Humanitext Reader

亚里士多德 · 问题集 §2.19-2.24

头足部出汗劳作后排汗与季节的影响

第 12 段,共 148 段 · 希腊语

内容简介

讨论为什么变热时头部和脚部最易出汗、停止劳作后比劳作中出汗更多的机制,以及应当在夏天还是冬天促进排汗。

§2.19Διὰ τί ποτε ἐκ τῆς κεφαλῆς καὶ τῶν ποδῶν μάλιστα οἱ ἱδρῶτες γίνονται θερμαινομένων;
为什么当身体变热时,汗水最容易从头部和脚部产生?
ἢ ὅτι τὸ θερμαινόμενον ἐφέλκει ἐφ’ ἑαυτὸ τὸ ὑγρόν, τὸ δὲ ὑγρὸν οὐκ ἔχει ὅπῃ καταναλίσκηται διὰ τὸ εἶναι τοὺς τόπους τούτους ὀστώδεις.
是因为变热的部位会把湿气引向自身,但由于这些部位多骨,湿气没有地方可以消耗吗?
ἐκπίπτει οὖν ἔξω.
所以它排到了外面。
§2.20Διὰ τί οἱ πονοῦντες, ὅτε παύσονται, ἱδροῦσιν;
为什么劳作者在停止劳作时会出汗?
ἔδει γάρ, εἴπερ ὁ πόνος αἴτιος, ὅταν πονῶσιν.
因为如果劳作是原因,他们应该在劳作时出汗。
πότερον ὅτι πονούντων μὲν ὑπὸ τοῦ πνεύματος αἱ φλέβες ἐμφυσώμεναι τοὺς πόρους συμμεμυκέναι ποιοῦσι, παυσαμένων δὲ συνίζουσιν, ὥστε δι’ εὐρυτέρων γινομένων τῶν πόρων ῥᾷον διέρχεται τὸ ὑγρόν.
是因为在劳作时,血管因体气而膨胀,导致毛孔闭合,而当停止时,血管收缩,从而由于毛孔变得更宽,湿气更容易通过吗?
ἢ ὅτι πονούντων μὲν ἀποκρίνει ἡ κίνησις ἐκ τοῦ συμπεφυκότος ὑγροῦ πνεῦμα, καὶ διὰ θερμότητα τὴν ἀπὸ τῆς κινήσεως γίνεται τὸ ὑγρὸν πνεῦμα ἐπιπολῆς· ὅταν δὲ παύσηται πονῶν, ἅμα καὶ ἡ θερμότης λήγει, καὶ ἐκ τοῦ πνεύματος πυκνουμένου ὑγρότης γίνεται, ὁ καλούμενος ἱδρώς.
还是因为在劳作时,运动将体气从生来具有的湿气中分离出来,并且由于运动产生的热量,湿气在表面变成了体气;但当停止劳作时,热量也同时平息,而体气凝聚成湿气,即所谓的汗水?
§2.21Πότερον δεῖ μᾶλλον τοῦ θέρους παρασκευάζειν τὸ ἱδροῦν ἢ τοῦ χειμῶνος;
应当在夏天还是在冬天更促进排汗?
ἢ ὅτε μᾶλλον ὑγροὶ καὶ χαλεπώτεροι ἄνευ ἐπιμελείας γένοιντ’ ἄν, ὥστε τοῦ χειμῶνος ἂν δέοι μᾶλλον, ᾗ μεγάλη ἡ μεταβολή, καὶ τὰ περιττώματα οὐ συνεκπέττεται.
是在如果不加调理,身体就会变得更湿润、更难受的时候吗? 因此在冬天更需要排汗,因为冬天的变化剧烈,且余剩物无法共同消化。
πάλιν ψυχθέντος ἔτι παρὰ φύσιν τὸ τοῦ χειμῶνος.
另一方面,冬天的状态是反常地进一步受冷的。
δῆλον ἄρα ὅτι τοῦ θέρους μᾶλλον· καὶ γὰρ τὰ ὑγρὰ σήπεται μᾶλλον ἅπαντα τοῦ θέρους· διὸ τότε δεῖ ἀπαντλεῖν.
因此,显然在夏天更需要排汗;因为实际上所有湿润的东西在夏天都更容易腐烂,所以那时应当予以排泄。
διὰ τοῦτο δὲ καὶ οἱ ἀρχαῖοι πάντες οὕτως ἔλεγον.
这也是为什么古代所有人也都这样说的原因。
§2.22Διὰ τί ἀεὶ τοῦ σώματος ῥέοντος καὶ τῆς ἀπορροῆς γινομένης ἐκ τῶν περιττωμάτων οὐ κουφίζεται τὸ σῶμα, ἐὰν μὴ ἀφιδρώσῃ;
为什么虽然身体一直在流动,且来自余剩物的流失一直在发生,但如果不透彻出汗,身体就不会感到轻松?
ἢ ὅτι ἐλάττων ἡ ἔκκρισις.
是因为排泄物较少吗?
ὅταν γὰρ ἐξ ὑγροῦ μεταβάλῃ εἰς ἀέρα, πλεῖον γίνεται ἐξ ἐλάττονος· τὸ γὰρ ὑγρὸν διακρινόμενον πλεῖον, ὥστε πλείονι χρόνῳ ἡ ἔκκρισις, διά τε τοῦτο καὶ ὅτι δι’ ἐλαττόνων πόρων ἡ ἔκκρισίς ἐστιν.
因为当湿气从液体转化为气体时,较少的分量会变成较多的分量;因为液体分散时会变得更多,从而使排泄需要更长的时间,这既是因为这个原因,也是因为排泄是通过较小的毛孔进行的。
ἔτι τὸ γλίσχρον καὶ τὸ κολλῶδες μετὰ μὲν τοῦ ὑγροῦ ἐκκρίνεται διὰ τὴν κατάμιξιν, μετὰ δὲ τοῦ πνεύματος ἀδυνατεῖ.
此外,是因为粘稠和黏糊的东西由于混合而与液体一起排泄,但无法与体气一起排泄。
μάλιστα δὲ τοῦτ’ ἐστὶ τὸ λυποῦν.
而这正是最让人难受的东西。
διὸ καὶ οἱ ἔμετοι τῶν ἱδρώτων κουφίζουσι μᾶλλον, ὅτι συνεξάγουσι τοῦτο ἅτε παχύτεροι καὶ σωματωδέστεροι ὄντες.
因此,呕吐比出汗更能使身体轻松,因为呕吐物较浓且较具实体性,能将这种东西一起带出。
καὶ ὅτι τῇ μὲν σαρκὶ πόρρω ὁ τόπος οὗτος, ἐν ᾧ τὸ γλίσχρον καὶ τὸ κολλῶδες, ὥστε ἔργον μεταστῆσαι, τῇ δὲ κοιλίᾳ ἐγγύς·
而且,对于肌肉(皮肤)来说,这种粘稠和黏糊的东西所处的部位很远,因此移动它是件难事,但对于胃来说却很近;因为它要么产生在胃里,要么产生在胃的附近。
ἢ γὰρ ἐν αὐτῇ ἐγγίνεται ἢ πλησίον· διὸ καὶ δυσεξάγωγον ἄλλως.
因此在其他情况下很难排出。
§2.23Διὰ τί ἧττον ἱδροῦσιν ἐν αὐτῷ τῷ πονεῖν ἢ ἀνέντες;
为什么人们在实际劳作时出汗少,而在停止时出汗多?
ἢ ὅτι πονοῦντες μὲν ποιοῦσιν, πεπονηκότες δὲ πεποιήκασιν;
是因为劳作时他们正在产生汗水,而结束劳作时他们已经产生了汗水吗?
εἰκότως οὖν ἐκκρίνεται πλέον· ὁτὲ μὲν γὰρ γίνεται, ὁτὲ δὲ ἐστίν.
因此,那时排出更多是合理的;因为一时它正在产生,另一时它已经存在。
ἢ ὅτι πονούντων μὲν συγκλείονται τῆς σαρκὸς οἱ πόροι διὰ τὴν κάθεξιν τοῦ πνεύματος, ὅταν δ’ ἀνῶσιν, ἀνοίγονται;
还是因为在劳作时,由于屏住体气,肌肉的毛孔闭合,而当停止时,毛孔张开?
διὸ καὶ τὸ πνεῦμα κατέχοντες ἧττον ἱδροῦσιν.
因此,那些憋气的人出汗也较少。
§2.24Διὰ τί οὐχὶ ὅταν τροχάζωμεν, ὁ ἱδρὼς πλείων, καὶ ὅταν ἐν κινήσει ᾖ τὸ σῶμα, ἀλλ’ ὅταν παύσωνται;
为什么当我们奔跑、身体运动时,汗水没有变多,而是在人们停止时变多?
ἢ ὄτι τότε μὲν ὥσπερ ὑπὸ τῆς χειρὸς ἢ ἄλλου τινος ἔστιν ὕδωρ ῥέον ἀποφρᾶξαι πανταχόθεν συναθροιζόμενον, ὅταν δὲ ἀφεθῇ, πλέον ἢ ὅσον ἐξ ἀρχῆς.
是因为在那个时候,正如用手或其他东西可以阻挡并积聚从各处流来的水,而当放开时,水量比开始时更多一样吗?
ὡς δὲ ὑπὸ τῆς χειρός, οὕτω καὶ ὑπὸ τοῦ πνεύματος ἔστιν ἀποληφθῆναι, ὥσπερ ἐν τῇ κλεψύδρᾳ, καὶ πάλιν πρὸς τὴν κύστιν· ἀπολαμβάνει γὰρ ἐντός.
就像用手一样,体气也能将它封闭在内,正如在漏壶中一样,又如在膀胱中一样;因为体气将它封闭在内部。
ὁμοίως οὖν πολλῆς κινήσεως οὔσης τὸ πνεῦμα ἐναπολαμβάνεται· διὸ καὶ αἱ φλέβες διατείνονται τοῦ ὑγροῦ οὐ δυναμένου ἐξιέναι.
同样,当运动剧烈时,体气被封闭在内;因此血管也因湿气无法排出而膨胀。
ἀπολαμβανόμενον δὲ ἀθρόον τὸ ὑγρόν, ὅταν ἀνεθῇ τὸ πνεῦμα, ἀθρόον ἐξέρχεται.
而被一举封闭的湿气,当体气放松时,就会一举排出。

词汇与语法注释

  1. 2.19θερμαινομένων — 这是一个属格独立主格结构,但省略了主语。根据上下文,可以理解为“人们(被变热时)”或前文的“头部和脚部(被变热时)”。
  2. 2.21ἢ ὅτε μᾶλλον ὑγροὶ καὶ χαλεπώτεροι ἄνευ ἐπιμελείας γένοιντ’ ἄν — 由关系副词 ὅτε 引导的从句中使用了 ἄν 加上选择希求法(γένοιντ’ ἄν),表示某种潜在的可能性(“当……可能变得时”)。整体结构承接前句的“应当(δεῖ)”,理解为省略了“[应当在……的时候吗]”的紧缩结构。
  3. 2.22μετὰ δὲ τοῦ πνεύματος ἀδυνατεῖ — 动词 ἀδυνατεῖ 可以非人称地理解为“不可能”(省略了前句的被动不定式 ἐκκρίνεσθαι “排泄”),或者以“粘稠和黏糊的东西”为主语,译为“无法随体气一起排泄”。
  4. 2.24ἔστιν ἀποληφθῆναι — 带有首音重音的动词 ἔστιν 与不定式(ἀποληφθῆναι)连用,构成非人称结构,表示“可以……”、“可能……”。在此处意为“可能被封闭”。

引用这一段

亚里士多德, 问题集 §2.19-2.24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:2.19-2.24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。