§23.1Διὰ τί τὸ κῦμα οὐκ ἐπιγελᾷ ἐν τοῖς βαθέσι πελάγεσιν, ἀλλ’ ἐν τοῖς μικροῖς καὶ βραχέσιν;
为什么波浪不在深邃的外海中破碎(泛起白浪),而是在狭窄且浅的水域中破碎?
ἢ ὅτι τὸ μικρὸν ὑγρὸν φερόμενον μᾶλλον διαιρεῖται ὑπὸ τοῦ πνεύματος ἢ τὸ πολύ;
是因为运动中的少量水比大量水更容易被风分断吗?
§23.2Διὰ τί τὰ κύματα πρότερον φοιτᾷ ἐνίοτε τῶν ἀνέμων;
为什么波浪有时会比风先到?
ἢ ὅτι πρὸς τῇ ἀρχῇ τοῦ πνεύματος ἡ θάλαττα ὠσθεῖσα πρώτη τὴν ἐχομένην ἀεὶ ταὐτὸν ποιεῖ;
是因为在风刚开始吹拂时被推动的海水成为第一部分,并总是对相邻的部分产生相同的作用吗?
διόπερ οὔσης αὐτῆς συνεχοῦς καθάπερ μιᾷ πληγῇ συνεχεῖ πάσαις γίνεται.
因此,由于海水是连续的,对所有的波浪而言,运动的产生就像是受到了单一且连续的打击。
τὸ δὲ ἐν ἑνὶ χρόνῳ γίνεται, ὥστε συμβαίνει τήν τε πρώτην καὶ τὴν ἐσχάτην ἅμα κινεῖσθαι.
由于这是在同一瞬间发生的,所以第一波和最后一波会同时运动。
ὁ δὲ ἀὴρ οὐ πάσχει τοῦτο, ὅτι οὔτε ἐστὶν ἓν σῶμα συνεχές, τῷ πολλὰς πάντοθεν ἀντικρούσεις λαμβάνειν, αἳ πολλάκις κωλύουσι τὴν πρώτην καὶ νεανικωτάτην κίνησιν, τήν τε θάλασσαν οὐ ποιοῦσι τοῦτο διὰ τὸ βαρυτέραν καὶ δυσκινητοτέραν αὐτοῦ εἶναι.
但空气不会经历这种情况,因为空气并不是一个单一且连续的物体,因为它从四面八方受到许多反作用(阻碍),这些反作用常常阻碍了最初且最猛烈的运动;又因为[这些反作用]并不会对海水产生这种阻碍作用,因为海水比空气更重且更难运动。
§23.3Διὰ τί τὰ πλοῖα γέμειν δοκεῖ μᾶλλον ἐν τῷ λιμένι ἢ ἐν τῷ πελάγει, καὶ θεῖ δὲ θᾶττον ἐκ τοῦ πελάγους πρὸς τὴν γῆν ἢ ἀπὸ τῆς γῆς εἰς τὸ πέλαγος;
为什么船只在港口内似乎比在外海中装载得更重(沉得更深),而且从外海驶向陆地时比从陆地驶向外海时航行得更快?
ἢ ὅτι τὸ πλέον ὕδωρ ἀντερείδει μᾶλλον ἐκ τοῦ ὀλίγου, ἐν δὲ τῷ ὀλίγῳ δέδυκεν διὰ τὸ κρατεῖν αὐτοῦ μᾶλλον;
是因为较多的水比少量的水能产生更大的反作用力,而在少量的水中,船只因其重力更易克服水而沉得更深吗?
ὠθεῖ γὰρ κάτωθεν τὸ ὕδωρ ἄνω.
因为水是从下面往上推的。
ἐν μὲν οὖν τῷ λιμένι ὀλίγη ἐστὶν ἡ θάλασσα, ἐν δὲ τῷ πελάγει βαθεῖα.
因此,在港口里水较少,而在外海中水较深。
ὥστε καὶ ἄγειν πλέον δόξει ἐν τῷ λιμένι καὶ κινήσεται χαλεπώτερον διὰ τὸ δεδυκέναι μᾶλλον καὶ ἧττον ἀντερείδειν τὸ ὕδωρ.
结果,在港口里船只不仅显得装载更重,而且由于沉得更深且水的反作用力较小,航行起来也更困难。
ἐν τῷ πελάγει δὲ τἀναντία τούτων ἐστίν.
在外海中,情况则与此相反。
§23.4Διὰ τί, ὅταν τι ῥιφθῇ εἰς τὴν θάλατταν κυμαίνουσαν, οἷν ἡ ἄγκυρα, γαλήνη γίνεται;
为什么当有东西(例如锚)被扔进波涛汹涌的海中时,海面会变得平静?
ἢ διότι ἵσταται ἡ θάλαττα τῷ φερομένῳ, μεθ’ οὗ ἀὴρ συγκαταφέρεται, ὃς ἐπ’ εὐθείας κάτω φερόμενος καὶ ἐνταῦθα ἐπισπασθεὶς συνεπισπᾶται τὸ ἐκ πλαγίου κινοῦν τὴν θάλατταν;
是因为海面被落下的物体所静止(阻挡),而空气与该物体一同被带下,直线下行的空气在被吸入该处时,将从侧面扰动海水的力量也一同吸引了过去吗?
ὁ δὲ κλύδων τῆς θαλάττης οὐκ ἄνωθεν κάτω γίνεται ἀλλ’ ἐπιπολῆς· οὗ λήξαντος γαλήνη γίνεται.
因为海水的波动并非自上而下产生,而是发生在表面;一旦表面波动停止,便会变得平静。
ἔτι συνιοῦσα ἡ θάλασσα εἰς τὰ διαστάντα τῷ φερομένῳ δίνην ποιεῖ.
此外,海水汇聚到因物体落下而裂开的缝隙中,产生了涡流。
ἡ δὲ δίνη κύκλῳ φέρεται.
而涡流呈圆形运转。
ἐπεὶ δὲ ἡ εὐθεῖα τοῦ κύκλου κατὰ σημεῖον ἅπτεται, τὰ δὲ κύματα ἐπ’ εὐθείας λοξῆς φέρεται, συμβαίνοι ἂν αὐτὰ τοῦ ἐξωτάτου τῆς δίνης κατὰ σημεῖον ἅπτεσθαι, διά τε τὰ εἰρημένα καὶ διὰ τὴν τῆς δίνης φοράν, ἢ προσιοῦσα ἀπωθεῖται αὐτά.
由于直线仅在一点与圆相切,而波浪是沿斜直线传播的,因此波浪会与涡流的最外围在一点相切,这既是由于上述原因,也是因为涡流的旋转,或者涡流会将靠近的波浪推开。
ἀκύμου δὲ ὄντος τοῦ κατ’ αὐτὴν τόπου, γαλήνην ἐν τῇ ῥήξει αὐτῆς συμβαίνει γίνεσθαι, ὅτι συγκαταβὰς ὁ ἀὴρ τῷ ἐνεχθέντι κάτω, ἀναφερόμενος καὶ ὠθῶν ἄνω τὴν θάλατταν καθάπερ πομφολυγοῖ αὐτήν·
由于涡流所在的地方没有波浪,因此在其破口处便产生了平静。
ἡ γὰρ πομφόλυξ ὑγροῦ ὑπ’ ἀέρος κάτωθεν ἀνωθουμένου ἐστίν.
因为与落下的物体一同下行的空气在上升并向上推挤海水时,使海水仿佛起泡一般;因为泡就是被空气从下方往上推的液体。
πομφόλυξ δὲ πᾶσα λεία καὶ γαληνός ἐστιν.
而所有的泡都是光滑且平静的。
σημεῖα δὲ τῶν εἰρημένων ἐστί· μετέωρος γὰρ ἡ κατὰ τὸ ἐνεχθὲν κάτω θάλαττα τῆς πέριξ γίνεται μικρὸν ὕστερον.
上述说法有其证据:因为在落下物体处的海水在不久之后会变得比周围的海水更高(隆起)。
§23.5Διὰ τί ἐνίοτε πλοῖα θέοντα ἐν τῇ θαλάττῃ εὐδίας καταπίνεται καὶ ἀφανῆ γίνεται, ὥστε μηδὲ ναυάγιον ἀναπλεῖν;
为什么有时在晴天(平静)的海面上航行的船只会被吞噬并消失,以至于连船只的残骸都不会浮上来?
ἢ ὅταν ἀντρώδης τόπος ἐν τῇ ὑπὸ τὴν θάλατταν γῇ ῥαγῇ, ἅμα εἰς τὴν θάλατταν καὶ ἔσω ἀκολουθεῖ τῇ τοῦ πνεύματος φορᾷ;
是因为当海底地下的洞穴状地带破裂时,海水同时顺着气流的运动被吸入内部吗?
ὁμοίως δὲ καὶ πάντη φερομένη κύκλῳ φέρεται κάτω.
同样地,从四面八方汇聚的水呈圆形向下输送。
τοῦτο δέ ἐστι δῖνος.
这就是漩涡。
τὰ δὲ περὶ Μεσήνην ἐν τῷ πορθμῷ πάσχει μὲν τοῦτο διὰ τὸν ῥοῦν (γίνονται γὰρ αἱ δῖναι ὑπὸ τούτου) καὶ καταπίνεται εἰς βυθὸν διὰ ταῦτά τε, καὶ ὅτι ἡ θάλαττα βαθεῖά τε καὶ ἡ γῆ ὕπαντρος μέχρι πόρρω.
梅塞内(美西纳)海峡附近由于潮流的缘故会发生这种情况(因为漩涡是由此产生的),并由于这些原因以及海深、且地下大范围呈洞穴状而被吞噬入深渊。
φέρουσιν οὖν εἰς ταῦτα ἀποβιαζόμεναι αἱ δῖναι· διὸ οὐκ ἀναπλεῖ αὐτόθι τὰ ναυάγια.
因此,漩涡强行将物体带入这些空洞中;所以那里的船只残骸不会浮上来。
ὁ δὲ ῥοῦς γίνεται, ὅταν παυσαμένου τοῦ προτέρου ἀντιπνεύσῃ ἐπὶ τῆς θαλάττης ῥεούσης τῷ προτέρῳ πνεύματι, μάλιστα δὲ ὅταν νότος ἀντιπνεύσῃ.
而潮流产生于先前的风停止后,针对因先前之风仍在流动的海水吹起反向之风时,尤其是当南风逆向吹袭时。
ἀντιπνέοντα γὰρ ἀλλήλοις τὰ ῥεύματα παρεκθλίβεται ὥσπερ ἐν τοῖς ποταμοῖς, καὶ γίνονται αἱ δῖναι.
因为相互逆向流动的气流或水流就像在河流中一样,被向侧面挤压,从而产生漩涡。
φέρεται δὲ ἑλιττομένη ἡ ἀρχὴ τῆς κινήσεως ἄνωθεν ἰσχυρὰ οὖσα.
运动的源头在上方呈螺旋状运转,力量强大。
ἐπεὶ οὖν εἰς πλάγιον οὐκ ἔστιν ὁρμᾶν (ἀντωθεῖται γὰρ ὑπ’ ἀλλήλων), ἀνάγκη εἰς βάθος ὠθεῖσθαι, ὥστε καὶ ὃ ἂν ληφθῇ ὑπὸ τῆς δίνης, ἀνάγκη συγκαταφέρεσθαι.
因此,由于无法向侧面冲去(因为它们相互排斥),就必须被推向深处,从而被漩涡捕获的任何东西也必然会一同被带下去。
διὸ ἀνάσιμα τὰ πλοῖα ποιοῦνται· ἤδη γὰρ ὀρθόν ποτε μνημονεύεται καταποθέν.
因此,人们把船造成船首上翘的形状;因为确实有人记得,曾有船只被垂直吞噬。