Humanitext Reader

亚里士多德 · 问题集 §21.19-21.26

谷粉的吸水与体积变化及加工者健康

第 98 段,共 148 段 · 希腊语

内容简介

探讨大麦粉、面粉及面团的吸水性、体积变化、受热与冷却的影响,以及加工这些粮食的工人的身体健康状况。

§21.19Διὰ τί μετὰ τοῦ ἀλφίτου πινόμενον τὸ γάλα καὶ ὁ γλυκὺς φαίνεται γλυκύτερα;
为什么牛奶和甜酒在大麦粉一起饮用时显得更甜?
πότερον οὖν παρὰ τὸ μὴ γλυκὺ μᾶλλον φαίνεται;
那么,是因为与不甜的东西对比而显得更甜吗?
τὸ γὰρ ἄλφιτον οὐ γλυκύ.
因为大麦粉并不甜。
ἢ ὅτι ἐνδιατρίβει τὸ ἄλφιτον ἔχον γλυκύτητα, ὥστε πλείονι χρόνῳ ἡ αἴσθησις.
还是因为大麦粉保持着甜味并滞留在口中,从而使感觉持续更长时间?
§21.20Διὰ τί ἧττον ἄκρατον φαίνεται τὸ αὐτὸ πόμα μετὰ τοῦ ἀλφίτου πινόμενον;
为什么同样的饮料在大麦粉一起饮用时,显得不那么浓烈?
πότερον ἢ ὅτι κεράννυσιν ἄλλο ἔχον μετ’ ἄλλου;
是因为它将一种东西与另一种东西混合在一起吗?
ἢ ὅτι ἀντιφράττει τῷ πόματι καὶ ἀφανίζει, ἀντισπῶν εἰς αὑτό;
还是因为它遮挡并消除了饮料,将其吸入自身内部?
§21.21Διὰ τί ὁ χόνδρος πλεῖον ὕδωρ δέχεται ἢ οἱ πυροὶ ἐξ ὧν ὁ τοιοῦτος ἐγένετο χόνδρος;
为什么麦糁比制成这种麦糁的小麦吸收更多的水?
ἢ ὅτι ἄλευρά πώς ἐστιν ὁ χόνδρος, τὰ δὲ ἄλευρα πλεῖον δέχεται.
还是因为麦糁在某种程度上就是面粉,而面粉吸收得更多?
καὶ γὰρ γίνεται ὁ ὄγκος πλείων ἢ ὁ τῶν πυρῶν· σέσακται γὰρ καὶ τὰ ἐν τοῖς πυροῖς.
因为其体积确实变得比小麦更大;因为即使是小麦中的东西也是被压实(填塞)的。
τὰ δὲ πλείω χωρεῖ πλεῖον.
而体积更大的东西能容纳更多。
καὶ τοῦτο καὶ ὅτι ἔχει θερμότητα καὶ τὰ ἄλευρα καὶ ὁ χόνδρος.
这既是因为这一点,也是因为面粉和麦糁都带有热量。
τὸ δὲ θερμὸν καὶ ἕλκει μᾶλλον τὸ ὑγρόν, καὶ ἐξαναλίσκει ἐξατμίζον.
而热不仅更能吸引水分,还会通过蒸发将其消耗。
§21.22Διὰ τί τὸ ἄλευρον τριβόμενον μεῖζον πολὺ γίνεται ἢ τὸ ἄλφιτον κατὰ λόγον;
为什么面粉在揉捏时按比例变得比大麦粉大得多?
ἢ ὅτι τὸ μὲν πολὺ ὕδωρ δέχεται, τὸ δὲ ὀλίγον;
还是因为前者吸收很多水,而后者吸收很少?
διὰ τί δὲ δέχεται πλεῖον;
但为什么它吸收得更多?
μᾶλλον γὰρ εἰκὸς τὸ ἄλφιτον πεπύρωται γάρ, τὸ δὲ ἄπυρον· μᾶλλον δὲ ξηρὸν τὸ πεπυρωμένον.
因为大麦粉吸收更多才更合理,因为它经过烘烤,而面粉未经烘烤;而经过烘烤的更干燥。
ἢ διότι τρῖψιν μᾶλλον δέχεται τὸ ἄλευρον;
还是因为面粉更能接受揉捏?
τούτου δὲ αἴτιον τὸ μικρομερέστερον εἶναι.
其原因在于它由更细小的颗粒组成。
ὥσπερ οὖν ὁσαπλάσιον δυνάμει ἐστὶ τῇ μικρότητι, τοσαυταπλάσιον δέχεται τὸ ὕδωρ.
因此,其潜在的细微程度是粗颗粒的多少倍,它就吸收多少倍的水。
κόλλῃ γὰρ χρῆται τῷ ὕδατι, ὥσπερ καὶ Ἐμπεδοκλῆς μετήνεγκεν ἐν τοῖς Φυσικοῖς εἰπὼν ἄλφιτον ὕδατι κολλήσας .
因为它是将水用作“粘胶”,正如恩培多克勒在《物理学》中隐喻地说的:“用水粘合大麦粉”。
καὶ ἀναλίσκει πολὺ διὰ τοῦτο.
因此它消耗了很多水。
§21.23Διὰ τί δὲ καὶ πεπυρωμένον τὸ σταῖς μεῖζον γίνεται ἢ ἡ μᾶζα;
为什么加热后的小麦面团比大麦饼变得更大?
ἢ ὅτι ἔχει ὑγρὸν οὐ κεχωρισμένον, ὥστε ἐξιέναι θερμαινόμενον, οὐ πνεῦμα γινόμενον, καὶ οὐ δυνάμενον ἐξιέναι ὁμοίως καὶ ἐν τῇ μάζῃ διὰ τὴν πυκνότητα τοῦ σταιτός (πυκνὸν γὰρ τὸ ἐκ μικρομερεστέρων), αἴρει [οὖν] καὶ ποιεῖ τὸν ὄγκον.
还是因为它含有未分离的水分,从而在受热时不会逸出,而是变成了气体,且由于小麦面团的致密(因为由更细小颗粒组成的东西是致密的),无法像在大麦饼中那样轻易逸出,因而膨胀并产生了体积?
ἔτι δὲ καὶ πλεῖον ἔχει τὸ ὑγρόν, ἐξ οὗ θερμαινομένου πνεῦμα γίνεται· ἐκ δὲ τοῦ πλείονος ἀνάγκη γίνεσθαι πλεῖον.
而且,它含有更多的水分,受热时从中产生气体;而从更多的水分中必然会产生更多的气体。
§21.24Διὰ τί οἱ περὶ τὴν τῶν σίτων ἐργασίαν, οἱ μὲν περὶ τὰς κριθὰς ἄχροοι γίνονται καὶ καταρροϊκοί, οἱ δὲ περὶ τοὺς πυροὺς εὐεκτικοί;
为什么在从事粮食加工的人当中,处理大麦的人面色苍白且易患卡他,而处理小麦的人却体格强壮?
ἢ διότι εὐπεπτότερος ὁ πυρὸς τῆς κριθῆς, διόπερ καὶ αἱ ἀπόρροιαι;
是因为小麦比大麦更容易消化,因而其散发物也是如此吗?
§21.25Διὰ τί ὁ ἄρτος, ἐὰν μέν τις αὐτὸν ὀπτᾷ, σκληρότερος γίνεται, ἐὰν δέ τις αὐτὸν χλιαίνῃ, ὑγρότερος ἄχρι τινός;
为什么面包如果烘烤就会变硬,但如果温热在一定程度上就会变软?
ἢ ὅτι ὀπτωμένου αὐτοῦ τὸ ὑγρὸν ἐκπορεύεται;
是因为在烘烤时水分逸出了吗?
σκληρότερος οὖν γίνεται·
所以它变硬了。
ἐπιθερμαινομένου δὲ τὸ ὑγρὸν συσταθὲν διαχεῖται ὑπὸ τοῦ πυρός, διὸ ὑγρότεροι γίνονται.
而在受热温热时,凝结的水分被火驱散,因此它们变软了。
§21.26Διὰ τί τὰ μὲν ἄλευρα ψυχόμενα ἧττον σάττεται, τὰ δὲ ἄλφιτα μᾶλλον;
为什么面粉在冷却时较少被压实,而大麦粉则更多?
ἢ ὅτι τὰ μὲν μικρομερῆ οὐ διαλείπει χώραν, καὶ τὰ βαρέα τῇ θλίψει τὰ πλείω ἐλάττω κατέχει τὸ ἴσον;
是因为面粉颗粒细小而不留空间,且由于较重,在受压时较多的量占有较小或相等的空间吗?
τὰ μὲν οὖν ἄλφιτα ἁδρά ἐστιν.
大麦粉是粗颗粒的。
ψυχόμενα οὖν ἐλάττω γίνεται, ὥστε τὸ ἔλαττον συμπιέζει τὸ πλέον.
因此,冷却时它变小了,从而变小的部分压缩了较大的部分。
τὰ δὲ ἄλευρα ὑπάρχει μὲν μικρομερῆ ὄντα, ὥστε οὐ διὰ τοῦτο ψύχεται, ἀλλ’ ἵνα ᾖ κουφότερα καὶ μὴ σάττηται διὰ τὴν θλῖψιν· βαρύτερον γὰρ φύσει τὸ ἄλευρον τοῦ ἀλφίτου ἐστίν.
而面粉原本就是细小颗粒,所以它不是为了这个原因而冷却,而是为了使其更轻,不因受压而压实;因为面粉在自然属性上比大麦粉更重。

词汇与语法注释

  1. 21.19ὥστε πλείονι χρόνῳ ἡ αἴσθησις — 在 ὥστε 引导的结果从句中省略了系动词(如 γίγνεται 或 ἐστίν),简洁地表达了“感觉[持续]更长时间”的情况。
  2. 21.22ὥσπερ οὖν ὁσαπλάσιον δυνάμει ἐστὶ τῇ μικρότητι, τοσαυταπλάσιον δέχεται τὸ ὕδωρ — 使用关系形容词 ὁσαπλάσιος(若干倍)与 τοσαυταπλάσιος(相应倍数)的比例句。τῇ μικρότητι(在微细程度上)是表示观点的与格。
  3. 21.23οὐ κεχωρισμένον, ὥστε ἐξιέναι θερμαινόμενον, οὐ πνεῦμα γινόμενον, καὶ οὐ δυνάμενον ἐξιέναι — 在包含不定式的 ὥστε 从句中,否定词 οὐ 用于修饰分词(γινόμενον, δυνάμενον),以否定某种条件或性质,用以强调客观事实的状态(“无法逸出的状态”)。
  4. 21.26τὰ πλείω ἐλάττω κατέχει τὸ ἴσον — 使用比较级的紧凑表达。它解释了粒子密度与体积的反比关系:较多的量(τὰ πλείω)在受压时占有(κατέχει)较小的空间(ἐλάττω)或相等的空间(τὸ ἴσον)。

引用这一段

亚里士多德, 问题集 §21.19-21.26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:21.19-21.26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。