Humanitext Reader

亚里士多德 · 问题集 §22.8-22.14

餐后饮水与无花果的甜味及性质

第 100 段,共 148 段 · 希腊语

内容简介

本章节从身体的热量和湿气角度讨论了吃完水果后应饮用水或酒的原因,并从医学和自然哲学的角度解释了关于食物和味觉的各种疑问,包括干无花果的甜度、在窑中冷却时的硬化、吃过涩物后的甜味感知、温热时甜味的减退、糠秕的成熟与防腐作用,以及吃无花果引起牙痛的原因。

§22.8Διὰ τί ἐπὶ τῇ ἀπολαύσει τῆς ὀπώρας, οἷον σύκων καὶ τῶν τοιούτων, ἢ οἶνον ἄκρατον δεῖ ἐπιπίνειν ἢ ὕδωρ; ταῦτα δὲ ἐναντία.
为什么在吃完果实(例如无花果及此类东西)之后,必须喝纯温酒或水,而这两者是相反的?
ἢ ὅτι ἡ ὀπώρα καὶ θερμή ἐστι καὶ ὑγρὰ διὰ τὴν γένεσιν;
还是因为果实按其生成过程既温热又潮湿?
ἔχει γὰρ πολὺ πῦρ καὶ ὑγρότητα, ὥστε διὰ μὲν τὸ πῦρ οἷον ζέσιν ποιεῖ ὁ χυμὸς εἴσω, ὅπερ ἔξω τὸ γλεῦκος ποιεῖ.
因为它含有许多火与湿气,以至于由于火的作用,汁液在体内产生一种沸腾,就像未发酵的甜酒在体外所产生的那样。
ἧττον δὲ ἔχει δύναμιν καὶ τὰ ἄλλα τὰ ἀκρόδρυα.
而其他木本坚果的这种力量较弱。
τὸ δὲ τῆς ὑγρότητος πλῆθος ἀπεψίαν ποιεῖ.
而大量的湿气会导致消化不良。
τὸ μὲν οὖν ὕδωρ διὰ τὴν ψυχρότητα σβεννύει τὴν ζέσιν, ὁ δὲ οἶνος διὰ τὴν θερμότητα ὡς ἐπὶ τὸ πολύ· ὥσπερ γὰρ πῦρ ἐνίοτε πυρός, ἐὰν ᾖ ἔλαττον, ἀφαιρεῖται τὴν ἰσχύν.
水因其寒冷而熄灭这种沸腾,而酒则大抵因其温热而达到此目的;因为正如较小的火有时会被另一团火夺去力量一样。
μᾶλλον δὲ τῇ θερμότητι πεπτικός ἐστι τῆς ὑγρότητος, καὶ διὰ βάρος κατακρατεῖ τῶν τῆς ζέσεως ἐπιπολασμῶν.
或者说,酒凭借其温热更易消化湿气,并凭借其重量压制沸腾所引起的浮溢。
§22.9Διὰ τί τῶν ἰσχάδων γλυκύταται αἱ δίχα ἐσχισμέναι, οὔτε δὲ αἱ πολυσχιδεῖς οὔτε αἱ ἀσχιδεῖς;
为什么在干无花果中,那些裂成两半的最甜,而无论是裂成多块的还是未裂开的都不是最甜?
ἢ διότι ἐκ μὲν τῶν πολυσχιδῶν διαπέπνευκεν καὶ ἐξίκμακεν μετὰ τοῦ ὑγροῦ τὸ πλεῖστον τοῦ γλυκέος, ἐν δὲ ταῖς μεμυκυίαις πλεῖον τὸ ὑδατῶδές ἐστι διὰ τὸ μὴ ἠτμικέναι.
还是因为从裂成多块的无花果中,大部分甜味已随湿气蒸发而流失,而在未裂开的无花果中,因为没有蒸发,含有更多的水分?
αἱ δὲ ἐσχισμέναι μέν, μὴ εἰς πολλὰ δέ, ἀμφοτέρων τούτων ἐκτός εἰσι τῶν παθημάτων.
而那些虽有裂开但未分成多块的,则免于这两种状况。
§22.10Διὰ τί ταῖς καμίνοις ψυχόμενα τὰ σῦκα σκληρότερα γίνεται, ἐὰν ψυχθῇ ἐν τῇ καμίνῳ, ἢ ἂν ἐξαιρεθέντα. ψυχθῇ;
为什么无花果在窑中冷却时,如果是在窑内冷却,会比取出后冷却变得更硬呢?
ἢ ὅτι ἐν μὲν τῇ καμίνῳ ἐξατμίζει πᾶν τὸ ὑγρὸν ὑπὸ τοῦ θερμοῦ, ἔξω δὲ περιεστηκὼς ὁ ἀὴρ ψύχων κωλύει τὸ ὑγρὸν ἐξιέναι καὶ συνίστασθαι;
还是因为在窑内,所有的湿气都在热力作用下蒸发了,而在室外,周围的空气通过冷却,阻止了湿气的外逸和凝结?
μᾶλλον γὰρ ἐξατμίζει.
因为在窑内蒸发得更多。
ἔστι δὲ τὰ μὲν ξηρὰ σκληρά, τὰ δὲ ὑγρὰ μαλακά.
而干燥之物是坚硬的,潮湿之物则是柔软的。
§22.11Διὰ τί παρὰ τὰ στρυφνὰ ὁ οἶνος καὶ τὸ ὕδωρ φαίνεται γλυκύτερα, οἷον ἐάν τις βαλάνους ἢ μύρτα ἤ τι τῶν τοιούτων διατράγῃ;
为什么在吃过涩物之后,酒和水显得更甜,比如有人嚼了橡子、香桃木果或此类东西?
ἢ εἰκότως, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων;
还是像其他事物一样,这是理所当然的?
πᾶν γὰρ τὸ αὐτὸ παρὰ τὸ ἐναντίον μᾶλλον φαίνεται, οἱ δὲ τῶν ἐναντίων χυμοὶ ἀντικείμενοί πώς εἰσιν.
因为一切事物在与相反的事物并列时都会显得更加突出,而相反的口味在某种程度上是相互对立的。
ἢ ὅτι, καθάπερ ἐπὶ τῶν βαπτομένων, ὑπὸ τῶν στρυφνῶν ἡ γλῶττα προδιεργάζεται καὶ τοὺς πόρους ἀνοίγεται, ὥστε μᾶλλον διιέναι τὸ γλυκύ;
或者是因为,就像染色时的情形一样,舌头被涩物预先处理并打开了气孔,从而使甜味更容易渗透?
καὶ γὰρ τὰ βαπτόμενα τούτου ἕνεκεν προβρέχουσιν ἐν τοῖς στρυφνοῖς, τῷ διεργασθὲν μᾶλλον δέχεσθαι τὴν βαφήν.
实际上,人们正是出于这个原因将要染色的东西预先浸泡在涩液中,以便通过预处理能更好地吸收染料。
§22.12Διὰ τί τὰ γλυκέα ἧττον δοκεῖ γλυκέα εἶναι θερμὰ ὄντα ἢ ὅταν ψυχθῇ;
为什么甜食在温热时显得不如冷却时甜?
πότερον ὅτι ἅμα δύο αἰσθήσεις γίνονται ἀμφοῖν, ὥστε ἡ τοῦ θερμοῦ ἐκκρούει τὴν ἑτέραν;
是因为两者的两种感觉同时产生,以至于温热的感觉排挤了另一种感觉吗?
ἢ ὅτι καὶ τὸ γλεῦκος θερμόν· ὥσπερ οὖν πῦρ γίνεται ἐπὶ πῦρ.
还是因为甜汁本身也是温热的;因此就像火上浇火一样。
κωλύει οὖν ἡ θερμότης.
所以温热妨碍了感觉。
ἢ ὅτι τὸ πῦρ ἀφαιρεῖται τὰς δυνάμεις ἁπάντων διὰ τὸ κινητικὸν εἶναι.
或者是因为火由于具有运动性而剥夺了一切事物的力量?
ἐγγυτέρω οὖν τοῦ μεταβάλλειν ἐστὶ θερμὰ ὄντα, ἀποψυχθέντα δὲ ἕστηκεν.
因此,在温热时它们更接近变化,而在冷却后则保持稳定。
§22.13Διὰ τί ποτε τὰ ἄχυρα τὰ μὲν σκληρὰ πέττει, τὰ δὲ πεπεμμένα οὐ σήπει;
为什么糠秕能使坚硬之物成熟,却不会使已成熟之物腐烂?
ἢ ὅτι τὰ ἄχυρα θερμόν τε καὶ ὁλκόν ἐστιν;
是因为糠秕既温热又具吸附性吗?
τῇ μὲν οὖν θερμότητι πέττει, τῷ δὲ ὁλκὸν εἶναι τὸν ἰχῶρα τὸν σηπόμενον δέχεται· διὸ οὐ σήπει.
因此,它凭借其温热使之成熟,并凭借其吸附性吸收产生腐烂的组织液;所以它不会使其腐烂。
§22.14Διὰ τί τὰ σῦκα μαλακὰ καὶ γλυκέα ὄντα λυμαίνεται τοὺς ὀδόντας;
为什么无花果虽然柔软而甜美,却会损害牙齿?
ἢ διὰ τὴν γλισχρότητα προσέρχεται τοῖς οὔλοις, καὶ παρεμπίπτει διὰ τῶν ὀδόντων εἰς τὰ διὰ μέσου διὰ τὸ μαλακὰ εἶναι, καὶ σῆψιν ποιεῖ ταχέως ἅτε θερμὰ ὄντα;
是因为其粘性使其黏附在牙龈上,且因其柔软而落入牙齿之间的缝隙,并因其性质温热而迅速引起腐烂吗?
τάχα δὲ ἴσως καὶ διὰ τὴν σκληρότητα τῶν κεγχρα· μίδων ἐν τῇ τούτων κατεργασίᾳ πονοῦσι ταχέως οἱ ὀδόντες.
还是或许因为其种子的坚硬,在咀嚼它们时,牙齿很快就会感到酸痛?

词汇与语法注释

  1. §22.8ὅπερ ἔξω τὸ γλεῦκος ποιεῖ — 比喻性表达,指果汁在体内会引起一种发酵或沸腾(ζέσις),正如未发酵的甜酒(γλεῦκος)在体外(如木桶中)发酵一样。关系代词 ὅπερ 为中性主格,指代“引起沸腾”(ζέσιν ποιεῖ)这一整句话的行为,或沸腾本身。
  2. §22.10κωλύει τὸ ὑγρὸν ἐξιέναι καὶ συνίστασθαι — 此处的 συνίστασθαι 意为“凝结”或“硬化”。这是一个受 κωλύει 控制的双重不定式结构:室外的冷空气(ἀήρ)阻止了水分的外逸(ἐξιέναι),从而也阻止了果肉的凝缩硬化(συνίστασθαι)。相比之下,在窑内,热力使水分完全蒸发,因而变硬。
  3. §22.11παρὰ τὰ στρυφνά — 前置词 παρά 接宾格,表示“在……之后”或“与……相比”。此处指在吃过涩物之后,由于对比效应,酒或水显得更甜的现象。
  4. §22.13τῷ δὲ ὁλκὸν εἶναι τὸν ἰχῶρα τὸν σηπόμενον δέχεται — 短语 τῷ... εἶναι 是与格的冠词性不定式,表示原因或手段(“通过作为……”)。ὁλκόν(具有吸附性的)是不定式的表语,而 τὸν ἰχῶρα τὸν σηπόμενον(导致腐烂的体液/水分)是 δέχεται 的直接宾语。结构意为“通过其具有吸附性,它吸收了腐烂的液体”。
  5. §22.14τάχα δὲ ἴσως καὶ διὰ τὴν σκληρότητα τῶν κεγχραμίδων — τάχα 和 ἴσως 都是表示“也许”或“大概”的副词,此处叠加使用以增强推测。这一最后一句话将牙痛原因的解释从之前讨论的化学因素(腐烂/发酵),转向了物理或机械因素(咀嚼硬种子)。

引用这一段

亚里士多德, 问题集 §22.8-22.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:22.8-22.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。