§23.6Διὰ τί ἡ θάλαττα λευκοτέρα ἡ ἐν τῷ Πόντῳ ἢ ἡ ἐν τῷ Αἰγαίῳ;
为什么黑海的海水比爱琴海的海水更白?
πότερον διὰ τὴν ἀνάκλασιν τῆς ὄψεως τὴν γινομένην ἀπὸ τῆς θαλάττης εἰς τὸν ἀέρα;
是因为视线从海水反射到空气中吗?
ὁ μὲν γὰρ περὶ τὸν Πόντον ἀὴρ παχὺς καὶ λευκός, ὥστε καὶ τῆς θαλάττης ἡ ἐπιφάνεια τοιαύτη φαίνεται, ὁ δὲ ἐν τῷ Αἰγαίῳ κυανοῦς διὰ τὸ μέχρι πόρρω εἶναι καθαρός, ὥστε καὶ ἡ θάλαττα ἀνταυγοῦσα τοιαύτη φαίνεται.
因为黑海周围的空气浓厚而白,所以海面也显得如此;而爱琴海上空的空气由于长距离内都很晴朗而呈现深蓝色,所以海水反射其光芒也显得如此。
ἢ ὅτι πᾶσαι αἱ λίμναι λευκότεραι τῆς θαλάττης;
或者是因为所有的湖泊都比海水更白吗?
ὁ δὲ Πόντος ἐστὶ λιμνώδης διὰ τὸ πολλοὺς ποταμοὺς εἰς αὐτὸν ῥεῖν.
黑海因有许多河流流入而具有湖泊的性质。
αἱ δὲ λίμναι διαλευκότεραι τῆς θαλάττης καὶ τῶν ποταμῶν· γράφουσι γοῦν οἱ γραφεῖς τοὺς μὲν ποταμοὺς ὠχρούς, τὴν δὲ θάλατταν κυανέαν.
而湖泊明显比海水和河流更白;无论如何,画家们把河流画成黄褐色,而把海水画成深蓝色。
ἢ ὅτι διὰ μὲν τοῦ ποτίμου διέρχεται ταχὺ ἡ ὄψις, καὶ οὐκ ἀνακλᾶται πρὸς τὸν ἀέρα, ἀπὸ δὲ τῆς θαλάσσης οὔ;
或者是因为视线能快速穿过淡水,不向空气反射,而从海水却不能穿过吗?
οὔτ’ ἄνω ἀνακλᾶται διὰ τὸ μὴ λεῖον εἶναι τὸ ὕδωρ· κάτω δὲ ἀποκάμνει βαδίζουσα· διὸ μέλαινα φαίνεται.
在海水中,由于水面不平滑,视线既不向上反射,向下行进时又会疲倦;因此海水显得黑暗。
ἐν δὲ τοῖς λιμνώδεσιν ἐπιπολῆς ὄντος τοῦ ποτίμου, κάτω δὲ τοῦ ἁλμυροῦ, οὐ διέρχεται, ἀλλὰ ἀνακλᾶται πρὸς τὴν αὐγήν· διὸ φαίνεται λευκὴ ἡ ἐπιφάνεια αὐτῆς.
但在湖泊状的水域中,由于淡水在表面而盐水在下面,视线无法穿过,而是向着光线反射;因此其表面显得白色。
§23.7Διὰ τί ἡ θάλαττα τοῦ ποτίμου ὕδατος ἧττον ψυχρά, καὶ τὰ ἁλυκὰ τῶν γλυκέων;
为什么海水不如淡水寒冷,且咸水不如甜水(无盐水)寒冷?
πότερον ὅτι πυκνότερον ἡ θάλαττα καὶ μᾶλλον σῶμα;
是因为海水密度更大,更具有实体的性质吗?
τα δὲ τοιαῦτα ἧττον ψύχεται, ὥσπερ καὶ θερμαίνεται μᾶλλον· σωστικωτέρα γὰρ τοῦ θερμοῦ διὰ τὴν πυκνότητα.
而这样的东西较不易变冷,正如它们也更容易变热一样;因为由于密度高,它更能保存热量。
ἢ ὅτι λιπαρωτέρα ἡ θάλαττα;
或者是因为海水更具油性吗?
διὸ καὶ οὐ σβέννυσι τὴν φλόγα.
因此它也不熄灭火焰。
ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων.
其他油性物质也是如此。
τὸ δὲ λιπαρώτερον θερμότερον.
而更具油性的东西更温暖。
ἢ ὅτι γῆς πολὺ ἔχει, ὥστε ξηρότερον;
或者是因为它含有许多泥土,因而更干燥吗?
τὸ δὲ ξηρότερον θερμότερον.
而更干燥的东西更温暖。
§23.8Διὰ τί θάλαττα εὐδιοπτοτέρα τοῦ ποτίμου, παχυτέρα οὖσα;
为什么海水虽然密度更大,却比淡水更易看透?
λεπτότερον γὰρ τὸ πότιμον τοῦ ἁλμυροῦ.
因为淡水比咸水更稀薄。
ἢ οὐ τὸ λεπτὸν αἴτιον, ἀλλ’ εὐθυωρίαι τῶν πόρων πλεῖσται καὶ μέγισταί εἰσιν;
或者稀薄并非原因,而是因为通道的直线性最多且最大吗?
τὸ μὲν οὖν πότιμον πυκνὸν διὰ λεπτομέρειάν ἐστιν, τὸ δὲ ἁλμυρὸν μεγάλα ἔχει τὰ διάκενα.
淡水由于其微粒细小而显得紧密,而咸水则有很大的空隙。
ἢ ὅτι καθαρώτερον ἡ θάλαττα;
或者是因为海水更干净吗?
γῆ μὲν γὰρ οὐκ ἔστιν, ἡ δὲ ἄμμος βαρεῖα οὖσα ὑφίσταται.
因为海里没有漂浮的泥土,而沙子因其沉重而沉淀。
τὰ δὲ πότιμα γεώδη.
但淡水是多土的。
αὐτὴ δὲ ἐν τῷ μεταξὺ φερομένη ἀναθολοῦται ταχύ.
泥土本身在中间漂浮,因而淡水很快变浑浊。
§23.9Διὰ τί ἐν τοῖς βορείοις εὐδιοπτοτέρα ἡ θάλαττα ἢ ἐν τοῖς νοτίοις;
为什么在北风下海水比在南风下更易看透?
ἢ ὅτι ἐν τῇ γαλήνῃ χρῶμα ἔχει ἡ θάλαττα;
是因为在平静时海水具有颜色吗?
λιπαρὸν γὰρ ἔνεστιν ἐν τῷ ἁλμυρῷ χυμῷ.
因为在咸味中有油性物质存在。
σημεῖον δέ· ἐκκρίνεται γὰρ ἔλαιον ἐν ταῖς ἀλέαις.
有一个证据:因为在炎热中油会分离出来。
εὐδίας οὖν οὔσης καὶ ἀλεεινοτέρας τῆς θαλάττης διὰ κουφότητα, ἐπανθεῖ ἄνω ὁ τοιοῦτος χυμός.
因此,当天气晴朗、海水因轻盈而更温暖时,这种物质就会向上浮现。
τοῖς δὲ βορείοις ἧττον διὰ τὸ ψῦχος.
但在北风下,由于寒冷,这种情况较少发生。
ἔστιν δὲ τὸ ὕδωρ εὐδιοπτότερον τοῦ ἐλαίου· τὸ γὰρ ἔλαιον χρῶμα ἔχει, τὸ δὲ ὕδωρ ἄχροον παρεμφαινόμενον σαφεστέραν ποιεῖ τὴν ἔμφασιν.
水比油更易看透;因为油有颜色,而水是无色的,当水与油一同显现时,使映出的图像更清晰。
§23.10Διὰ τί λουσάμενοι τῇ θαλάττῃ θᾶττον ξηραίνονται, βαρυτέρᾳ οὔσῃ τῶν ποτίμων;
为什么在海水中沐浴的人干得更快,尽管海水比淡水更重?
ἢ ὅτι παχυτέρα καὶ γεώδης ἡ θάλαττα;
是因为海水更浓且含有泥土吗?
ὀλίγον οὖν ἔχουσα τὸ ὑγρὸν ξηραίνεται θᾶττον.
因此,由于它附带的水分很少,所以干得更快。
§23.11Διὰ τί τὰ κύματα ἀνεμώδη;
为什么波浪预示着风?
ἢ ὅτι σημεῖά ἐστι πνεύματος ἐσομένου;
是因为它们是即将刮起之风的信号吗?
ἔστι γὰρ τὸ πνεῦμα σύνωσις ἀέρος.
因为风是空气的压缩。
ἢ διὰ τὸ ἀεὶ προωθεῖσθαι γίνεται;
或者是因为总是被向前推挤而产生的吗?
προωθεῖ δὲ οὐ συνεχές πω ὂν τὸ πνεῦμα, ἀλλὰ ἀρχόμενον.
风虽然尚未连续,但在开始时向前推挤。
τὸ μὲν δὴ πρῶτον ὥσπερ προεμαράνθη, ἄλλο δὲ τοῦτο προέωσε καὶ ἄλλην πυκνότητα ἤγαγεν καὶ ἀπεμαράνθη.
第一部分仿佛预先消逝了,而另一部分推动了它并带来了另一种密集度,然后也消逝了。
ὥστε δῆλον, ὅταν ἤδη τὸ προωθούμενον παρῆ, ὅτι ἥξει καὶ τὸ κινοῦν· ἀρχόμενον γὰρ τοῦτο ποιεῖ.
因此显而易见,当被向前推挤的部分已经出现时,那推动它的东西也必然会到来;因为风在开始时就会这样做。