Humanitext Reader

亚里士多德 · 问题集 §21.10-21.13

面团的膨胀硬度与对美味的厌倦

第 96 段,共 148 段 · 希腊语

内容简介

本章节探讨了小麦面团在烘烤时膨胀的物理机制、蜂蜜水相较于普通水对面粉松脆度的影响、双焙面包保持柔软的原因,以及为什么人们能够长期食用简单的主食和饮料,却容易对美味肥甘的食物感到厌饱。

§21.10Διὰ τί δὲ πυρούμενον τὸ σταῖς μεῖζον γίνεται ἢ ἡ μᾶζα;
为什么小麦面团在烘烤时,会变得比大麦饼更大?
ἢ ὅτι ἔχει ὑγρὸν οὐ κεχωρισμένον, ὥστε ἐξιέναι θερμαινόμενον διὰ τὴν τρῖψιν· ἐξ οὗ θερμαινομένου πνεῦμα γίνεται, ἐκ δὲ τοῦ πλείονος ὑγροῦ ἀνάγκη γίνεσθαι πλεῖον πνεῦμα.
还是因为[小麦面团]含有未分离的水分,以致于在揉捏变热时,这些水分试图逸出;而当它变热时,就会产生气体,且由于水分更多,必然产生更多的气体?
§21.11Διὰ τί τοῦ μέλιτος κολλητικωτέρου ὄντος ἢ τοῦ ὕδατος, τὸ τῷ μελικράτῳ φυραθὲν ἄλευρον ψαθυρώτερον γίνεται, ὅταν ἑψηθῇ ἢ ὀπτηθῇ, ἢ τὸ τῷ ὕδατι;
为什么尽管蜂蜜比水更有粘性,但用蜂蜜水调和的面粉在煮或烤时,会比用水调和的面粉更易碎?
ἢ διότι τὸ μὲν ὑπὸ τοῦ πυρὸς πήγνυται καὶ συνίσταται, [τὸ ὕδωρ], τὸ δὲ μέλι συνιστᾷ μέν, ἀλλ’ ἐπιξηραίνει διὸ μᾶλλον ψαθυρὸν ποιεῖ ἡ γὰρ ψαθυρότης ὑπὸ ξηρασίας γίνεται.
还是因为一者(水)会被火凝固并凝聚,而蜂蜜虽然能使之凝聚,却会使其极度干燥,因而使其更易碎? 因为易碎是由干燥引起的。
§21.12Διὰ τί οἱ δίπυροι ἄρτοι ψυχθέντες οὐ γίνονται σκληροί;
为什么双焙面包(二度烘烤的面包)在变冷后不会变硬?
ἢ ὅτι ἔχει τινὰ ἐν αὑτῷ ὁ πυρὸς γλυκὺν καὶ γλίσχρον χυμόν, ὅς ἐστιν αὐτοῦ καθάπερ ψυχή;
还是因为小麦自身内部含有一种甜而粘稠的汁液,这就像是它的灵魂一样?
σημεῖον δέ· ξηραινόμενος μὲν γὰρ ὅλως κενοῦται, νοτιῶν δὲ ἐκφύεται.
这是一个证据:因为当它完全干燥时,它就被完全排空,而当它潮湿时,它就会发芽。
τοῦ οὖν χυμοῦ τούτου ἐνυπάρχοντος καὶ ἐν τῷ ἀλεύρῳ καὶ μάλιστα τῷ καθαρωτάτῳ, σταιτὸς γενομένου τοῦ ἀλεύρου καὶ τριβομένου συμβαίνει αὐτό.
因此,由于这种汁液存在于面粉中,尤其是最纯净的面粉中,当面粉被制成面团并揉捏时,就会发生这种情况。
σημεῖον δέ· ἑψόμενον γὰρ διαχωρητικώτερον γίνεται.
这是一个证据:因为当它被煮时,它会变得更容易通便。
ὀπτωμένου μὲν οὖν τὸ πρῶτον τοῦ ἄρτου, τὸ ψαθυρὸν καὶ ἐλαφρὸν τοῦ δὲ ὑγροῦ τοῦ ἐκ τοῦ ἄρτου ἀπατμίζει, καὶ τοῦ ἀλεύρου τὸ ἀχυρωδέστατον ἀποκαίεται.
那么,当面包最初被烘烤时,面包中水分的易碎且轻的部分会蒸发,而面粉中最像麦壳的部分会被烧尽。
ἐξαιρεθέντος δὲ καὶ τριβομένου πάλιν τοῦ σταιτός, τό τε τοῦ ἀλεύρου λειότατον καὶ τοῦ ὑγροῦ γλισχρότατον λειπόμενα μίγνυται μᾶλλον ἑαυτοῖς, διά τε τὸ τοιαῦτα καὶ μᾶλλον γεγονέναι, καὶ διὰ τὴν πύρωσιν·
但当面团被取出并再次揉捏时,留下的最光滑的面粉部分和最粘稠的水分部分会更充分地相互混合,这既是因为它们更具有那种性质,也是因为加热的作用。
βαφῇ γὰρ ἡ μῖξις αὐτῶν ὁμοία γίνεται, ὥστε γίνεσθαι τὸ ὕστερον τριφθὲν σταῖς ὅμοιον τῷ ἑψομένῳ ἀλεύρῳ.
因为它们的混合变得像染色一样,结果后来揉捏的面团变得像煮熟的面粉。
καὶ γὰρ ἐκεῖνο, τριφθέντος τοῦ σταιτὸς καὶ λειφθέντος τοῦ λεπτοτάτου ἀλεύρου καὶ τοῦ γλισχροτάτου ὑγροῦ, πυρωθὲν κολλῶδες γίνεται καὶ ἀνεξίκμαστον·
因为那也是如此,在面团被揉捏、最精细的面粉和最粘稠的水分被留下之后,受热就会变得有粘性且不失水分。
τό τε γὰρ γλίσχρον δυσδιαίρετον, καὶ τὸ πυκνὸν οὐθὲν δι’ αὑτοῦ προΐεται.
因为粘性的东西难以分割,而致密的东西不让任何东西通过自身排出。
ὑγρότατον οὖν τοῦτο, καὶ διὰ πυρὸς πάσχει ἄρτος διὰ τὰ εἰρημένα· ἔχων δὲ ἀεὶ ὑγρότητα οὐ γίνεται σκληρός.
因此,这是极度湿润的,而面包由于上述原因受到火的作用;并且因为始终保持着水分,它不会变硬。
§21.13Διὰ τί τῆς τροφῆς καὶ τῆς ξηρᾶς καὶ τῆς ὑγρᾶς ἐνίοις δυνάμεθα πολὺν χρόνον χρῆσθαι, οἷον τῇ γινομένῃ τροφῇ ἐξ ἀλφίτων καὶ ἀλεύρων καὶ τοῖς οἴνοις τοῖς αὐστηροῖς καὶ ὕδατι, τοῖς δὲ οὐ δυνάμεθα, καὶ ταῦτα ἡδίοσιν οὖσιν;
为什么对于某些食物,无论是干的还是湿的——例如用大麦粉和小麦粉制成的食物、涩味的葡萄酒以及水——我们能够长期食用,而对于其他食物,即使它们更美味,我们却无法做到这一点?
ἢ ὅτι τὰ μέν ἐστι τῶν προσφερομένων ἐπιπολαστικὰ καὶ τρόφιμα, ὥστε καὶ ὅταν κενωθῶσιν, τῆς πρώτης τροφῆς ἀναλωθείσης ἔτι ἔνεστιν ἐν τῷ σώματι πολλὴ δύναμις, ὡς μὲν πρὸς τὴν πρώτην ἐργασίαν τοῦ σώματος πεφθεῖσα, ὡς δὲ πρὸς τὸ τέλος καὶ τὴν ἐκ διαδοχῆς γινομένην ἄπεπτος;
还是因为在摄入的食物中,有些容易残留在胃部表面且富有营养,因此即使当它们被排空、最初的食物被消耗之后,体内仍然留有很大的效能,这效能就身体的第一阶段加工而言已经消化,但就最终阶段和接续发生的阶段而言尚未消化?
τοιαῦτα δέ ἐστιν καὶ τῶν ἡδέων τὰ πλεῖστα.
绝大多数美味的东西也是这种性质。
τὰ μὲν γὰρ λιπαρὰ καὶ γλυκέα καὶ πίονα ἥδιστα δοκεῖ εἶναι γευομένοις ἡμῖν, ταῦτα δέ ἐστι πάντα [τὰ] τρόφιμα καὶ οὐκ ἄπεπτα καὶ ἐπιπολαστικά, ἐν ᾗ ἂν ᾖ διαφορᾷ· ὥστε ἔναυλον εἶναι τὴν δύναμιν, ἐάν τις αὐτῶν πληρωθῇ καὶ μὴ ταχὺ ἐκλίπῃ τὴν αἴσθησιν.
因为油脂、甜物和肥浓之物在品尝时似乎最美味,而所有这些东西,无论存在何种差异,都是有营养的、不会不消化的、且容易残留在胃部表面的;以致于如果有人因它们而饱足,其效能就会依然清晰,并且不会迅速从感觉中消失。
οὐ γὰρ μόνον ἐν τῇ κοιλίᾳ ἐνόντων γίνεται ἡ πλήρωσις, ἀλλὰ καὶ διαδοθείσης τῆς τροφῆς ἐν ἄλλοις μέρεσιν.
因为饱足感不仅发生在食物留在胃里时,也发生在营养被输送到其他部位时。
ἢ οὐ μόνον τοῦτο αἴτιον, ἀλλὰ καὶ τὸ τῇ φύσει ἔνια σύμμετρα εἶναι καὶ οἰκεῖα ἡμῖν;
还是因为这不仅是唯一的原因,而且也因为某些事物在天性上与我们适度且亲和?
πάντα γὰρ τὰ τοιαῦτα διὰ τὸ κατὰ φύσιν εἶναι μᾶλλον προσίεται τὰ σώματα, τὰ δὲ παρὰ φύσιν ἧττον.
因为所有这些事物由于顺应自然,身体更容易接纳它们,而违背自然的则较难接纳。
ἄλλα τε ἄλλῃ κράσει ἁρμόττει, οἷον τὸ μέλι ταῖς μελίτταις κατὰ φύσιν ἐστίν, ὥστε προσφέρεσθαι μόνον· καίτοι ἀσθενεῖς γέ εἰσι τὴν δύναμιν.
不同的事物适应不同的体质;例如,蜂蜜对蜜蜂而言是顺应自然的,因而它们只摄入它,尽管它们在力量上是弱小的。
ὥστε δεῖ λείπειν τὸ ἀναλισκόμενον, ἀλλ’ εἶναι ἀνάλογον τὸ πλῆθος πρὸς τὴν ἰσχὺν τὴν ἀπὸ τῶν ἀνθρώπων·
因此,被消耗的部分必须有所不足,但其分量必须与人类所拥有的力量相称。
ὥστε ὅσα τῶν ἡδέων τοιαῦτά ἐστι, διὰ μὲν τὸ ἐν τῇ φύσει ἧττον ὑπάρχειν ἡδέα φαίνεται, ὀλίγον δὲ χρόνον· εἶτα πληροῖ ταχύ.
结果,在美味之物中,凡属此类性质的,由于在[我们的]天性中存在较少,所以只在很短的时间内显得美味,然后很快就让人饱足。
τῶν δὲ κατὰ φύσιν ἀεὶ δέονται, ὥστε καὶ προσφερομένων συνεχῶς δι’ αὐτὰ οὐ τῶν ἡδίστων, ἀλλ’ ἑτέρων ἧττον πληροῦνται.
相反,身体始终需要那些顺应自然的东西,因此,即使出于这些原因而持续摄入的食物并非最美味、而是其他平常之物,它们也不太容易让人感到厌饱和饱足。

词汇与语法注释

  1. 21.10ὥστε ἐξιέναι — 不定动词 ἐξιέναι 的逻辑主语是前句 ἔχει ὑγρὸν οὐ κεχωρισμένον 中的 ὑγρόν。ὥστε 引导结果或倾向,意为“以致于[水分](在变热时)试图逸出”。
  2. 21.12ὁ πυρὸς — 此处的 πυρός 不是“火”(τὸ πῦρ)的属格,而是意为“小麦”的阳性名词 ὁ πυρός(主格)。因此,ὁ πυρὸς 在句中作主语,意为“小麦含有[甜的]汁液”。
  3. 21.12διά τε τὸ τοιαῦτα καὶ μᾶλλον γεγονέναι — 这是受介词 διά 支配的带冠词不定式结构 τὸ ... γεγονέναι(完成时不定式)。其逻辑主语是前文的 τό τε τοῦ ἀλεύρου λειότατον καὶ τοῦ ὑγροῦ γλισχρότατον,而 τοιαῦτα 作为表语形容词,指代“具有此类性质的(即光滑和粘稠的)事物”。
  4. 21.13ὡς μὲν πρὸς τὴν πρώτην ἐργασίαν τοῦ σώματος πεφθεῖσα — 分词 πεφθεῖσα(阴性单数主格)和随后的形容词 ἄπεπτος 修饰主句的主语 πολλὴ δύναμις(阴性单数)。短语 ὡς πρὸς ... 表示视角或限制(“就……而言”)。

引用这一段

亚里士多德, 问题集 §21.10-21.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:21.10-21.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。