§21.14Διὰ τί τὰ αὐτὰ συνεθιζομένοις τε ἡδέα φαίνεται καὶ λίαν συνεχῶς προσφερομένοις οὐχ ἡδέα;
为什么同样的事物,对于逐渐习惯的人显得愉快,而对于过于连续被提供的人却显得不愉快?
τὸ δὲ ἔθος ἐστὶν τὸ πολλάκις καὶ συνεχῶς τι ποιεῖν.
而习惯是指屡次且连续地做某事。
ἢ ὅτι τὸ μὲν ἔθος ἕξιν δεκτικήν τινος ἐν ἡμῖν ποιεῖ, οὐ πλήρωσιν, τὸ δὲ συνεχῶς προσφέρεσθαί τι πληροῖ τὴν ἐπιθυμίαν, καὶ καθάπερ αἴτιον;
还是因为习惯在我们体内产生某种接受的状态,而非饱足,而连续被提供某物则会满足欲望,并且好似成为其原因?
ἔστι γάρ τι καὶ ἡ ἐπιθυμία.
因为欲望也是一种容器。
αἱ μὲν οὖν ἕξεις γυμναζόμεναι αὔξονται καὶ ἐπιδιδόασιν· τὰ δὲ ἀγγεῖα σαττόμενα οὐδὲν μείζω γίνεται.
因此,状态通过锻炼而增长和提升;但容器被填塞时却不会变得更大。
διόπερ τὸ μὲν ἔθος ὂν γυμνάσιον αὔξει τὴν δεκτικὴν ἕξιν· τὸ δὲ συνεχῶς προσφερόμενον σάττει μὲν καὶ πληροῖ τὴν ἐπιθυμίαν, ἧς πληρωθείσης οὐκέτι προσιέμεθα, αὔξει δὲ οὐθὲν αὐτὴν διὰ τὰ προειρημένα ἐπὶ τῆς σάξεως.
因此,习惯作为一种锻炼,增加了接受的状态;而连续被提供的东西则填塞并满足了欲望,一旦欲望被满足,我们便不再接纳它,但由于前面关于填塞所说的原因,它绝不会增加欲望本身。
ἔτι τὸ ἔθος οὐ τῷ ἀεὶ ἡδύνειν ἡδύ ἐστι (λυπεῖ γὰρ καὶ τὰ τοιαῦτα ἐάν τις συνεχῶς ποιῇ), ἀλλὰ τῷ τὴν ἀρχὴν τοῦ ἔργου ἡδέως ἡμᾶς προσίεσθαι, καὶ πλείω χρόνον δύνασθαι ταὐτὸν ποιεῖν ἢ ἀσυνήθεις ὄντας.
此外,习惯之所以令人愉快,并不是因为它总是带来愉快(因为即使是这样的事,如果连续去做也会带来痛苦),而是因为我们愉快地接纳活动的开始,并且能够比不习惯的人更长时间地做同一件事。
ἐν ᾧ οὖν καὶ τοῦτο λυπεῖ ἡδὺ ὄν, ἐν ταὐτῷ καὶ τὰ ἄλλα ἡδέα.
因此,在此物虽令人愉快却带来痛苦的同一点上,其他愉快的事物也是如此。
συνεχῶς γὰρ γινόμενα ἢ προσφερόμενα ἀμφότερα λυπεῖ.
因为当两者连续发生或被提供时,都会带来痛苦。
αἴτιον δὲ τὸ μὴ ἀπείρους ἡμᾶς ἐν αὐτοῖς δυνάμεις ἔχειν τὰς δεκτικὰς καὶ ποιητικάς, ἀλλὰ πεπερασμένας, αἳ τυγχάνουσαι τοῦ συμμέτρου αὐταῖς (τοῦτο γὰρ συνεχῶς ἐστιν αἰσθητὸν εἰς ἐπίδοσιν) αἱ μὲν πληροῦνται, αἱ δὲ ἀδυνατοῦσιν ἐνεργεῖν.
其原因在于,我们在这些事物上并不拥有无限的接受能力和活动能力,而是有限的;当它们遇到与自身相称的事物时(因为这正是为了增进而连续被感知到的),一些能力被填满,另一些能力则无法再发挥作用。
§21.15Διὰ τί τὸ μὲν σταῖς γίνεται τριβόμενον λευκόν, ἡ δὲ μᾶζα μελαντέρα;
为什么小麦面团在揉捏时会变白,而大麦饼却变黑?
πότερον ὅτι ξηραίνεται μᾶλλον τὸ ἐπιπολῆς ἐν τῷ ἀλφίτῳ, οἷον ἐν ὑγρῷ θερμόν, ὃ ποιεῖ τὴν λευκότητα;
是因为大麦粉的表面干燥得更多——如同湿润中的热,正是这产生了白色?
ἢ διὰ τὸ πεπυρῶσθαι ἕλκει τὸ ὑγρὸν εἰς αὑτό, μεγαλομερέστερον ὄν.
还是因为在加热时,由于其颗粒较大,它会将水分吸入自身内部?
§21.16Διὰ τί τὰ ἄλφιτα μᾶλλον τῷ ὕδατι συμμένει φυρώμενα ἢ τῷ ἐλαίῳ, ὄντι γλισχροτέρῳ;
为什么大麦粉用油调制时不如用水调制时更易结合,而油其实更粘稠?
καίτοι κολλητικώτερον τὸ γλίσχρον, τὸ δὲ ἔλαιον τοῦ ὕδατος γλισχρότερον.
尽管粘稠的东西更具粘性,且油比水更粘稠。
ἢ ὅτι λεπτότερον τὸ ὕδωρ, ὥστε εἰσέρχεται εἰς ἅπαν καὶ μαλακὰ ποιεῖ, συμφύεταί τε μᾶλλον καὶ συνθλίβεται πρὸς ἄλληλα, καίτοι θλιβόμενα καὶ χωρὶς τῆς τρίψεως.
还是因为水更细密,因而能渗入一切并使之变软,且彼此更结合在一起并相互挤压,尽管即使没有揉捏它们也会被挤压?
§21.17Διὰ τί οἱ ἄτριπτοι ἄρτοι καὶ οἱ σφόδρα τετριμμένοι ῥήγνυνται;
为什么未捏的面包和过度捏的面包都会破裂?
ἢ ὅτι οἱ μὲν ἄτριπτοι διὰ τὸ ἀσύνδετοι εἶναι;
还是因为未捏的面包是不连结的?
ἡ γὰρ τρῖψις συνδεῖ· προωδοποίηνται οὖν τῷ ῥήγνυσθαι.
因为揉捏使之连结;因此它们已经预先倾向于破裂了。
ἔτι ἀμιγὲς καὶ πολὺ ἔχουσιν τὸ ὑγρόν.
此外,它们含有大量未混合的水分。
οἱ δὲ τετριμμένοι σφόδρα λίαν εἰσὶ ξηροὶ διὰ τὸ ὀλίγον ἔχειν ὑγρόν· θερμαινομένων γὰρ πᾶν ἐξέρχεται.
而过度捏的面包则由于含有很少的水分而极度干燥;因为当它们受热时,水分会全部逸出。
ὥστε ἄμφω διὰ τὸ πολὺ ὑγρὸν ἐξιέναι ῥήγνυνται· πολὺ γὰρ ἐν μὲν τοῖς ἀτρίπτοις ἀπλῶς ἔνεστιν, ἐν δὲ τοῖς τετριμμένοις πρὸς τὸ ὑπόλοιπον.
结果,两者都因为大量水分逸出而破裂;因为在未捏的面包中绝对存在大量水分,而在揉捏的面包中则是相对于残留物而言存在很多水分。
§21.18Διὰ τί κουφότερον τὸ φύραμα γίνεται ἢ ἄμφω, τό τε ὑγρὸν καὶ τὸ ἄλφιτον;
为什么调制的面团比液体和大麦粉两者的总和还要轻?
πότερον ὅτι μιγνυμένων πνεῦμα συγκατακλείεται;
是因为当它们混合时,气体被一同封闭在内?
ἢ ὅτι ὑπὸ τοῦ θερμοῦ τοῦ ἐν τοῖς ἀλφίτοις ἐξατμίζεται τοῦ ὕδατος, ὥστε ἔλαττον γίνεται τὸ μεμιγμένον;
还是因为大麦粉中的热量使部分水分蒸发,从而使混合物减少?
ὁ δὲ ἀήρ, εἰ καὶ μίγνυται, οὐθὲν ἂν κουφότερον ποιοῖ· ἔχει γὰρ βάρος καὶ ὁ ἀὴρ ἐν τῷ ἀέρι.
而空气,即使被混合进去,也不会使其更轻;因为即使在空气中,空气也有重量。