§20.31Διὰ τί τῶν μυρρινῶν μὲν μὴ τεταριχευμένων τὰ μύρτα ἀπορρεῖ μᾶλλον τῶν φύλλων, ταριχευομένων δὲ τῷ φύκει τὰ μὲν φύλλα ἀπορρεῖ, τὰ δὲ μύρτα οὐκ ἀπορρεῖ;
为什么当香桃木枝未被保存时,其浆果比叶子更容易脱落,而当用海藻保存时,叶子会脱落而浆果却不脱落?
ἢ ἀταριχεύτων μὲν ὄντων οὕτως ἔχει διὰ τὴν φύσιν;
还是因为在未保存的状态下,这是由于其本性造成的?
ὅταν γὰρ πεπανθῇ, ἀπορρεῖν πέφυκεν τὰ μύρτα.
因为当浆果成熟时,它们自然会脱落。
τοῦτο δὲ οὐ συμβαίνει κειμένων, ἀλλὰ μόνον κωλύει ἡ ἰκμὰς τοῦ φύκους μεταβάλλειν τὸ ἐν τῷ μύρτῳ ὑγρόν.
但这不会发生在放置着的枝条上,而只是海藻的湿气防止了香桃木实中水分的变化。
τὰ δὲ φύλλα ἀποπίπτει τοὐναντίον αὐτῶν ξηραινομένων, τὸ δὲ φῦκος ξηραίνει ἁλμυρὸν ὄν.
相反,叶子脱落是因为它们自身变干,而海藻由于呈咸性而使其变干。
οὐ ταὐτὸ οὖν συμβαίνει ἐπί τε τῆς μυρρίνης οὖσι καὶ κειμένοις τοῖς φύλλοις.
因此,处于香桃木枝上的叶子和被放置着的叶子,所发生的情况并不相同。
§20.32Διὰ τί οἱ σίκυοι πέπονες ἄριστοι γίνονται ἐν τοῖς ἑλώδεσι πεδίοις οὖσιν ἐνύγροις, οἷον περὶ Ὀρχομενὸν καὶ ἐν Αἰγύπτῳ;
为什么熟甜瓜在水源充足的沼泽平原(如奥尔霍梅诺斯周围和埃及)长得最好?
δοκεῖ δ’ ἔνυδρος αὕτη ἡ χώρα εἶναι.
而这个地区似乎水源充足。
ἔστι δὲ τὰ ἑλώδη ἔνυδρα· οἱ δὲ σίκυες αὐτοὶ ὑγρότεροι· διὸ καὶ οἱ κηπαῖοι φαῦλοι εἰσίν.
沼泽地水源充足,且甜瓜本身水分较多;因此花园里种植的甜瓜品质较差。
πότερον ὅτι εἰς βάθος διὰ σκληρότητα τῆς γῆς ἀναγκάζονται φυτεύεσθαι;
是因为由于土壤坚硬,它们被迫种得很深吗?
ἡ γὰρ πηλώδης καὶ πεδιὰς μάλιστα γίνεται σκληρά, οἱ δὲ εἰς βάθος φυτευθέντες βελτίους.
因为粘土质和扁平的土地变得特别坚硬,而种得深的甜瓜更好。
ἢ διότι ξηρὰν δεῖ εἶναι τὴν γῆν διὰ τὸ αὐτὸ εἶναι ὑγρὸν φύσει;
还是因为由于植物本身本性多水,土壤应当干燥?
οὕτω γὰρ ἀντισπώμενον ἐπὶ τὸ μέσον ἥξει.
因为以这种方式向相反方向拉扯,它就会达到中庸。
ἡ δὲ ἑλωδεστέρα μέν, βαθεῖα δὲ τροφὴν ἴσχει καὶ διὰ τὸ βάθος τῆς γῆς καὶ διὰ τὸν τόπον, καὶ οὐχ ὑπερβάλλουσαν διὰ τὸ ξηραίνεσθαι τὴν γῆν πάλιν.
但更呈沼泽性而又深厚的土壤,由于土地的深度和地点而保持养分,且由于土地再次变干而不会使养分过剩。
§20.33Διὰ τί τὸ πήγανον δυσώδεις τοὺς ἱδρῶτας ποιεῖ, καὶ ἔνια τῶν μύρων;
为什么芸香以及一些香料会使汗水发臭?
ἢ ὅτι ὅσων ἐν τῇ ὀσμῇ βαρύτης ἔνι καὶ δριμύτης, ταῦτα κεραννύμενα ταῖς περιττωματικαῖς ὑγρότησι κακωδεστέραν ποιεῖ τὴν ὀσμήν;
还是因为那些气味中含有沉重和辛辣的物质,与多余的水分混合时,会使气味变得更糟?
§20.34Διὰ τί τὸ πήγανον βασκανίας φασὶ φάρμακον εἶναι;
为什么人们说芸香是抵御巫术(邪视)的药?
ἢ διότι βασκαίνεσθαι δοκοῦσι λάβρως ἐσθίοντες;
还是因为贪婪进食的人似乎受到了邪视?
ἢ ὑφορώμενοί τινας δυσχερείας καὶ περὶ τὰ προσφερόμενα ὑπόπτως ἔχοντες;
或者是因为他们提防某些麻烦,对所提供的东西怀有疑心?
ἐπιλέγουσι γοῦν, ὅταν τῆς αὐτῆς τραπέζης ἰδίᾳ τι προσφέρωνται, μεταδιδόντες,
ἵνα μὴ βασκάνῃς με.
无论如何,当他们从同一张桌子上独自取用某物时,他们在一边分享时一边补充说:“免得你对我施邪视。
ἅπαντες οὖν μετὰ ταραχῆς τῶν βρωμάτων προσοίσονται τὸ διδόμενον ὑγρὸν ἢ σιτίον, ὑφ’ ὧν ἢ καταλαμβανομένων ἢ ἀπεμουμένων μετεωρισθέντα τὰ σιτία συνεξέπεσεν καὶ τὰ πνεύματα ὑπὸ τῶν ὑγρῶν καὶ πόνους καὶ στρόφους παρέχει.
”因此,所有人都会带着食物引起的动荡来接受所给予的液体或食物,而当这些东西被滞留或呕吐时,被抬升的食物便一同排出,且由液体引起的胀气会导致疼痛和绞痛。
τὸ πήγανον οὖν προεδεσθέν, θερμαντικὸν ὂν τῇ φύσει, ἠραίωσε τὸ δεχόμενον ἀγγεῖον τὰ σιτία καὶ τὸ ἄλλο σῶμα. διὸ ἐξίεσθαι τὸ ἐγκαταλαμβανόμενον πεῦμα συμβαίνει.
这是因为预先服用的芸香本性温热,使接收食物的容器及身体的其他部分松弛,从而使被封闭的胀气得以排出吗?
§20.35Διὰ τί ἡ ὀρίγανος ἐμβαλλομένη τῷ γλεύκει γλυκὺν ποιεῖ τὸν οἶνον;
为什么将牛至放入未发酵的葡萄汁中会使葡萄酒变甜?
ἐμβάλλονται δὲ δύο κοτύλαι εἰς τὸν ἀμφορέα.
每个安瓿(双耳瓶)中放入两考提拉。
ἢ ὅτι ἐξαίρει δι’ ὧν ἡ αὐστηρότης γίνεται, τὸ ὑδατῶδες καὶ τὸ τρυγῶδες ἀναδεχομένη τῇ ξηρότητι εἰς ἑαυτήν;
还是因为牛至通过其干燥性将水状和渣滓部分吸收到自身中,从而去除了产生涩味的物质?
σημεῖον δὲ ὅτι ἐκ τούτων τὸ αὐστηρόν· οἱ γὰρ οἶνοι ἧττον μαλακοί, ἐὰν ὕδωρ παραχεθῇ, καὶ ἐὰν ἐν τῇ τρυγὶ πλείω χρόνον ἐάσῃ τις.
这些是涩味产生原因的证据在于:如果倒入水,或者如果让酒在酒糟中保留更长时间,葡萄酒就变得不那么柔和。
καὶ ὅταν ποιῶσι γλυκύ, ἡλιῶσι τὰς σταφυλας πολὺν χρόνον, καὶ ὁ ἥλιος ἀφαιρεῖ τὸ ὑδατῶδες καὶ τὸ λοιπὸν συμπέττει.
而且,当人们制作甜葡萄酒时,会将葡萄晒太阳很长时间,太阳去除了水分并熟化了其余部分。
ταὐτὸ δὲ τοῦτο ποιεῖ καὶ ἡ ὀρίγανος ξηρὰ γὰρ καὶ θερμή, ὥστε εἰκότως διαμένει.
而牛至也做同样的事情;因为它是干燥且温热的,所以它自然地保持了这种状态。
§20.36Διὰ τί αἱ μέλαιναι μυρρίναι πυκνοφυλλότεροί εἰσι τῶν λευκῶν μυρρινῶν;
为什么黑香桃木比白香桃木的叶子更茂密?
ἢ ὅτι ἀγριώτεραι τὸ γένος;
还是因为它们的品种更野生?
σημεῖον δὲ ὅτι γίνονται ἐν τοῖς ἀγροῖς καὶ ἥκιστα μεταβάλλουσιν ὑπὸ τῆς ἐπιμελείας.
其证据在于它们生长在野外,且最不易因照料而改变。
τὰ δὲ ἄγρια πάντα πυκνοφυλλότερα· διὰ γὰρ τὸ ἧττον πέττειν τὸν καρπὸν εἰς τὰ φύλλα ἡ τροφὴ τρέπεται.
所有野生植物的叶子都更茂密;因为由于果实熟化较少,养分便转向了叶子。