热时,它使凝固之物变得更稀,并因从液体中产生气体,通过扩散使其膨胀;但当它对周围加热更多时,它使其变得稀疏,从而使水蒸气蒸发,而液体在干燥过程中使膨胀的体积缩减。
συμπιπτόντων δὲ ῥυσοῦται τὸ πέριξ δέρμα πάντων. ᾗ δὲ ἀνωμάλως, ταύτῃ ῥυσὸν γίνεται.
当它们缩减时,所有这些事物的周围皮肤就会起皱;而在缩减不均匀的地方,那里就会产生皱纹。
§24.11Διὰ τί ὑπὸ τῶν θερμῶν ὑδάτων μᾶλλον ἢ ὑπὸ τῶν ψυχρῶν πήγνυνται λίθοι;
为什么在温水的影响下比在冷水的影响下,石头更容易凝固?
πότερον ὅτι τῇ τοῦ ὑγροῦ ἐκλείψει γίνεται λίθος, μᾶλλον δὲ ὑπὸ τοῦ θερμοῦ ἢ τοῦ ψυχροῦ ἐκλείπει τὸ ὑγρόν, καὶ ἀπολιθοῦται δὴ διὰ τὸ θερμόν, καθάπερ καὶ Ἐμπεδοκλῆς φησὶ τάς τε πέτρας καὶ τοὺς λίθους καὶ τὰ θερμὰ τῶν ὑδάτων γίνεσθαι.
是因为石头的形成是由于水分的缺失,而水分在热的影响下比在冷的影响下缺失得更多,因此确实是由于热而石化,正如恩培多克勒也说岩石、石头以及温泉都是这样形成的吗?
ἢ τὸ θερμὸν ἀπολιθοῖ· καὶ ὑπὸ τοῦ ψυχροῦ δὲ λιθοῦται διὰ τὸ τὴν ὑπερβολὴν τοῦ πάγου τὸ ὑγρὸν ἀναλίσκουσαν σκληρύνειν;
还是热使之石化,而由于过度的严寒消耗了水分并使其变硬,冷也会使其石化?
δῆλον οὖν ἐκ τῆς ὑπερβολῆς καὶ τὸ ἀπλῶς.
因此,从极端的情况中,一般的情况也显而易见。
§24.12Διὰ τί ἐν τῷ θερμῷ ὕδατι, ἐὰν τὸν πόδα ἔχῃ τις, ἠρεμοῦντος μὲν ἧσσον δοκεῖ εἶναι θερμόν, ἐὰν δὲ κινηθῇ, θερμότερον;
为什么在温水中,如果有人把脚放进去,脚静止时感觉不那么热,但如果移动,就会感觉更热?
ἢ ὥσπερ καὶ ἐπὶ τοῦ σώματος, ἐὰν ἐν τῷ πνεύματι τροχάζῃ τις, ἀεὶ ὁ προϊστάμενος ἀὴρ ψυχρότερος· εἰς δὲ τὸ πορρώτερον εἰσιὼν μᾶλλον ἀσθάνεται.
还是像身体的情况一样,如果有人在风中奔跑,前方的空气总是较冷,而当脚移动进入更远的水中时,人会更强烈地感觉到[热]?
§24.13Διὰ τί ἐν τῷ ἡλίῳ μᾶλλον ἢ τῇ σκιᾷ τὰ θερμὰ ψύχεται;
为什么温热的事物在阳光下比在阴凉处更容易变冷?
πότερον ὅτι τὸ θερμὸν τὸ ἔλαττον ὑπὸ τοῦ πλείονος φθείρεται;
是因为较小的热被较大的热破坏了吗?
ἢ ὅτι ἐν μὲν τῇ σκιᾷ τὸ ψυχρὸν περιεστηκὸς θλίβει τὸ ἐνὸν θερμὸν καὶ οὐκ ἐᾷ ἐπεξιέναι, ὅπερ καὶ τοῖς θνήσκουσι ποιεῖ τὸ ψυχρὸν προχεόμενον· ἐγκατακλείει γὰρ τὸ θερμὸν καὶ κωλύει ἐξιέναι· καὶ ὅλως τοῦ χειμῶνος ἅπασι συμβαίνει τὰ ἔσωθεν θερμότερα· ἐν δὲ τῷ ἡλίῳ οὐδενὸς ἀντιφράττοντος φέρεται καὶ θᾶττον ἀπολείπει.
还是因为在阴凉处,周围的冷压缩了内部的热,不让它散发出去——这也是流出的冷对濒死者所做的事,因为它封闭了热并阻碍其逸出,而且一般来说在冬天所有人的内部都会更热——而在阳光下,由于没有任何东西阻挡,热便流失得更快?
§24.14Διὰ τί τὸ ἐν τῷ ἡλίῳ θερμαινόμενον ὕδωρ ὥστε λούεσθαι οὐκ ἔστιν ὑγιεινότερον;
为什么在阳光下晒热的用于洗澡的水不那么健康?
πότερον ὅτι διὰ τὸ ψύχεσθαι; καὶ ἔτι ἐπεὶ τὸ σωμάτιον φρίττειν ποιεῖ;
是因为它容易变冷,而且还会使身体发抖吗?
ἢ ποιεῖ μὲν καὶ τοῦτο, ἀλλὰ κἂν πολλάκις λούηταί τις, νοσερόν ἐστιν;
还是因为它确实会引起这种情况,而且即使经常洗,也是不健康的?
τὸ μὲν γὰρ θερμὸν ὅλως πεπτικόν ἐστι καὶ ξηραντικόν, τὸ δὲ ψυχρὸν σταλτικόν, ὥστε ἄμφω ποιεῖ τι ἀγαθόν. διὸ καὶ τὸ ὕδωρ καὶ τὸ ψυχρὸν λουομένοις καὶ τὸ θερμὸν τὸ ὑπὸ τοῦ πυρὸς χρήσιμον· τὸ δὲ ὑπὸ τοῦ ἡλίου διὰ τὴν ἀσθένειαν τῆς θερμότητος οὐδέτερον τούτων ποιεῖ, ἀλλὰ ὑγραίνει ὥσπερ τὸ τῆς σελήνης φῶς.
因为热在整体上具有消化和干燥的作用,而冷具有收缩作用,所以两者都有益处;因此,对于洗澡的人来说,冷水和用火加热的温水都是有用的,而在阳光下晒热的水,由于其热力微弱,既不能起到这两种作用,反而像月光一样使人身体湿润。
§24.15Διὰ τί τὸ ἐν τῷ ἡλίῳ θερμανθὲν ὕδωρ οὐκ ἀγαθόν;
为什么在阳光下晒热的水不好?
ἢ ὅτι τὰ ψυχόμενα ῥιγοῦν ποιεῖ;
是因为它在变冷时会使人发抖吗?
§24.16Διὰ τί τὰ ἐν Μαγνησίᾳ καὶ τὰ ἐν Ἀταρνεῖ θερμὰ πότιμά ἐστιν;
为什么马格尼西亚和阿塔奈乌斯的温泉是可以饮用的?
ἢ διότι ἐμβάλλει ὕδωρ πλεῖον ἀπορρέοντι τῷ θερμῷ, οὗ ἡ μὲν ἁλμυρότης ἀφανίζεται, ἡ δὲ θερμότης διαμένει;
是因为有更多的水注入流出的温泉水中,使其咸味消失,而温热却保留下来了吗?
§24.17Διὰ τί ἐν Μαγνησίᾳ τὰ θερμὰ τοῦ μὲν θερμὰ εἶναι ἐπαύσατο, ἁλμυρὸν δὲ ἦν τὸ ὕδωρ;
为什么马格尼西亚的温泉不再温热,而水却是咸的?
ἢ πλεῖον ἐπεχύθη ἅμα ψυχρὸν ἐπὶ τὰς πηγὰς ἀλλότριον, καὶ ἐναπέσβεσε τὴν θερμότητα;
是因为同时有更多外来的冷水注入泉眼,消熄了热量吗?
ἡ δὲ γῆ ἁλμυρὰ μὲν ἦν, θερμὴ δὲ οὔ, διὰ τὸ πλῆθος τοῦ ὕδατος τοῦ ἐμβάλλοντος.
而且土地确实是咸的,但由于注入的水量太多,所以不热。
ὅμοιον οὖν συνέβη τῷ διὰ τῆς τέφρας ὕδατι ἠθουμένῳ· καὶ γὰρ τοῦτο διὰ θέρμης ἠθούμενον ἐκείνην μὲν καταψύχει, καὶ αὐτὸ ψυχρὸν γίνεται, ἁλμυρόν τε καὶ πικρὸν διὰ τὴν τέφραν ἐστίν.
因此,发生了类似于用灰过滤水的情况;因为这种水在通过热源过滤时,会使热源变冷,自身也变冷,并且因为灰而变得又咸又苦。
ἐπεὶ δὲ τὸ προσιὸν ἠλλοτριωμένον ἐστίν, δι’ ἄλλην αἰτίαν ἐκράτησεν ἡ θερμότης ἐνοῦσα ἐν τῇ γῇ τῆς ψυχρότητος τοῦ ὕδατος δι’ ὀλιγότητα, καὶ ἐγένετο πάλιν θερμά.
但是,由于流入的水是外来的,因为别的原因,存在于土地中的热由于水量的稀少而战胜了水的冷意,于是泉水再次变热。
§24.18Διὰ τί τὰ ὅλα τῶν θερμῶν ὑδάτων ἁλμυρά;
为什么温泉水大体上都是咸的?
ἢ διότι τὰ πολλὰ διὰ γῆς ἠθεῖται στυπτηριώδους (δηλοῖ δὲ ἡ ὀσμὴ αὐτῶν) κεκαυμένης δέ;
是因为大多数泉水都是通过含有明矾(其气味表明了这一点)且被烧过的土地过滤出来的吗?
ἡ δὲ τέφρα πάντων ἁλμυρὰ καὶ θείου ὄζει. διὸ καὶ συγκάει οὕτως ὥσπερ ὁ κεραυνός.
而万物的灰都是咸的,并且有硫磺的气味;因此它也像霹雳一样烧毁事物。
πολλὰ οὖν θερμά ἐστιν ἀπὸ ἐπισημάνσεως κεραυνῶν.
所以,许多温泉都是由于霹雳的痕迹而产生的。
§24.19Διὰ τί τὰ θερμὰ λουτρὰ ἱερά;
为什么温泉是神圣的?
ἢ ὅτι ἀπὸ τῶν ἱερωτάτων γίνονται, θείου καὶ κεραυνοῦ;
是因为它们产生于最神圣的事物,即硫磺和霹雳吗?