§23.35Διὰ τί ἡ θάλαττα ἁλμυρὰ καὶ πικρά ἐστιν;
为什么海又是咸又是苦的?
ἢ ὅτι ἐν τῇ θαλάττῃ πλείους εἰσὶν οἱ χυμοί;
还是因为海里有更多的味汁?
καὶ γὰρ τὸ ἁλμυρὸν καὶ τὸ πικρὸν ἅμα φαίνεται.
因为咸与苦实际上是同时显现的。
§23.36Διὰ τί τὰ ἐν τῇ θαλάττῃ ὄστρακα καὶ λίθοι στρογγύλα γίνεται;
为什么海里的贝壳和石头会变圆?
ἢ ὅτι ὁμοίως περιθραυόμενα τὰ ἔσχατα εἰς τὸ στρογγύλον σχῆμα ἔρχεται;
还是因为它们的边缘同样被周围撞碎,从而形成圆形?
τούτου γὰρ τὸ ἔσχατον ὅμοιον, ἡ δὲ θάλαττα πάντη κινοῦσα ὁμοίως περιθραύει.
因为这种形状的边缘是均匀的,而海向各个方向运动,同样撞碎它们的周围。
§23.37Διὰ τί ἐνιαχοῦ, ἐάν τις ὀρύξῃ παρὰ τὴν θάλατταν, τὸ μὲν πρῶτον πότιμόν ἐστιν ὕδωρ, εἶθ’ ἁλμυρὸν γίνεται;
为什么在某些地方,如果有人在海边挖掘,起初是可饮用的水,然后就变咸了?
ἢ ὅτι αὐτῆς ἐστὶν τῆς θαλάττης τῆς διηθούσης ὑπὸ τὴν γῆν τὸ ὕδωρ;
还是因为那水是穿过地底过滤的浅海本身的水?
εἰκότως οὖν τὸ πρῶτόν ἐστι γλυκύ· ἐλαφρότερον γάρ ἐστι τὸ γλυκὺ τοῦ ἁλυκοῦ, καὶ ἡ θάλαττα ἔχει τι τοῦ γλυκέος, ὃ μιχθὲν τῇ γῇ μᾶλλον ἐπιπολάζει.
因此,起初是甜的也是理所当然的;因为甜水比咸水更轻,而且海中含有某种甜的部分,它与土混合后更浮于表面。
τὸ δὲ ἁλυκὸν διὰ τὸ βάρος καὶ διὰ τὸ τμητικὸν εἶναι κάτω φέρεται.
而咸水由于其重量和穿透力而被带向下。
εἴτε οὖν οὕτως εἴτε κατὰ τὰς φλέβας ἐκ τῆς ἠπείρου ῥεῖ ἐπὶ τὴν θάλατταν τὸ γλυκὺ ὕδωρ, εἰκότως ἂν ἐπιπολῆς εἴη τῆς θαλάττης, ἣ μίγνυται αὐτῇ.
因此,无论是通过这种方式,还是甜水从大陆通过水脉流向海洋,它自然会处于海的表面,并与海相混合。
ἀνοιχθέντων δὲ τῶν πόρων, ὕστερον διὰ πλῆθος τὸ ἁλυκὸν κρατοῦν τοιοῦτο πᾶν ποιεῖ.
然而,通道一旦打开,随后咸水由于量大而占了上风,使全体都变得和它一样。
συμβαίνει γὰρ πεφραγμένων τῶν ἄνω πόρων ἄλλην ὁδὸν ζητεῖν τὸ ἐπιρρέον, ἀνοιχθέντων δὲ ἐνταῦθα πᾶν φέρεσθαι, καθάπερ ἐπὶ τῶν τοῦ σώματος φλεβῶν.
因为当上部通道被堵塞时,流入的水会寻找别条路,但当它们被打开时,一切都流向那里,就像身体的血管一样。
§23.38Διὰ τί ἡ θάλαττα οὖσα βαρυτέρα τοῦ ποτίμου ὕδατος μᾶλλόν ἐστιν εὐδίοπτος;
为什么海虽然比可饮用水更重,却更透明?
πότερον ὅτι λιπαρωτέρα;
是因为它的油分更多吗?
τὸ δὲ ἔλαιον ἐπιχυθὲν ποιεῖ μᾶλλον εὐδίοπτον.
确实,倒入油能使之更透明。
ἔχουσα δὲ ἐν αὑτῇ λίπος εἰκότως μᾶλλον εὐδίοπτός ἐστιν.
而由于它自身含有脂肪,它自然更透明。
ἢ οὐχ ἅπαν τὸ ἐλαφρότερον καὶ εὐδιοπτότερον;
还是说,并非所有更轻的东西都更透明?
αὐτὸ γὰρ τὸ ἔλαιον ἐλαφρότερον τοῦ ὕδατος, εὐδιοπτότερον δὲ οὔ.
因为油本身比水更轻,但并不更透明。
ἢ οὐκ εὐδιοπτότερόν ἐστιν, ἀλλὰ φαίνεται;
还是说,它并非更透明,而只是看起来如此?
τὸ γὰρ πότιμον ὕδωρ ἀπὸ τῆς γῆς ἢ ἀπὸ ῥευμάτων ἐστίν, ἡ δὲ πηγὴ συναφίησι μετὰ τοῦ ὕδατος καὶ γῆν, ὥστε τῷ μὴ καθαρὰ εἶναι τὰ ῥεύματα συγκατάγει τὴν γῆν καὶ ἰλύν.
因为可饮用水来自大地或河流,而泉源在放出水的同时也放出了泥土,所以由于河流不纯净,它会顺流带下泥土和淤泥。
αὕτη οὖν ἐστὶν ἡ αἰτία τοῦ ἧττον εἶναι εὐδίοπτον.
因此,这就是它较不透明的原因。
§23.39Διὰ τί οἱ νέοντες ἐν τῇ θαλάττῃ λαπαροὶ γίνονται;
为什么在海里游泳的人腹部会变得凹陷?
εἰ γὰρ ὅτι πονοῦσι, καὶ οἱ τροχιζόμενοι ἰσχυρὸν πονοῦσι πόνον καὶ οὐ λαπάττονται.
因为如果是由于他们劳作,那么推车轮的人也承受着剧烈的劳苦,但腹部并不会凹陷。
ἢ ὅτι οὐ πᾶς πόνος ποιεῖ λάπαξιν, ἀλλ’ ὁ μὴ ποιῶν σύντηξιν;
还是因为并非所有的劳作都会引起凹陷,而只有不引起消耗的劳作才会如此?
ἡ δὲ ἐν τῇ θαλάττῃ διατριβὴ καὶ ὅλως δοκεῖ βρωτικωτέρους ποιεῖν καὶ λαπαρούς·
而在海中逗留似乎普遍使人食欲更旺盛,且使腹部凹陷。
θερμή τε γάρ ἐστι καὶ ξηρὰ ἡ ἀπ’ αὐτῆς ἀτμίς.
因为来自海的蒸汽既温暖又干燥。
§23.40Διὰ τί πᾶσα λίμνη πότιμος οὖσα πλύνει καὶ ῥύπτει τὰ ἱμάτια;
为什么任何湖泊,尽管是可饮用的,却能洗涤并净化衣服?
πλύνει μὲν γὰρ τὸ γλυκύ, ῥύπτει δὲ τὸ πικρόν, ἄμα δὲ οὐχ οἷόν τε ἔχειν ταῦτα.
因为甜水洗涤,苦水净化,而同时拥有这两者是不可能的。
ἢ οὐ τῷ πικρὸν εἶναι οὐθὲν ῥύπτει, ἀλλ’ ἡ γλισχρότης ῥυπτικόν;
还是说,任何东西净化并非因为其发苦,而是因为粘稠性具有清洁作用?
διὸ καὶ τὰ ἀκροκώλια καὶ ὅσα μυξώδη τοιαῦτα, ὥστε καὶ τῶν πικρῶν ὅσα τούτου μετέχει.
因此,动物肢端和所有这类粘液质的东西能清洁,所以,在苦的东西中,凡是分享了这种性质的也能清洁。
ἐν δὲ τῇ λίμνῃ ταύτῃ συμβέβηκεν τοῦτο, ὥστε τῆς νιτρώδους δυνάμεως τὸ μὲν πικρὸν ἐκκεκαῦσθαι, ἐμμένειν δὲ τὸ λιπαρὸν καὶ γλίσχρον.
而在这湖里发生了这样的事:在硝石的效能中,苦的部分已被烧尽,而油润和粘稠的部分则留存了下来。
τούτῳ μὲν οὖν ῥύπτει, πλύνει δὲ τῷ ποτίμῳ αὐτῆς.
因此,它以此净化,并以其可饮用的部分洗涤。
§23.41Διὰ τί τὸ γαληνίζον τῆς θαλάττης λευκὸν φαίνεται, τὸ δὲ κατάφορον μέλαν;
为什么海面平静的部分看起来是白的,而汹涌的部分看起来是黑的?
ἢ ὅτι τὸ ἧττον ὁρώμενον μελάντερον μᾶλλον φαίνεται;
还是因为看得较不清楚的东西看起来更黑?
ἧττον δὲ φαίνεται τὸ κινούμενον τοῦ ἠρεμοῦντος.
而运动之物比静止之物看得较不清楚。
ἢ διότι τὸ μὲν διαφαινόμενον λευκόν, τὸ δὲ μὴ διαφαινόμενον μέλαν;
还是因为透光的东西是白的,而不透光的东西是黑的?
ἧττον δὲ διαφαίνεται τὸ κινούμενον.
而运动之物较不透光。