§19.44Διὰ τί τῶν μὲν ὀκτὼ μέση καλεῖται, τῶν δὲ ὀκτὼ οὐκ ἔστι μέσον;
为什么在八个音中,有一个被称为“梅塞”(中间音),但在八个音之中却没有中间?
ἢ ὅτι ἑπτάχορδοι ἦσαν αἱ ἁρμονίαι τὸ παλαιόν, τὰ δὲ ἑπτὰ ἔχει μέσον;
还是因为在古代,调律是七弦的,而七个音具有中间?
ἔτι ἐπειδὴ τῶν μεταξὺ τῶν ἄκρων τὸ μέσον μόνον ἀρχή τίς ἐστιν (ἔστιν τῶν 〈εἰς〉 θάτερον τῶν ἄκρων νευόντων ἔν τινι συστήματι ἀνὰ μέσον ὂν ἀρχή), τοῦτ’ ἔσται μέσον.
此外,既然在两端之间的音中,只有中间是某种起点(因为在任何系统中,倾向于两端之一的音之间的中间部分是起点),这就是中间。
ἐπεὶ δ’ ἔσχατα μέσον ἐστὶν ἁρμονίας νεάτη καὶ ὑπάτη, τούτων δὲ ἀνὰ μέσον οἱ λοιποὶ φθόγγοι ὧν ἡ μέση καλουμένη μόνη ἀρχή ἐστι θατέρου τετραχόρδου, δικαίως μέση καλεῖται.
又因为调律的两端是最高音和最低音,而其余的音在这两者之间,在这些音中,只有被称为“梅塞”的音是另一个四弦音阶的起点,所以它理所当然地被称为“梅塞”。
τῶν γὰρ μεταξύ τινων ἄκρων τὸ μέσον ἦν ἀρχὴ μόνον.
因为在某些两端之间的音中,只有中间是起点。
§19.45Διὰ τί οἱ πολλοὶ ιιιᾄδοντες σώζουσι μᾶλλον τὸν ῥυθμὸν ἢ οἱ ὀλίγοι;
为什么大合唱的人比少数人更能保持节奏?
ἢ ὅτι μᾶλλον πρὸς ἕνα τε καὶ ἡγεμόνα βλέπουσι, καὶ βραδύτερον ἄρχονται, ὥστε ῥᾷον τοῦ αὐτοῦ τυγχάνουσιν;
还是因为他们更多地看向一个领唱者,且开始得更慢,因而更容易达到一致?
ἐν μὲν γὰρ τῷ τάχει πλείων γίνεται ἡ ἁμαρτία.
因为在速度中会产生更多的错误。
συμβαίνει δὲ τῷ ἡγεμόνι προσέχειν τοὺς πολλούς· ἰδιαζόμενος δὲ οὐδεὶς ἂν αὐτῶν διαλάμψειεν ὑπεράρας τὸ πλῆθος.
大合唱的人都会关注领唱者;他们中没有任何人会通过超越大众的个人演唱而显得突出。
ἐν δὲ τοῖς ὀλίγοις μᾶλλον διαλάμπουσιν· διὸ καθ’ αὑτοὺς ἐν αὐτοῖς μᾶλλον ἀγωνίζονται ἢ πρὸς τὸν ἡγεμόνα.
但在少数人中,他们更显得突出;因此在他们之中,他们更多地是相互竞争,而不是看向领唱者。
§19.46Διὰ τί ἐπὶ τὸ ὀξὺ ἀπᾴδουσν οἱ πλεῖστοι;
为什么大多数人唱歌时偏向高音而跑调?
ἢ ὅτι ῥᾷον ὀξὺ ἆσαι ἢ βαρύ;
还是因为唱高音比唱低音更容易?
ιᾄδουσι γοῦν ὀξὺ μᾶλλον, καὶ ἐν ᾧ ιιᾄδουσιν, ἁμαρτάνουσιν.
无论如何,他们更倾向于唱高音,并且在他们演唱的过程中犯错。
§19.47Διὰ τί οἱ ἀρχαῖοι ἑπταχόρδους ποιοῦντες τὰς ἁρμονίας τὴν ὑπάτην, ἀλλ’ οὐ τὴν νήτην κατέλιπον;
为什么古代人在制作七弦调律时,留下了最低音,却没有留下最高音?
ἢ οὐ τὴν νήτην, ἀλλὰ τὴν νῦν παραμέσην καλουμένην ἀφῄρουν καὶ τὸ τονιαῖον διάστημα;
或者他们去掉的不是最高音,而是现在被称为“旁梅塞”的音和全音的音程?
ἐχρῶντο δὲ τῇ ἐσχάτῃ μέσῃ τοῦ ἐπὶ τὸ ὀξὺ πυκνοῦ· διὸ καὶ μέσην αὐτὴν προσηγόρευσαν.
他们将“梅塞”作为向高音方向的“密音程”的尽头来使用;因此他们也将其命名为“梅塞”。
ἢ ὅτι ἦν τοῦ μὲν ἄνω τετραχόρδου τελευτή, τοῦ δὲ κάτω ἀρχή, καὶ μέσον εἶχε λόγον τόνῳ τῶν ἄκρων;
还是因为它是上四弦音阶的终点,下四弦音阶的起点,并且在音调上与两端具有中间的比例?
§19.48Διὰ τί οἱ ἐν τραγῳδίᾳ χοροὶ οὔθ’ ὑποδωριστὶ οὔθ’ ὑποφρυγιστὶ ᾄδουσιν;
为什么悲剧中的合唱队既不用低多利亚调式也不用低弗里吉亚调式歌唱?
ἢ ὅτι μέλος ἥκιστα ἔχουσιν αὗται αἱ ἁρμονίαι, οὗ δεῖ μάλιστα τῷ χορῷ;
还是因为这些调式最缺乏旋律,而这正是合唱队最需要的?
ἦθος δὲ ἔχει ἡ μὲν ὑποφρυγιστὶ πρακτικόν, διὸ καὶ ἐν [τε] τῷ Γηρυόνῃ ἡ ἔξοδος καὶ ἡ ἐξόπλισις ἐν ταύτῃ πεποίηται, ἡ δὲ ὑποδωριστὶ μεγαλοπρεπὲς καὶ στάσιμον, διὸ καὶ κιθαρῳδικωτάτη ἐστὶ τῶν ἁρμονιῶν.
低弗里吉亚调式具有行动性的品格,因此在《革律翁》中,退场和武装的场景都是用这种调式创作的;而低多利亚调式具有宏伟和静止的品格,因此在各调式中它最适合作为基萨拉独唱。
ταῦτα δ’ ἄμφω χορῷ μὲν ἀνάρμοστα, τοῖς δὲ ἀπὸ σκηνῆς οἰκειότερα.
这两者都不适合合唱队,而更适合舞台上的演员。
ἐκεῖνοι μὲν γὰρ ἡρώων μιμηταί· οἱ δὲ ἡγεμόνες τῶν ἀρχαίων μόνοι ἦσαν ἥρωες, οἱ δὲ λαοὶ ἄνθρωποι, ὧν ἐστὶν ὁ χορός.
因为后者是英雄的模仿者;在古代,只有领袖是英雄,而百姓是普通人,合唱队就是由他们组成的。
διὸ καὶ ἁρμόζει αὐτῷ τὸ γοερὸν καὶ ἡσύχιον ἦθος καὶ μέλος·
因此,悲伤和平静的品格与旋律适合它;因为这些是人性的。
ἀνθρωπικὰ γάρ ταῦτα μὲν ἔχουσιν αἱ ἄλλαι ἁρμονίαι, ἥκιστα δὲ αὐτῶν ἡ φρυγιστί· ἐνθουσιαστικὴ γὰρ καὶ βακχική.
其他调式具有这些,而弗里吉亚调式最不具有它们;因为它是狂热的和巴克科斯式的。
κατὰ μὲν οὖν ταύτην πάσχομέν τι· παθητικοὶ δὲ οἱ ἀσθενεῖς μᾶλλον τῶν δυνατῶν εἰσί, διὸ καὶ αὕτη ἁρμόττει τοῖς χοροῖς·
因此,在后者之下,我们受到了某种影响;而弱者比强者更具有受动性,所以这也适合合唱队。
κατὰ δὲ τὴν ὑποδωριστὶ καὶ ὑποφρυγιστὶ πράττομεν, ὅ οὐκ οἰκεῖόν ἐστι χορῶ.
但在低多利亚和低弗里吉亚调式下,我们采取行动,这不适合合唱队。
ἔστι γὰρ ὁ χορὸς κηδευτὴς ἄπρακτος· εὔνοιαν γὰρ μόνον παρέχεται οἷς πάρεστιν.
因为合唱队是无行动的看护者;因为它只对在场的人表现出善意。
§19.49Διὰ τί τῶν τὴν συμφωνίαν ποιούντων φθόγγων ἐν τῷ βαρυτέρῳ τὸ μαλακώτερον;
为什么在产生协和的音中,较低的音具有较多的柔和?
ἢ ὅτι τὸ μέλος τῇ μὲν αὑτοῦ φύσει μαλακόν ἐστι καὶ ἠρεμαῖον, τῇ δὲ τοῦ ῥυθμοῦ μίξει τραχὺ καὶ κινητικόν;
还是因为旋律在其自身的本性上是柔和和平静的,但通过节奏的混合而变得粗糙和活跃?
ἐπεὶ δὲ ὁ μὲν βαρὺς φθόγγος μαλακὸς καὶ ἠρεμαῖός ἐστιν, ὁ δὲ ὀξὺς κινητικός, καὶ τῶν ταὐτὸ μέλος ἐχόντων εἴη ἂν μαλακώτερος ὁ βαρύτερος ἐν ταὐτῷ μέλει μᾶλλον· ἦν γὰρ τὸ μέλος αὐτῷ μαλακόν.
既然低音是柔和和平静的,而高音是活跃的,那么在具有相同旋律的音中,较低的音在相同旋律中会显得更柔和;因为旋律对它而言是柔和的。
§19.50Διὰ τί ἴσων πίθων καὶ ὁμοίων, ἐὰν μὲν ὁ ἕτερος κενὸς ᾖ, ὁ δὲ ἕτερος εἰς τὸ ἥμισυ διάμεστος, διὰ πασῶν συμφωνεῖ ἡ ἠχώ;
为什么在大小相同且形状相似的瓮中,如果一个是空的,另一个半满,其反响会在八度上协和?
ἢ ὅτι διπλασία γίνεται καὶ ἡ ἐκ τοῦ ἡμίσεος τῆς ἐκ τοῦ κενοῦ;
还是因为半满瓮的反响也变成了空瓮反响的两倍?
τί γὰρ διαφέρει τοῦτο ἢ ἐπὶ τῶν συρίγγων;
因为这与排箫的情况有什么不同呢?
δοκεῖ γὰρ ἡ θάττων κίνησις ὀξυτέρα εἶναι, ἐν δὲ τοῖς μείζοσι βραδύτερον ὁ ἀὴρ ἀπαντᾷ, καὶ ἐν τοῖς διπλασίοις τοσούτῳ, καὶ ἐν τοῖς ἄλλοις ἀνάλογον.
因为较快的运动似乎是较高音的,而在较大的容器中空气遇到对面的速度较慢,在两倍大的容器中也慢那么多,在其他容器中也是成比例的。
συμφωνεῖ δὲ διὰ πασῶν καὶ ὁ διπλασίων ἀσκὸς πρὸς τὸν ἥμισυν.
而两倍大的革囊也与半大的革囊在八度上协和。