Humanitext Reader

亚里士多德 · 问题集 §24.1-24.9

关于温水沸腾与温度变化的诸问题

第 107 段,共 148 段 · 希腊语

内容简介

本章探讨了关于温水和沸沸水的物理及生理学问题,包括涂油皮肤的温觉、井水温度变化、燃烧与消化原理、容器底部温度、冬季不易沸溢的成因、皮肤起皱以及浓汤和金属精炼时溅出的机制。

§24.1Διὰ τί τὸ θερμὸν ὕδωρ, ἐὰν ἐπικεχρισμένοι ὦσιν ἐλαίῳ, ἧττον θερμόν ἐστι καταχεόμενον, τοῦ ἐλαίου θερμοῦ ὄντος;
为什么温水在人们涂了油的情况下,泼在身上时,尽管那油是温的,却感觉不那么温?
ἢ διὰ τὸ λεαίνειν ὀλισθαίνει καὶ ἧττον ἐνδύνει;
还是因为[油]使表面光滑从而滑落,较少渗透进去?
§24.2Διὰ τί τὰ ὕδατα ἐν τοῖς φρέασι μετὰ μεσημβρίαν γίνεται τοῦ θέρους θερμά;
为什么井里的水在夏天午后会变温?
ἢ διότι τηνικαῦτα ἤδη κεκράτηκεν τὸ θερμὸν τὸν ἀέρα;
是因为那时候热气已经支配了空气吗?
πρὸ μεσημβρίας δὲ τὸ θερμὸν λύει τε τὸ ψυχρὸν καὶ παύει· οὐχ ἅμα δὲ πέπαυται καὶ κρατεῖ. ἀλλ’ ὅταν ἐπιχρονίσῃ.
在中午之前,热气分解并消除冷气;但消除和支配并非同时发生,而是要等时间流逝之后[才支配]。
§24.3Διὰ τί τὸ ὕδωρ θερμότερον ἐνίοτε τῆς φλογὸς γινόμενον οὐ κατακάει τὰ ξύλα, ἡ δὲ φλὸξ κατακάει;
为什么水有时变得比火焰更热,却不烧毁木头,而火焰却能烧毁?
ἢ ὅτι ἡ μὲν φλὸξ λεπτομερές, καὶ τὸ ἀπ’ αὐτῆς πνεῦμα, τὸ δὲ ὕδωρ μεγαλομερές, ὥστε οὐκ εἰσδύεται;
是因为火焰由微细的部分组成,其产生的气也是如此,而水由粗大的部分组成,所以无法渗透?
ἡ δὲ φλὸξ καὶ τὸ ἀπὸ τῶν ἀνθράκων διὰ λεπτότητα εἰσιὸν διαλύει.
而火焰和来自炭火的气,由于其微细而进入并分解万物。
§24.4Διὰ τί τὸ μὲν ὕδωρ τὸ ζέον οὐ τήκει, ἡ δὲ κοιλία τήκει;
为什么沸腾的水不能消化[食物],而胃却能消化?
πότερον ὅτι τὸ μὲν θερμὸν τὸ ἐν τῇ κοιλίᾳ εἰσέρχεται διὰ λεπτότητα, τὸ δὲ ὕδωρ οὐκ εἰσέρχεται διὰ παχύτητα;
是因为胃里的热由于其微细而进入,而水由于其粗大而不能进入吗?
ἢ διότι καὶ τὰ ἄλλα κωλύει τήκεσθαι τὸ ὑγρόν;
还是因为水分也阻碍了其他东西的消化?
οὐθὲν γὰρ ἐν ὑγρῷ τήκεται.
因为没有任何东西能在水分中消化。
ἐν δὲ τῇ κοιλίᾳ τὸ ὑγρὸν εἰς τὴν κύστιν ὑπονοστοῦν οὕτω λύει.
但在胃里,水分退入膀胱,从而以此分解[食物]。
§24.5Διὰ τί τῶν ἀγγείων ὁ πυθμὴν οὐ κάει ἐνόντος τοῦ ὕδατος καὶ ζέοντος, ἀλλὰ καὶ φέρουσι τοῦ πυθμένος ἐχόμενοι, ἐξαιρεθέντος δὲ κάει;
为什么当容器里有水且沸腾时,容器的底部不烫,人们甚至能握住底部提着走,但水被倒掉后就会烫手?
ἢ ὅτι σβέννυται τὸ ἐγγινόμενον θερμὸν ἐν τῷ πυθμένι ὑπὸ τοῦ ὕδατος;
是因为底部产生的热被水消熄了吗?
διὸ καὶ οὐ τήκεται τὰ τηκτά, ἂν μὴ ψόφος ἐμπέσῃ.
因此,除非发出剧烈的声响,否则易融之物也不会融化。
§24.6Διὰ τί οὐχ ὑπερζεῖ τοῦ χειμῶνος ὁμοίως καὶ τοῦ θέρους τὸ ὕδωρ, οὐ μόνον ὁμοίως θερμαινόμενον, ἀλλὰ καὶ μᾶλλον καὶ ὁμοίως θερμὸν ὄν, καὶ ἔτι μᾶλλον;
为什么水在冬天不像在夏天那样容易沸腾溢出,不仅在同样被加热时,甚至在被加热得更多、同样热、乃至更热的时候也是如此?
ἢ διότι ἡ ὑπέρζεσίς ἐστιν ἡ ἀναβολὴ τῶν πομφολύγων;
是因为沸腾溢出是气泡的上升吗?
τὸ μὲν οὗν ὕδωρ αὐτὸ θερμαίνεται τότε οὐθὲν ἧττον ἢ τοῦ ψύχους, αἱ δὲ πομφόλυγες αἴρεσθαι οὐ δύνανται ὁμοίως διὰ τὸ τὸν περιέχοντα ἀέρα εἶναι ψυχρόν, ἀλλὰ ἐλάττους τε τὰ μεγέθη αἴρονται ὑπὸ τοῦ ψύχους θλιβόμεναι, καὶ διακόπτοντος τοῦ ἀέρος ταχὺ διαπίπτουσιν, ὥστε ἐλάττους τε τῷ ὄγκῳ καὶ τῷ πλήθει γίνονται τοῦ χειμῶνος, τοῦ δὲ θέρους τοὐνανττίον.
那么水本身在当时被加热的程度不亚于寒冷时,但气泡由于周围空气寒冷而无法同样上升,反而因受冷收缩而以较小的体积上升,并在空气的阻碍下迅速破裂,因此在冬天它们的体积和数量都变小了,而夏天则相反。
ἡ δὲ ὑπέρζεσις γίνεται διὰ τὸ πλῆθος καὶ τὸ μέγεθος τοῦ ἀφροῦ.
而沸腾溢出是由于泡沫的数量和大小引起的。
§24.7Διὰ τί τὸ μὲν θερμὸν ὕδωρ ῥυτιδοῖ, τὸ δὲ πῦρ θερμὸν ὂν οὔ;
为什么温水会使[皮肤]起皱,而火虽然是热的却不会?
ἢ ὅτι τὸ μὲν πῦρ ποιεῖ πνεῦμα, ὥστε ὀγκοῖ;
是因为火产生气,从而使[皮肤]膨胀吗?
περιτείνεται γὰρ τὸ δέρμα.
因为皮肤被拉紧了。
ἡ δὲ κάμψις ῥυτίς ἐστιν.
而起皱是一种弯曲(松弛)。
§24.8Διὰ τί τῶν ἀγγείων οἱ πυθμένες θερμαινομένου τοῦ ὕδατος, ἕως ἂν ᾖ ψυχρὸν τὸ ὕδωρ, θερμότεροί εἰσιν;
为什么在水被加热的过程中,只要水还是冷的,容器的底部就会更热?
ἢ διότι ψυχροῦ μὲν ἔτι ὄντος τοῦ ὕδατος ἐγκατακλείεται τὸ θερμὸν καὶ ἀντιπεριίσταται εἴσω, κωλυόμενον ἐξιέναι, ὅταν δὲ διαθερμανθῇ τὸ ἐνὸν ὕδωρ, οὐκέτι ἀποστέγοντος, ἀλλὰ διαπνέοντος καὶ ἐλάττονος γινομένου τοῦ πυρὸς ψυχρότερος γίνεται ὁ πυθμήν, ὁμοίως ὥσπερ καὶ τὰ βαλανεῖα·
是因为当水还冷时,热被封闭并向内反向积聚,受阻而无法排出,但当里面的水被彻底加热后,它不再阻挡而是让热散发,且火势变小,因而底部变冷吗?
καὶ γὰρ ταῦτα τοῦ χειμῶνος θερμότερα ἢ τοῦ θέρους διὰ τὸ ἐγκατακλείεσθαι τὸ θερμὸν ἐν τῷ χειμῶνι μᾶλλον ἢ ἐν τῷ θέρει ὑπὸ τοῦ περιέχοντος ἀέρος ὄντος ψυχροῦ.
这正如浴场的情况一样;因为浴场在冬天也比在夏天更热,这是因为在冬天热被周围寒冷的空气封闭得比在夏天更厉害。
§24.9Διὰ τί τὸ μὲν ὕδωρ ζέον οὐκ ἐκπαφλάζει, τὸ δὲ ἔτνος καὶ ἡ φακῆ;
为什么水在沸腾时不会溅出,而浓汤和扁豆汤却会?
καίτοι κουφότερον τὸ ὕδωρ τούτων, τὰ δὲ κοῦφα ῥᾷον ῥῖψαι πόρρω.
然而水比这些更轻,而轻的东西应该更容易被抛向远方。
ποιεῖ δὲ καὶ τὸ ἀργύριον ταὐτό, καὶ τοῦτο καθαιρόμενον· διὸ οἱ ἐν τῷ ἀργυροκοπείῳ καλλύνοντες κερδαίνουσιν· τὸ γὰρ διαρριπτούμενον συγκαλλύνοντες λαμβάνουσι τὰ λείψανα.
银在精炼时也发生同样的情况;因此在银作坊里扫地的人能获利,因为他们在扫地时收集了溅落出来的残渣。
ἢ διότι ποιεῖ μὲν τὸν ἐκπαφλασμὸν τὸ θερμὸν ἐξατμίζον καὶ βιαζόμενον τὰ ἀντικραύοντα τῇ κατὰ φύσιν αὑτοῦ φορᾷ;
还是因为热在蒸发时,通过强行对抗阻碍其自然运动的事物而引起溅出?
τὸ μὲν οὖν ὕδωρ διὰ κουφότητα καὶ λεπτότητα οὐκ ἀποβιάζεται, ὥστε οὐκ ἀθροίζεται πολὺ θερμόν, ἀλλὰ πρὶν ἁλισθῆναι φθάνει διακόψαν τὸ ἀεὶ προσελθόν.
那么水由于轻和微细而不会被强行排出,所以不会积聚大量的热,而是在热积聚之前,就已经突破了不断逼近的阻碍。
τὰ δὲ ἔχοντα ἐν αὑτοῖς σῶμα, οἷον τὰ ῥοφήματα ἢ ὁ ἄργυρος, διὰ βάρος τὸ σωματοειδὲς ἔχοντα πολύ, καὶ ἀνταπωθοῦντα διὰ τὸ ἀποβιάζεσθαι βίᾳ, ἐξιόντος ἀποσφαιρίζεται ᾗ ἂν κρατήσῃ τὸ θερμόν·
但是那些自身含有大量实体的事物,例如浓汤或银,由于其实体性质而非常沉重,并且因为被强行排出而产生强烈的反作用力,在热逸出时,一旦热占了上风,就会呈球状被抛射出去。
οὐ γὰρ δίεισι διὰ πυκνότητα, ἀλλὰ κρατεῖ, ἕως ἂν ὑπὸ τοῦ ἐπιρρέοντος θερμοῦ ἀπορριφθῇ.
因为热由于它们的稠密而无法穿透,而是持续支配,直到被源源不断流入的热抛射出去。
γίνεται δὲ πληγή, οὐκ ὦσις, διὰ τὸ ταχὺ φέρεσθαι τὸ θερμὸν κάτωθεν ἄνω.
而且,由于热从下往上迅速传递,这产生的是撞击而非推挤。

词汇与语法注释

  1. §24.1τοῦ ἐλαίου θερμοῦ ὄντος — 属格独立结构。在此作让步状语(“尽管油是温的”)解,突出了与主句“感觉不那么温”这一出乎意料的事实之间的对比。
  2. §24.5τοῦ πυθμένος ἐχόμενοι — 动词 `ἔχομαι`(中间介)要求表示接触或部位的属格(`τοῦ πυθμένος`)作宾语,表示“抓住”或“握住”。
  3. §24.8ἀντιπεριίσταται — 指亚里士多德自然学中“反向积聚”(antiperistasis,即对立物的相互压缩与强化)概念的动词。指某种性质(热)在被其相反性质(冷)包围时,在内部被封闭、压缩并增强。
  4. §24.9πρὶν ἁλισθῆναι φθάνει διακόψαν — 将 `φθάνω` 与分词(`διακόψαν`,意为“先于……而做”)结合,并由 `πρὶν` 引导不定式(`ἁλισθῆναι`)修饰。此结构表达了复杂的先后时间关系:“在[热]积聚之前,就已经先突破了[阻碍]”。

引用这一段

亚里士多德, 问题集 §24.1-24.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:24.1-24.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。