Humanitext Reader

亚里士多德 · 问题集 §20.18-20.22

芸香嫁接、空心茎与植物的物理性质

第 92 段,共 148 段 · 希腊语

内容简介

解释了为什么将芸香嫁接到无花果树上生长得最好、为什么有些植物的茎是空心的、阿提卡的水果与百里香的甜辣对比、为什么某些植物在至点开花,以及洋葱因其热量、水分和粘稠度而使人流泪的特性。

§20.18Διὰ τί πήγανον κάλλιστον καὶ πλεῖστον γίνεται ἐάν τις ἐκφυτεύσῃ εἰς συκῆν;
为什么如果把芸香嫁接到无花果树上,它会长得最美、最茂盛?
ἐκφυτεύεται δὲ περὶ τὸν φλοιὸν καὶ περιπλάττεται πηλῷ.
它是被植在树皮周围并用泥土包裹起来的。
ἢ ὅτι θερμότητος δέονται αἱ ῥίζαι τοῦ πηγάνου καὶ ἀλέας (διὸ καὶ τὴν τέφραν ἐάν τις περιβάλλῃ, ὀνίνανται), ἡ δὲ συκῆ θερμή ἐστιν.
还是因为芸香的根需要热量和温暖(这也是为什么如果有人在它们周围撒灰,它们也会受益),而无花果树是温暖的?
δηλοῖ δὲ καὶ ὁ ὀπὸς πάντων δριμύτατος ὤν, καὶ ὁ πολὺς καπνός.
这也由它的汁液是所有汁液中最辛辣的,以及它产生大量烟雾所证明。
ἔχει οὗν τοιαύτην θερμότητα καὶ ἰκμάδα οἵαν καὶ ἡ τέφρα, ὥστε εἰ ἐκείνη ὀνίνησιν, ἀναγκαῖον καὶ ἐκ τῇ συκῇ μάλιστα εὐσθενεῖν, ὅσῳ ἡ μὲν τέφρα οὐκ ἐπιρρεῖ, τὸ δ’ ἀπὸ τῆς συκῆς ἀεὶ ἐπιρρεῖ, οὐκ ἀναλισκομένου τοῦ ὑγροῦ τῇ συκῇ.
因此,无花果树具有与灰相似的热量和水分,所以如果灰能使它受益,它在无花果树上必然最为繁茂,因为灰不会持续流入水分,而来自无花果树的水分总是源源不断,因为无花果树中的水分不会被消耗殆尽。
§20.19Διὰ τί ἔνια τῶν φυτῶν ἀεὶ κενὸν φέρει τὸν καυλόν;
为什么有些植物总是长着空心的茎?
ἢ ὧν ἀνάγκη ἄλλο φύειν;
还是因为它们必须从中产生别的什么东西?
§20.20Διὰ τί ἐν τῇ Ἀττικῇ οἱ μὲν ἄλλοι καρποὶ γλυκύτατοι γίνονται, τὸ δὲ θύμον δριμύτατον;
为什么在阿提卡,其他水果变得最甜,而百里香却变得最辛辣?
καίτοι καὶ τοῦτο καρπός τίς ἐστιν. . . ὥστε οὐ πολὺ ὑγρὸν τὰ φυόμενα ἔχει.
然而这(百里香)也是一种果实……以至于生长在那里的东西没有很多水分。
ὅσα μὲν οὖν φύσει γλυκέα ἐστὶν διὰ μετριότητα τοῦ ἐνυπάρχοντος ὑγροῦ, ὅταν ἀπάγῃ ὁ ἥλιος τὸ πλεῖστον, τὸ ὑπολειπόμενον ῥᾳδίως πέττεται· τὸ γὰρ πολὺ ἔργον πεπάνθαι, τὸ δὲ μέτριον ῥᾷον.
那么,对于那些因所含水分适度而本性甘甜的水果,当太阳夺走大部分水分时,剩下的水分就很容易熟化;因为使大量的物质成熟是一项艰巨的任务,而适量的物质则更容易。
ὥστε γίνονται οἱ φύσει γλυκεῖς γλυκύτεροι ἐν δὲ τοῖς φύσει ξηροῖς τε καὶ μὴ γλυκέσι καρποῖς λείπεται δι’ ὀλιγότητα τὸ οἰκεῖον, τοῦτο δ’ ἐστὶν ἥκιστα γλυκύ· ἀφαιρεῖται γὰρ ὁ ἥλιος τὸ γλυκύτατον καὶ κουφότατον·
因此,本性甘甜的水果变得更甜;但在本性干燥且不甜的水果中,由于水分稀少,留下来的是它们自身固有的水分,而这是最不甜的;因为太阳夺走了最甜和最轻的部分。
οὗτοι δὴ οὐκ ἔχουσι περιττὸν ὥσπερ οἱ ἄλλοι καρποί.
这些水果确实不像其他水果那样拥有多余的甜分。
§20.21Διὰ τί γλήχων καὶ τὰ λείρια καὶ τὰ κρόμμυα τὰ κρεμάμενα ὑπὸ τὰς τροπὰς ἀνθεῖ;
为什么唇萼薄荷、百合和悬挂着的洋葱会在至点前后开花?
ἢ ἐνυπάρχει αὐτοῖς τροφὴ ἄπεπτος, ἢ τοῦ μὲν χειμῶνος οὐ πέττεται διὰ τὸ ψῦχος, ὑπὸ δὲ τροπὰς πεττομένης διὰ τὴν ὥραν ἡ αὔξησις γίνεται;
还是因为它们内部存在着未熟化的养分,在冬天由于寒冷而无法熟化,但在至点前后由于季节的原因而熟化,从而产生了生长?
αὕτη δὲ διὰ τὸ μὴ ἔχειν ἐπίρρυσιν ταχὺ μαραίνεται.
然而,这种生长由于没有水分的流入,很快就会枯萎。
οὐ γάρ τινα ἔχουσα ἀρχὴν οὐδέ τινα ἐπίρρυσιν ἀποξηραίνεται, ὥσπερ Σκύθαις διὰ τὸ πολλὴν τὴν χιόνα γίνεσθαι συμβαίνει τὸν σῖτον μένειν καὶ ταχὺ ἀνατρέχειν.
因为既没有起点,也没有任何流入,它就会干枯,就像在斯基泰人的土地上,因为积雪很深,谷物得以保存,然后迅速生长一样。
§20.22Διὰ τί τὸ κρόμμυον μόνον οὕτως περιττῶς δάκνει τὼ ὀφθαλμώ (διὸ καὶ τοὔνομά φασι τοῦτ’ ἔχειν αὐτό, ὡς τὴν κόρην ποιεῖν συμμύειν), ἡ δὲ ὀρίγανος οὔ, οὐδ’ ἄλλα δριμέα ὄντα;
为什么唯独洋葱如此异常地刺眼(因此人们说它也有这个名字,因为它能使瞳孔闭合),而马郁兰则不然,其他辛辣的东西也不如此?
καὶ γὰρ τὸ ἀνάρρινον μᾶλλον δάκνον οὐ ποιεῖ ὁμοίως δακρύειν προσφερόμενον, τὸ δὲ 〈κρόμμυον〉 προσφερόμενον καὶ τρωγόμενον.
因为即使是金鱼草,虽然更为刺痛,但在移近时并不会同样使人流泪,而洋葱在移近和食用时都会如此。
ἢ ὅτι διαφοραὶ πολλαὶ ἀκολουθοῦσιν ἑκάστοις τῶν δριμέων, ἃ ποιεῖ τὴν ἰδίαν ἑκάστου δύναμιν;
还是因为每种辛辣的东西都伴随着许多差异,从而产生了各自独特的功效?
τὸ μὲν οὖν ἀνάρρινον διὰ τὸ θερμότερον εἶναι ξηραντικώτερόν ἐστι τῆς γινομένης ὑπ’ αὐτοῦ συντήξεως, ἐπεὶ ποιεῖ γε δάκρυον ἐσθίοντι· προσφερόμενον δὲ οὔ, ὅτι οὐκ ἀπατμίζει ἀπ’ αὐτοῦ λεπτόν τι· ξηρότερον γάρ ἐστι καὶ θερμότερον.
因此,金鱼草因为更热,所以更容易使由它产生的融解液(泪水)干燥,因为对于食用它的人来说,它确实会产生眼泪;但在移近时却不会,因为没有稀薄的东西从它那里蒸发出来,因为它是更干燥、更热的。
ἡ δὲ ὀρίγανος καὶ τὰ τοιαῦτα θερμὰ ξηρά ἐστιν ἠρέμα· δεῖ δὲ τὸ μέλλον δάκρυον ποιήσειν δηκτικὸν καὶ ὑγρὸν εἶναι καὶ γλίσχρον.
而马郁兰及其类似的事物则是温和地热而干燥的;但要产生眼泪的事物必须是辛辣、湿润且粘稠的。
διὸ καὶ τὸ ἔλαιον ποιεῖ δακρύειν, ἀσθενῆ ἔχον δῆξιν· διὰ γλισχρότητα γὰρ καὶ λεπτότητα παραδῦνον ποιεῖ τὸν πόνον, καὶ τὴν σύντηξιν διὰ τὸν πόνον.
因此,油也会使人流泪,尽管其刺痛感很弱;因为由于它的粘稠和稀薄,它渗入其中并产生疼痛,并因疼痛而产生融解液。
τὸ δὲ κρόμμυον τοιαύτην ἔχει τὴν δύναμιν ὥστε καὶ τὸ ὑγρὸν καὶ τὴν ἀτμίδα αὐτοῦ θερμὴν καὶ λεπτὴν καὶ γλίσχραν εἶναι.
而洋葱具有这样的力量,其水分和蒸气都是温热、稀薄且粘稠的。
ὥστε προσφερόμενον μέν, διὰ τὸ τὴν ἀτμίδα τοιαύτην εἶναι καὶ συναφιέναι ὑγρότητα λεπτήν, ποιεῖ δακρύειν, ἐσθιομένου δὲ ἡ ἀναθυμίασις διιοῦσα. . . τὸ δὲ σκόροδον θερμὸν μὲν καὶ δριμύ ἐστι καὶ ὑγρότητα ἔχει, ἀλλ’ οὐ γλίσχρον· διὸ οὐ ποιεῖ δακρύειν.
因此,在移近时,由于其蒸气具有这种性质,并同时释放出稀薄的水分,它使人流泪;而在食用时,上升的呼气穿过……而大蒜虽然温热、辛辣且含有水分,但不粘稠;因此它不会使人流泪。

词汇与语法注释

  1. 20.18ἐκφυτεύσῃ εἰς συκῆν — 结合在树皮周围种植(περὶ τὸν φλοιὸν)的描述,这里的 ἐκφυτεύω 不是指普通的移植,而是指将一种植物作为砧木进行“嫁接”或“插条”。
  2. 20.19ἢ ὧν ἀνάγκη ἄλλο φύειν; — 由 ἢ 引导的极其省略的从句。关系代词 ὧν 暗示省略了先行词(如 τούτοις“对于这些植物”),整句解释为“还是因为[对于这些植物而言]有必要从中产生别的东西?”。
  3. 20.22ὡς τὴν κόρην ποιεῖν συμμύειν — 针对洋葱名称 κρόμμυον 的古代民间词源解释,基于使其与瞳孔(κόρη)闭合(συμμύειν)在发音和概念上的相似性。
  4. 20.22τῆς γινομένης ὑπ’ αὐτοῦ συντήξεως — “由它(金鱼草)产生的融解液”指的是因刺激而从眼睛分泌的泪液。文中解释道,由于金鱼草具有极高的热性,它会迅速使分泌出的泪水干燥(ξηραντικώτερον)。

引用这一段

亚里士多德, 问题集 §20.18-20.22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:20.18-20.22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。