§22.1Διὰ τί τὴν ὀπώραν ὕστερον ἢ πρότερον φαγοῦσιν οὐκ ἀνάλογον τοῖς αὐτοῖς ὁ ὄγκος τῆς πληρώσεως γίνεται;
为什么对于在饭后或饭前吃水果的人来说,同样的食物量所产生的饱腹感体积却不成比例?
ἢ ὅτι βαρυτέρα ἐστὶν ἡ ὀπώρα πολύ τῶν σιτίων.
还是因为水果比主食重得多?
δηλοῖ δὲ τὰ σῦκα. ἐὰν ὕστατα βρωθῇ· τελευταῖα γὰρ ἐμεῖται.
这由无花果表明了:如果它们最后被吃下,就会最后被吐出来。
ἐὰν μὲν οὖν πρῶτα, διὰ βάρος κάτω πορευόμενα εὐρυχωρίαν ἄνω ποιεῖ, ὥστε ῥᾳδίως δέχεσθαι τὸν ὄγκον τῶν σιτίων.
因此,如果最先吃水果,它们由于重量而向下移动,在胃上部腾出宽敞的空间,从而能轻易容纳主食的体积。
ἀνάπαλιν δὲ εἰσελθόντα τὰ σιτία, διὰ τὸ μὴ κάτω φέρεσθαι, ταχὺ τοῦ ἄνω κενοῦ προσλαμβάνει.
相反,先进入的主食因为不向下沉,很快就占满了上部的空隙。
§22.2Διὰ τί τῶν γλυκέων ὄντων ὁμοιοτέρων ἡμῖν ἢ τῶν δριμέων, θᾶττον πληρούμεθα ὑπὸ τῶν γλυκέων;
为什么甜食比辛辣食物与我们(的身体)更为相似,我们却更容易被甜食填满?
εἰκὸς δὲ ἦν ἧττον· ὑπὸ γὰρ τῶν ὁμοίων ἧττον ἦν εἰκὸς πληροῦσθαι.
而按常理应该较不容易,因为按常理,相似之物较不容易填满我们。
ἢ ὅτι οὐχ ὁμοίως τό τε ἀγγεῖον πληροῦται ταχύ, ἐξ οὗ πληρούμεθα, καὶ τὸ τρεφόμενον, ἀλλ’ ἐνίοτε ἡ μὲν κοιλία πλήρης ἐστίν, οἷον τῶν διψώντων, τὸ δὲ δίψος οὐδὲν ἧττόν ἐστιν.
还是因为我们赖以填满的容器(胃)被填满的方式,与受营养的部分被填满的方式并不相同,以至于有时胃是满的(例如口渴的人),而口渴却一点也没有减少?
οὐ γὰρ τῷ ταύτην εἶναι πλήρη παυόμεθα διψῶντες, ἀλλὰ τῷ ἕκαστον τῶν τοῦ σῶματος τὸ αὑτῷ οἰκεῖον ἐσπακέναι, καὶ ὅταν ἐκεῖνα ἀπολάβῃ ἱκανῶς, τότε παυόμεθα διψῶντες.
因为我们停止口渴并不是因为胃满了,而是因为身体的每个部分都吸取了适合自己的水分,当这些部分充分得到满足时,我们才停止口渴。
καὶ πεινῶντες δὲ ὡσαύτως.
饥饿者也是如此。
§22.3Διὰ τί θᾶττον πληρούμεθα ἀπὸ τῶν γλυκέων ἢ ἀπὸ τῶν δριμέων;
为什么我们从甜食中比从辛辣食物中更快获得饱腹感?
ἢ ὅτι θᾶττον παυόμεθα ἐπιθυμοῦντες τῶν γλυκέων;
还是因为我们更快停止渴望甜食?
ἢ ὡς μὲν ἡ κοιλία πληροῦται, οὕτω καὶ ἡμεῖς ὑπὸ τῶν γλυκέων;
或者像胃被填满一样,我们也被甜食以同样的方式物理地填满了?
οὐχ ὁμολογεῖται· ὅτι δὲ ἡ ἐπιθυμία θᾶττον ὑπ’ αὐτῶν πληροῦται, τοῦτ’ ἂν εἴη λεκτέον.
这并不被赞同;应该说,是渴望被它们更快地满足了。
ἢ ὅτι ἡ μὲν ἐπιθυμία, ὡς ἀπλῶς εἰπεῖν, ἔστι μὲν ἔνδεια, καὶ ὅταν μηκέτι ἔχωμεν τροφὴν ἢ ὀλίγην;
或者是因为渴望,简单来说,是一种匮乏,产生于我们不再有食物或只有很少食物的时候?
τὰ μὲν οὖν δριμέα οὐκ ἔστι τρόφιμα, ἀλλὰ τροφὴν μὲν ὀλίγην ἔχει, τὸ δὲ περίττωμα πολύ.
而辛辣的东西没有营养,只含有很少的营养,却有大量的残留物。
εἰκότως οὖν πολλὰ ταῦτα ζητοῦμεν ἐσθίειν, καὶ οὐκ ἐμπιπλάμεθα αὑτῶν τὴν ἐπιθυμίαν, διὰ τὸ ἔτι προσδεῖσθαι τροφῆς, ταῦτα δὲ μὴ ἔχειν τροφήν.
因此很自然地,我们寻求吃很多这类东西,并且对它们的渴望得不到满足,因为我们仍然需要营养,而这些东西不含有营养。
τὰ δὲ γλυκέα ἅπαντά ἐστι τροφή, καὶ ἀπὸ μικρῶν τοιούτων πολλὴν λαμβάνει τὸ σῶμα.
相反,甜食全是营养,身体只需从很少的此类食物中就能获得很多营养。
ὅταν οὖν ἀπολάβῃ πολλὴν τροφήν, οὐκέτι δύναται ἐσθίειν διὰ τὸ μὴ ὑποφέρειν.
因此,当身体获得很多营养时,因为无法承受,便不能再吃了。
εἰκότως οὖν θᾶττον ὑπὸ τῶν γλυκέων πληρούμεθα.
所以很自然地,我们更快被甜食填满。
§22.4Διὰ τί τὰ περικάρπια καὶ τὰ κρέα, καὶ ὅσα τοιαῦτα ἐν τοῖς ἀσκοῖς ἄσηπτα γίνεται ὅταν σφόδρα φυσηθῶσι, καὶ τὰ ἐν τοῖς ἀκριβῶς περιπωματιζομένοις ὡσαύτως;
为什么果实、肉类及此类东西,在被用力吹胀的革袋中不会腐烂,在被紧紧盖住的容器中也是如此?
ἢ διότι σήπεται μὲν κινούμενα πάντα, τὰ δὲ πλήρη ἀκίνητα·
是因为所有的东西都在运动中腐烂,而装满的东西是静止不动的吗?
ἀδύνατον γὰρ ἄνευ κενοῦ κινηθῆναι, ταῦτα δὲ πλήρη.
因为没有空隙就不可能运动,而这些是装满的。
§22.5Διὰ τί μετὰ τὰ σαπρὰ τῶν περικαρπίων ὁ οἶνος πικρὸς φαίνεται πινόμενος;
为什么吃完腐烂的果实后再喝酒,酒喝起来会觉得苦?
ἢ ὅτι τὴν πικρότητα ἔχει ἡ σαπρότης ἡ τοιαύτη;
是因为这种腐烂本身带有苦味吗?
τὸ οὖν ἐπιμένον ἐπὶ τῇ γλώττῃ, μιγνύμενον τῷ πόματι καὶ διαχεόμενον πικρὸν ποιεῖ τὸ πόμα.
因此,残留在舌头上的东西与饮料混合并扩散,使饮料变苦。
αὐτὸ δὲ καθ’ αὑτὸ ἧττον φαίνεται ἐσθιόμενον διὰ τὸ πολλῶν ἅπτεσθαι καὶ εἰς μικρὰ διανενεμῆσθαι τὸν τοιοῦτον χυμόν.
但单独吃它时,感觉却不那么明显,因为这种汁液接触到很多部位,并被分散成微小的部分。
§22.6Διὰ τί τὰ τραγήματα ἐδεστέον;
为什么应该吃甜点?
ἢ ἕνεκα τοῦ πιεῖν ἱκανόν;
是为了能够喝得足够吗?
οὐ γὰρ μόνον ποτέον τῆς δίψης χάριν τῆς ἐπὶ τοῖς σιτίοις, ἀλλὰ καὶ μετὰ τὸ σιτίον.
因为不仅由于吃主食引起的口渴需要喝水,在吃完主食后也应该喝水。
§22.7Διὰ τί τὰ ὀπτὰ κάρυα ψυχθέντα χείρω γίνεται, καὶ ὁ ἄρτος δὲ καὶ ὁ βάλανος καὶ πολλὰ τῶν τοιούτων, θερμανθέντα δὲ πάλιν βελτίω;
为什么烤过的坚果冷了以后会变差,面包、橡子及许多此类东西也是如此,而再次加热后又变好?
ἢ διότι ψυχθέντος μὲν πέπηγεν ὁ χυμός, ἀναχλιανθέντος δὲ πάλιν χεῖται;
是因为冷却时风味(汁液)凝固了,而再次温热时它又重新流散开来吗?
ἡ δὲ ἡδονὴ γίνεται διὰ τὸν χυμόν.
而享乐(美味)正是由于这风味而产生的。