§23.12Διὰ τί τὸ κῦμα προεκπίπτει τοῦ πνεύματος;
为什么波浪会先于风而涌来?
ἢ ὅτι οὐχ ἅμα παύεται τὸ πνεῦμα τὸ πνέον καὶ ἡ θάλαττα κυμαίνουσα, ἀλλ’ ὕστερον ἡ θάλαττα, ἐνδέχεται τὸ κινῆσαν πνεῦμα φθαρῆναι πρὸ τοῦ γενέσθαι αἰσθητόν.
是因为吹动的风和翻滚的海水并不同时停止,而是海水在后,且那推动它们的风有可能在被感知到之前就已消逝吗?
ὥστε οὐ πρότερον τὸ κῦμα πνεύματος, ἀλλὰ τὸ μὲν λανθάνει, τὸ δὲ οὔ.
因此,并不是波浪先于风,而是一方未被察觉,另一方却被察觉到了。
ἢ οὐχὶ τὰ πνεύματα ἅμα πανταχοῦ πνεῖ, ἀλλ’ ὅθεν ἡ ἀρχὴ πρότερον;
或者是因为风并非在所有地方同时吹拂,而是在其发源处先吹起吗?
ἅμα δὲ πνεῖ καὶ τὴν πλησίον θάλατταν κινεῖ, αὕτη δὲ τὴν ἐχομένην· καὶ οὕτως ἂν ἐνδέχοιτο πρότερον τὸ κῦμα ἐκπίπτειν.
而且风一吹动就带起了附近的海水,这部分海水又推动了相邻的海水;以这种方式,波浪确实有可能先涌来。
ὑπὸ γὰρ τῆς θαλάσσης καὶ οὐχ ὑπὸ τοῦ πνεύματος ἡ κίνησις ἡ θάττων τοῦ ἀέρος ἢ τῆς θαλάττης.
因为由海洋而非由风引起的运动,比空气或海洋自身的运动更快。
§23.13Διὰ τί ἐν τῇ θαλάττῃ μᾶλλον νεῖν δύνανται ἢ ἐν τοῖς ποταμοῖς;
为什么在海里比在河里更能游泳?
ἢ ὅτι ὁ νέων ἀεὶ ἐπιστηριζόμενος ἐν τῷ ὕδατι νεῖ, ἐν δὲ τῷ σωματωδεστέρῳ μᾶλλον ἀποστηρίζεσθαι δυνάμεθα, σωματωδέστερον δέ ἐστι τὸ θαλάττιον ὕδωρ τοῦ ποταμίου·
是因为游泳者总是依靠水的支撑来游泳,而在更具实体性的物质中我们更能支撑自己,且海水比河水更具实体性吗?
παχύτερον γάρ ἐστι καὶ μᾶλλον ἀντερείδειν δυνάμενον.
因为海水更浓,更能提供反作用力。
§23.14Διὰ τί ποτε ἐν τῇ θαλάττῃ πλείω χρόνον διατελεῖν δύνανται ἢ ἐν τῷ ποταμῷ;
为什么在海里能比在河里停留更长的时间?
ἢ διότι τὸ ποτάμιον ὕδωρ λεπτόν ἐστιν;
是因为河水稀薄吗?
μᾶλλον οὖν παρεισδυόμενον πνίγει.
因此,它更容易渗入并使人窒息。
§23.15Διὰ τί ἡ μὲν θάλαττα κάεται, τὸ δὲ ὕδωρ οὔ;
为什么海水会燃烧,而普通的水却不会?
ἢ κάεται μὲν κἀκεῖνο, ἡ δὲ θάλαττα ἧττον σβέννυσι τὸ πῦρ διὰ τὸ λιπαρωτέρα εἶναι;
或者说,普通的水也会燃烧,但海水因为更具油性而较不易熄灭火焰吗?
σημεῖον δὲ ὅτι λιπαρωτέρα· ἀπὸ γὰρ τῶν ἀλῶν ἔλαιον ἀφαιρεῖται.
更具油性的证据是:从盐中可以提取出油。
ἢ καὶ ἧττον δύνανται οἱ πόροι ἁρμόττειν τῷ πυρὶ διὰ τὸ παχύτεροι εἶναι, καὶ μᾶλλόν γε δή, ἅτε καὶ τῶν ἀλῶν ἐνυπαρχόντων;
或者是因为海水的通道更宽,因而较不易与火契合,而且由于其中还存在着盐,所以更是如此吗?
ὥσπερ οὖν τὸ ξηρὸν τοῦ ὑγροῦ ἧττον σβεστικόν, καὶ τὸ ξηρὸν μᾶλλον κατὰ λόγον καυστικόν ἐστιν καὶ ἕτερον ἑτέρου μᾶλλον, τῷ ἐγγυτέρω τοῦ θερμοῦ εἶναι, τὸ ξηρότερον δὲ τῇ θαλάττῃ· ἄμφω δὲ ταῦτα μᾶλλον ὑπάρχει.
正如干燥之物比湿润之物更不易灭火,且干燥之物按比例更易燃烧,而一干燥之物由于更接近热而比另一干燥之物更易燃烧一样,海水具有更干燥的性质;而这两种情况在海水中都更显著地存在。
§23.16Διὰ τί ἀπὸ μὲν τῆς θαλάττης οὐκ ἀποπνεῖ ἕωθεν ψυχρόν, ἀπὸ δὲ τῶν ποταμῶν;
为什么清晨海面不吹冷风,而河流却吹冷风?
ἢ ὅτι ἡ μὲν θάλαττά ἐστιν ἐν ἀναπεπταμένοις τόποις, οἱ δὲ ποταμοὶ ἐν στενοῖς;
是因为海在开阔的地方,而河流在狭窄的地方吗?
ἡ μὲν οὖν ἀπὸ τῆς θαλάττης αὔρα εἰς πολὺν τόπον σκίδναται, ὥστε εἶναι ἀσθενής, ἡ δὲ ἀπὸ τῶν ποταμῶν ἀθρόως φέρεται καὶ μᾶλλον ἰσχύει, διὸ μᾶλλον εἰκότως φαίνεται ψυχρά.
海面上的微风分散到广阔的地方,因而微弱;而河流上的微风则聚集在一起传送,力量更强,因此自然显得更冷。
ἢ οὐ τοῦτό ἐστιν αἴτιον, ἀλλ’ οἱ μὲν ποταμοὶ ψυχροί εἰσιν, ἡ δὲ θάλαττα οὔτε θερμὴ οὔτε ψυχρά;
或者这不是原因,而是因为河流是寒冷的,而海水既不热也不冷吗?
γίνεται δὲ ἡ αὒρα καὶ ἡ ἀναπνοὴ θερμαινομένων ἢ ψυχομένων τῶν ὑγρῶν· ὁπότερον γὰρ ἂν τούτων πάσχῃ, ἐξαεροῦται, ἐξαερουμένου δὲ τοῦ ὕδατος ὁ ἀὴρ ὁ γινόμενος φέρεται, ὅ ἐστιν αὔρα.
微风和蒸气产生于液体受热或冷却之时;无论液体经历其中哪一种变化,都会气化,而当水气化时,产生的空气移动,这就是微风。
τὸ μὲν οὖν ἀπὸ τῶν ψυχρῶν ψυχρὸν εἰκότως ἀποπνεῖ, τὸ δὲ ἀπὸ τῶν σφόδρα θερμῶν ἀποπνέον ψύχεται καὶ γίνεται ψυχρόν.
因此,从寒冷之物中吹出的风自然是冷的,而从极热之物中吹出的风也会变凉并成为冷风。
τοὺς μὲν οὖν ποταμοὺς ψυχροὺς ἅπαντας εὕροι τις ἄν, ἡ δὲ θάλαττα οὔτε ψυχρὰ οὔτε θερμὴ σφόδρα ἐστίν, οὔτε οὖν τὸ ἀποπνέον ψυχρὸν ἀπ’ αὐτῆς ἐστί, διὰ τὸ μὴ ψυχρὰν εἶναι, οὔτε ψύχεται ταχύ, διὰ τὸ μὴ θερμὴν εἶναι σφόδρα.
有人会发现所有的河流都是寒冷的,但海水既不冷也不极热;因此,从它吹出的风并不冷,因为海水不冷;它也不会迅速变凉,因为海水并不极热。
§23.17Διὰ τί ἐν τοῖς μείζοσι πελάγεσι βραδύτερον καθίσταται κύματα ἢ ἐν τοῖς βραχέσιν;
为什么在大海中波浪比在小海中平息得更慢?
ἢ ὅτι ἐκ τῆς πολλῆς κινήσεως βραδύτερον καθίσταται πᾶν ἢ ἐκ τῆς ὀλίγης;
是因为任何事物在剧烈运动后都比在轻微运动后平息得慢吗?
ἐν δὲ τοῖς μεγάλοις πελάγεσι πλείων ἡ ἄμπωτις γίνεται ἢ ἐν τοῖς βραχέσιν.
而且在大海中比在小海中有更大的潮汐。
οὐθὲν οὗν ἄλογον τὸ πλεῖον βραδύτερον καθίστασθαι.
因此,更多之物平息得更慢并不足为奇。
§23.18Διὰ τί τὸ ἁλμυρὸν ὕδωρ ψυχρὸν μὲν οὐ πότιμον. θερμαινόμενον δὲ μᾶλλον γίνεται πότιμον, καὶ θερμὸν δὲ ὂν καὶ ἀποψυχόμενον;
为什么咸水在冷的时候不可饮用,但在加热时变得更可饮用,而且当它变热后再被冷却时也是如此?
ἢ διότι εἰς τὸ ἐναντίον ἀπὸ τοῦ ἐναντίου πέφυκεν μεταβάλλειν;
是因为它自然地从一个对立面转化为其对立面吗?
ἔστι δὲ τὸ πότιμον τῷ ἁλμυρῷ ἀντικείμενον· καὶ θερμαινομένου μὲν ἀφέψεται τὸ ἁλμυρόν, ψυχομένου δὲ ὑφίσταται.
可饮用的水是咸水的对立面;当它被加热时,咸的成分会被煮除,而当它被冷却时,咸的成分会沈淀。
§23.19Διὰ τί τὰ πρὸς τῇ θαλάττῃ ὡς ἐπὶ τὸ πολὺ ὕδατα γλυκέα ὕδατα] ἀλλ’ οὐχ ἁλμυρά;
为什么靠近海边的水大多是甜的,而不是咸的?
ἢ διὰ τὸ ποτιμώτερα διηθούμενα γίνεσθαι;
是因为它通过过滤变得更可饮用吗?
διηθεῖται δὲ τὸ ἐγγύτερον τῆς θαλάττης μᾶλλον.
而越靠近海边的水被过滤得越多。