§21.1Διὰ τί ἡ πτισάνη καὶ τὸ ἄλευρον ἐλαίου ἐπιχεομένου λευκότερα γίνεται;
为什么在大麦粥和麦粉中倒入橄榄油后,它们会变得更白?
καίτοι τὸ ἔλαιον πυρρόν.
尽管橄榄油是红黄色的。
ἢ ὅτι πέφυκεν μιγνύμενον τῷ ὑγρῷ ἀφρίζειν;
还是因为油与液体混合时,本性上容易起泡?
τοῦτο δὲ ἡ λευκότης.
而这种泡沫就是白色。
ἡ δὲ μῖξις τρίψει καὶ κινήσει.
混合是通过摩擦和运动产生的。
μίγνυται δὲ μᾶλλον τοῖς σωματικοῖς· ἐν δὲ τοῖς ἑψήμασι τοῦτο συμβαίνει, διὸ καὶ λευκότερα ποιεῖ.
油更容易与固体物质混合;在煮沸的混合物中,这种情况就会发生,因此它也使它们变得更白。
§21.2Διὰ τί ἡ ἐκ τοῦ πυροῦ τροφὴ μάλιστα ἁρμόττει τοῖς σώμασιν καὶ μᾶλλον τρόφιμος ἢ ἡ ἐκ τῶν κριθῶν;
为什么用小麦制成的食物最适合身体,并且比用大麦制成的食物更有营养?
ἢ διότι μετρίαν ἔχει γλισχρότητα;
是因为它具有适度的粘性吗?
δεῖ δὲ τὴν τροφὴν ἔχειν τοῦτο· προσφῦναι γὰρ δεῖ καὶ προσκολληθῆναι τῷ σώματι· οὗ αἴτιον τὸ γλίσχρον.
食物应该具有这种性质;因为食物必须附着并粘贴在身体上,而其原因就是粘性。
ἀλλὰ ψαθυρώτερον· διὸ αἱ τετριμμέναι σφόδρα μᾶζαι τροφιμώτεραι τῶν ἀτρίπτων.
但大麦食物更易碎;因此,彻底揉捏的大麦饼比未经揉捏的更有营养。
§21.3Διὰ τί τῶν μὲν ἀλεύρων τὰ πρῶτα, τῶν δὲ ἀλφίτων τὰ τελευταῖα λαμπρότερα;
为什么在小麦面粉中最初的产物,而在大麦粉中最后的产物,显得更白?
ἢ διότι τὸ μὲν καπυρὸν ὂν περιθραύεται, τὸ δὲ μαλακὸν ἐνθλίβεται;
是因为一种因为干脆而在边缘破碎,而另一种因为柔软而被挤压出来吗?
λαμπρότατον δὲ ἐν ἀμφοτέροις τὸ ἐντός.
在这两种粉中,最里面的部分都是最白的。
§21.4Διὰ τί οἱ ἄρτοι λευκότεροι φαίνονται ψυχροὶ ὄντες ἢ θερμοί;
为什么面包在变冷时比变热时显得更白?
ἢ διὰ τὴν αὐτὴν αἰτίαν τρόπον τινὰ καὶ τὸ ἔλαιον λευκότερον τοῦ προσφάτου τὸ παλαιόν;
还是因为某种类似于陈油比新油更白的原理?
αἴτιον γὰρ τῆς μελανίας τὸ ὕδωρ, τοῦτο δὲ ἐν ἀμφοτέροις πλεῖον προσφάτοις οὖσιν· χρονιζομένοις δὲ διὰ τὸ ἐξατμίζειν λείπεται ἔλαττον τὸ ἐπιπολῆς.
因为黑色的原因是水分,而当两者都是新鲜的时候,水分含量更多;但随着时间的流逝,由于蒸发,表面留下的水分变少。
ἐξατμίζει δὲ τοῦ μὲν ἐλαίου ἢ ὁ χρόνος ἢ ὁ ἥλιος· ἐκ δὲ τῶν ἄρτων ψυχομένων τὸ θερμὸν ἐξιὸν ψυχρῶν μὲν ὄντων ἐξελήλυθεν, ἐν δὲ θερμοῖς οὖσιν ἔτι ἔνεστιν.
油中的水分可以通过时间或阳光蒸发;而在变冷的面包中,随着热量散去,在面包变冷时水分已经排出,但在面包变热时水分仍然存在。
§21.5Διὰ τί οἱ ἄναλοι ἄρτοι πλείονα σταθμὸν ἔχουσιν τῶν ἡλισμένων, τῶν ἄλλων αὐτοῖς ἴσων ὑπαρχόντων; εἰκὸς δὲ ἦν τοὐναντίον·
为什么在其他条件完全相同的情况下,无盐面包的重量比加盐面包更重?
οἱ γὰρ ἅλες πρόσκεινταί τε καὶ βαρύτεροι τοῦ ὕδατός εἰσιν.
然而,相反的情况才合乎情理;因为盐是额外添加的,且比水更重。
ἢ ὅτι ξηραίνουσιν οἱ ἅλες;
还是因为盐能使其干燥?
διὸ καὶ σώζεται ἄσηπτα τὰ ταριχευόμενα· ἀναλίσκεται γὰρ καὶ ἀναξηραίνεται τὸ ὑγρὸν ὑπ’ αὐτῶν, ὃ σήπεται ὑπὸ τοῦ θερμοῦ.
因此,盐渍的保存食品也得以保持不腐烂;因为被热量腐化的水分被盐消耗并变干。
καὶ ἐν τῷ ἄρτῳ οὖν ἀναλίσκεται τὸ ὑγρὸν ὑπὸ τοῦ ἁλός, καὶ ἀποπνεῖ ἔξω.
因此,在面包中,水分也被盐消耗,并向外蒸发。
διὸ καὶ οἱ ἕωλοι ἄρτοι κουφότεροί εἰσι τῶν θερμῶν, ψυχρότεροι ὄντες.
所以,陈面包比热面包更轻,因为它们更冷。
ἐν δὲ τοῖς μὴ ἡλισμένοις τοῦτο τὸ ὑγρὸν πλεῖον ἐνυπάρχον ποιεῖ βαρυτέρους αὐτούς.
但在无盐面包中,这种水分含量更多,使其更重。
§21.6Διὰ τί οἱ μὲν ψυχροὶ ἄρτοι ἀναβρεχθέντες, εἰ ἅψονται ἀλλήλων, οὐ συνέχονται, οἱ δὲ θερμοί;
为什么冷面包在浸湿后,如果互相接触就不会粘在一起,而热面包却会粘在一起?
ἢ ὅτι οἱ μὲν ψυχροὶ μετὰ τῆς ἀτμίδος ἀφιᾶσι τὸ ἐν αὑτοῖς γλίσχρον ὑγρόν, οὗ ἐξελθόντος οὐ κολλῶνται (τὸ γὰρ ὕδωρ ᾧ ἐβρέχθησαν ψαθυρώτερόν ἐστιν), οἱ δὲ θερμοὶ ἔχουσί τινα γλισχρότητα.
是因为冷面包在释放蒸汽的同时,释放了它们固有的粘性水分,而一旦这些水分流失,它们就不会粘连(因为浸湿它们的水更易碎),而热面包保持着某种粘性吗?
ὅταν μὲν οὖν βεβρεγμένων αὐτῶν ἡ ἀτμὶς ἐξίῃ, τὸ μὲν θερμὸν διαπνεῖ διὰ λεπτότητα, τὸ δὲ κολλῶδες συνεξιὸν αὐτῷ καὶ μιγνύμενον τῷ ὑγρῷ προσέρχεσθαι ποιεῖ ἐν αὐτοῖς.
因此,当它们被浸湿而蒸汽释放时,热量因其稀薄而发散,但粘性物质随之流出并与水分混合,使它们相互贴合。
μιγνύμενον τῷ ὐγρῷ προσέρχεσθαι ποιεῖ ἐν αὐτοῖς.
与水分混合,使它们相互贴合。
§21.7Διὰ τί τῶν ἀλεύρων τὰ ἄλφιτα λαμπρότατά ἐστιν, τῶν δὲ ἀλφίτων τὰ τελευταῖα;
为什么在小麦粉中大麦粉是最白的,而在大麦粉中最后的产物最白?
ἢ ὅτι τὸ μὲν ἄλφιτον καπυρὸν ὂν περιθραύεται, οἷον μάλιστα πάσχει πλεῖστον χρόνον κοπτόμενον, τὸ δὲ μαλακὸν καὶ λεπτὸν ἄλευρον, ὅ ἐστιν ἐντὸς τοῦ πυροῦ, ἐκθλίβεται πρῶτον.
是因为大麦粉因为干脆而在边缘破碎,尤其是在被长时间捶打时最容易发生这种情况,而处于小麦内部的柔软且精细的麦粉则首先被挤压出来吗?
λαμπρότατον δέ ἐστιν ἐν ἀμφοτέροις τὸ ἐντός.
在这两种粉中,最里面的部分都是最白的。
§21.8Διὰ τί ἡ μὲν μᾶζα ὅσῳ ἂν μᾶλλον τριφθῇ, δυσδιαχωρητοτέρα γίνεται, ὁ δὲ ἄρτος εὐδιαχωρητότερος;
为什么大麦饼被揉捏得越多就越难以排泄,而小麦面包则越容易排泄?
ἢ διὰ τὸ τριφθῆναι σφόδρα τὸ σταῖς μικρότερον γίνεται;
是因为通过彻底的揉捏,面团的颗粒变得更小吗?
τὸ γὰρ γλίσχρον τοιοῦτόν ἐστιν, ὑπὸ δὲ τοῦ πυρὸς πάντοθεν ἐξῄρηται τὸ ὑγρὸν τοῦ ἄρτου, ὥστε ψαθυρώτερον γίνεται τοῦ ὑγροῦ ἐξαιρεθέντος ὅλως, ὅσῳ ἂν μᾶλλον τριφθῇ, διὰ τὸ ἐν τῇ τρίψει μικρομερέστερον γεγονέναι· τὸ δὲ ψαθυρὸν εὐπεπτότερόν ἐστιν.
因为粘性的物质具有这种性质,但通过火的作用,面包的水分从四面被完全除去,因此当水分完全除去时,面包被揉捏得越多,由于在揉捏过程中颗粒变得更小,它就变得越易碎;而易碎的东西更容易消化。
ἡ δὲ μᾶζα ὅσῳ ἂν μᾶλλον τριφθῇ, γλισχροτέρα γίνεται τοῦ ὑγροῦ μεμιγμένου· τὸ δὲ γλίσχρον οὐκ εὐδιαίρετον.
但大麦饼被揉捏得越多,由于水分与之混合,它就变得越粘;而粘性的东西不易被分割。
τὰ δὲ τοιαῦτα δύσπεπτά ἐστιν· δεῖ γὰρ τὸ πεφθησόμενον διαιρεθῆναι εἰς μικρά.
这样的东西是难消化的;因为要被消化的东西必须被分割成细小的部分。
§21.9Διὰ τί ἡ μὲν μᾶζα τριβομένη ἐλάττων γίνεται, τὸ δὲ σταῖς μεῖζον;
为什么大麦饼在揉捏时会变小,而面团却会变大?
ἢ ὅτι τὸ μὲν ἄλφιτον βρεχθὲν καὶ τριβόμενον συνίζει τῇ τοῦ ὑγροῦ κολλήσει διὰ τὸ ἀραιὸν εἶναι καὶ χονδρόν, τὸ δὲ ἄλευρον μετεωρίζεται διὰ τὸ πυκνὸν σφόδρα εἶναι;
是因为大麦粉在浸湿和揉捏时,由于其结构松散且粗糙,会通过水分的粘合而收缩塌陷,而小麦面粉则因为其极度致密而膨胀吗?
τὰ γὰρ πυκνὰ τριβόμενα θερμαίνεται, θερμαινόμενα δὲ καὶ πνευματούμενα μετεωρίζεται, καθάπερ καὶ ἡ σάρξ.
因为致密的东西在揉捏时会变热,而变热并充满气体的物质就会膨胀,就像肌肉一样。