§20.23Διὰ τί τὰ μύρτα ἐν τῇ χειρὶ θλιβέντα γλυκύτερα ἡμῖν δοκεῖ εἶναι τῶν μὴ τεθλιμμένων;
为什么用手捏碎的香桃木实,在我们看来比没有捏碎的更甜?
ἢ καθάπερ καὶ αἱ ῥᾶγες τετρυγημέναι τῶν βοτρύων γλυκύτεραί εἰσιν ἢ τῶν ἀτρυγήτων;
还是就像收获的葡萄粒比未收获的更甜一样?
ὑπὸ γὰρ τοῦ γλεύκους ὄντος φύσει ἡδέος αἱ μὲν τετρυγημέναι ῥᾶγες ὥσπερ ἐοίκασιν ἡδυσμέναι (ἀνάπλεῳ γάρ εἰσι καὶ ἔξωθεν), αἱ δ’ ἐπὶ τῶν βοτρύων ἀνήδυστοι.
因为由于葡萄汁本性甘甜,收获的葡萄粒似乎被增甜了(因为它们连外表也充满了汁液),而留在果穗上的则没有被增甜。
ὁμοίως οὖν καὶ ἐπὶ τῶν μύρτων φύσει γλυκέων καὶ τὴν γλυκύτητα ἐχόντων ἐντός.
因此,本性甘甜且内部含有甜味的香桃木实也是如此。
ὥσπερ αἱ ῥᾶγες οὖν, ὅταν θλιφθῇ, ἀναπίμπλαται ἀπὸ τῆς ἐντὸς γλυκύτητος καὶ ἔξωθεν διαφαίνεται γλυκύτερα ὄντα.
就像葡萄粒一样,当它们被捏碎时,便被内部的甜味所充满,从而在外表上也显得更甜。
§20.24Διὰ τί τῶν τε μύρτων τὰ ἐλάττω ἀπυρηνότερά ἐστι, καὶ ἐν τοῖς φοίνιξι καὶ ἐπὶ τῶν βοτρύων, ἔνθα δ’ αἱ μικραὶ ῥᾶγες οὐκ ἔχουσιν ἢ ἐλάττους πυρῆνας;
为什么较小的香桃木实更无核,在椰枣和葡萄串上也是如此,那里的细小葡萄粒要么无核,要么只有较小的核?
ἢ διὰ τὸ ἀτελέστερα εἶναι οὐκ ἔχει ἀποκεκριμένον;
还是因为它们更不完全,所以没有分离出独立的部分?
τέλος γὰρ ὁ πυρὴν ἔχει τὸ σπέρμα.
因为核以种子为其完成。
διὰ τοῦτο δὲ καὶ ἐλάττους εἰσίν, ὡς ὄντα παραφυάδες καὶ ἀτελῆ.
也正因为如此,它们也较小,作为副产物和不完全者。
καὶ ἧττον δὲ γλυκέα τῶν ἐχόντων πυρῆνας· ἀπεπτότερα γάρ ἐστιν, ἡ δὲ πέψις τελείωσίς ἐστιν.
而且它们也比有核的更不甜;因为它们更未熟化,而熟化就是完成。
§20.25Διὰ τί τῶν περικαρπίων τὰ μὲν πικρότερα τὰ πρὸς τὴν ἒχει οἷον σίκυοι τὰ πρὸς τὸ ἂκρον τὸ ἂνω, οἷον αἱ βάλανοι;
为什么在果实中,有些像黄瓜那样靠近根部的一端更苦,而另一些则像橡子那样靠近上端尖部的一端更苦?
ἢ ὃτι τῶν μἐν ταύτῃ ἂπεπτος ἡ τροφὴ διὰ τὸ ἐπιρρεῖν κατὰ τὴν ῥίζαν ἀεί· τὰ δὲ ξηρὰ φύσει ἐστίν, ὥστε ἀπαγομένου τοῦ γλυκέος ἐκ τοῦ ἄκρου καὶ πεπεμμένου ἤδη ξηραίνεται, καὶ λείπεται τὸ πικρὸν ὥσπερ οἱ ἅλες;
还是因为,前者那里的养分由于总是沿着根部流入而未熟化;而后者本性干燥,因此当甘甜的部分从尖端被带走且已经熟化时,它就变干了,而苦涩的部分就像盐一样被留下来?
ξηραινόμενον δὲ μᾶλλον πικρὸν γίνεται, καθάπερ ἐλαῖαι καὶ βάλανοι παλαιούμεναι πικραὶ γίνονται.
变干时它会变得更苦,正如橄榄和橡子陈化时会变苦一样。
§20.26Διὰ τί ἔνια βλαστάνει οὐκ ἐν τῇ γῇ ὄντα, ἀλλ’ ἐκτετμημένα, τὰ δὲ κείμενα, οἷον οἱ τῶν κρίνων καυλοὶ καὶ σκόροδα καὶ κρόμμυα;
为什么有些植物不在土里,而被切断并放置着时也会发芽,例如百合的茎、大蒜和洋葱?
ἢ ὅτι ἔχουσι τροφὴν ἅπαντα ἐν αὑτοῖς, ἀλλ’ οὐκ ἐν ἀφωρισμένῳ τόπῳ οὐθὲν φυτόν;
还是因为所有植物自身都含有养分,而没有任何植物是将养分限在特定地方的?
[ἡ περιουσία οὖν ἐστὶ τῆς τροφῆς ἡ ποιοῦσα βλαστάνειν.
[因此,正是养分的多余使其发芽。
δῆλον δέ· καὶ γὰρ καὶ αἱ σκίλλαι καὶ οἱ βολβοὶ ταὐτὸ ποιοῦσιν.
这是显而易见的;因为海葱和球根植物也做同样的事。
] (αὔξεται δ’ ἕκαστον οὐ τῷ ἔχειν, ἀλλ’ ὅταν πεφθῇ καὶ διανεμηθῇ.
](而且每种植物的生长不是因为拥有它,而是当它被熟化并分配时。
ἔχει μὲν οὖν καὶ ἔμπροσθεν,) αὔξεται δέ, ὅταν ἡ ὥρα ἔλθῃ ἐν ᾖ τοῦτο γίνεται πεττούσης ὥρας, οἷον καὶ τὰ τῶν κροκοδείλων ᾠά.
它确实预先拥有,)但当适合其发生的季节到来、即熟化季节到来时它才会生长,正如鳄鱼的蛋一样。
συνεχὲς δὲ οὐκέτι, ὅτι οὐκ ἐπιρρεῖ ἄλλη τροφή.
然而它不会持续生长,因为没有其他的养分流入。
§20.27Διὰ τί ποτε τὰ σκόροδα καὶ τὰ κρόμμυα ὅσῳ ἂν ξηρότερα φυτεύηται, τοσούτῳ βελτίω γίνεται, τὰ δὲ ἄλλα χείρω;
为什么大蒜和洋葱在种植时越干燥,它们就长得越好,而其他植物却变得越差?
ἢ ὅτι πάντα τὰ τοιαῦτα μάλιστα ὑγρασίας ἐστὶ πλήρη;
还是因为所有这些植物都特别充满了水分?
εὔκρατα οὖν γίνεται τοῦτον τὸν τρόπον φυτευθέντα.
因此,以这种方式种植使它们达到了适度的调和。
καὶ ὅτι ἧττον σήπεται, ὅταν ξηρανθέντα φυτευθῇ.
而且,当它们被干燥后种植时,也更不易腐烂?
§20.28Διὰ τί ποτε τὰ σκόροδα καὶ τὰ κρόμμυα μόνα τῶν φυτῶν κείμενα βλαστάνει;
为什么在大蒜和洋葱在植物中唯独能在放置时发芽?
ἢ διότι ὑγρασίας ἐστὶ πλήρη καὶ τροφῆς;
还是因为它们充满了水分和养分?
ἡ περιουσία οὖν ἐστὶ τῆς τροφῆς ἡ ποιοῦσα βλαστάνειν.
因此,正是养分的多余使其发芽。
δῆλον δέ· καὶ γὰρ αἱ σκίλλαι καὶ οἱ βολβοὶ ταὐτὸ ποιοῦσιν.
这是显而易见的;因为海葱和球根植物也做同样的事。
αὔξεται δέ, ὅταν ἡ ὥρα ἔλθῃ ἑκάστῳ.
而当各自的季节到来时,它们就会生长。
§20.29Διὰ τί τὰ τῷ ψυχρῷ ὕδατι ἀρδόμενα γλυκύτερα ἢ τὰ τῷ θερμῷ;
为什么用冷水灌溉的植物比用温水灌溉的更甜?
πότερον ὅτι ἐγκατακλειόμενον τὸ θερμὸν ἁλμυρώτερον, ὥσπερ καὶ τὸ ἁλμυρώτερον θερμότερον, τὸ δὲ γλυκὺ ἐναντίον, ὥσπερ ψυχρόν.
是因为温热被封闭在内时会变得更咸,正如更咸的更温热,而甘甜则是相反的,就像寒冷一样?
τροφὴ δὲ τοῖς λαχάνοις τὸ ὑγρόν, καὶ οἱ χυμοὶ ἐντεῦθεν.
而水分是蔬菜的养分,其汁液即由此产生。
§20.30Διὰ τί τὰ σκόροδα ὄζει μᾶλλον ἐγκαυλοῦντα ἢ νέα ὄντα;
为什么大蒜在长茎时比在年轻时更有气味?
ἢ ὅτι νέων μὲν ὄντων ἔτι πολὺ ὑγρὸν ἀλλότριον ἐνὸν ἀφαιρεῖται τὴν δύναμιν αὐτῶν;
还是因为当它们年轻时,内部仍有许多外来的水分,夺去了它们的力量?
ὅταν δὲ πεπανθῇ, ἐκκεκριμένου ἤδη τούτου, τότε τὴν οἰκείαν ἔχει ὀδμήν.
但当它成熟,这种水分已经排泄出来时,它就有了自己固有的气味。
αὕτη δέ ἐστι φύσει δριμεῖα.
而这种气味本性是辛辣的。
ὁμοίως δὲ καὶ οἱ ἄλλοι καρποὶ οἱ πρόσφατοι ὄντες ὑδαρέστεροι.
同样地,其他果实在新鲜时也更水。
διὸ καὶ τὰ κρόμμυα ἧττον δριμέα τὰ νεώτερα.
因此,较年轻的洋葱也较不辛辣。