§2.11Διὰ τί οὔτ’ ἀθρόου ὄντος τοῦ πυρὸς μᾶλλον ἱδροῦσιν, οὔτ’ ἐλάττονος ἀεί, ἀλλὰ πλείονος ἐπεισφερομένου;
为什么人们出汗多不是在热量最初便一举存在时,也不是在热量不断减少时,而是在更多的热量随后被逐渐引入时?
οἱ γὰρ ἐν τοῖς πυριατηρίοις ἱδροῦσι μᾶλλον ἢ εὐθὺς εἰ εἴη τοσοῦτον.
因为在蒸气浴室里的人,比最初立刻处于同等热量下出汗更多。
ἢ ὅτι τὸ σύμμετρον ἕκαστον ἐργάζεται;
是因为适度能产生各自的结果吗?
οὐκοῦν εἰ τὸ τόσον ποιεῖ, τὸ πλεῖον οὐ ποιήσει πλεῖον ἢ μᾶλλον τοὐναντίον, ὅτι τῷ τὸ σύμμετρον εἶναι ἐργάζεται τὸ ἔργον.
因此,如果这个分量能产生汗液,更大的热量并不会产生更多,反而会产生相反的结果,因为它是通过适度来发挥作用的。
διὰ μὲν οὖν τοῦτο οὐχὶ πρὸς πλεῖον μᾶλλον ἱδροῦσιν, διὰ δὲ τὸ πρὸς ἕκαστον ἄλλην εἶναι συμμετρίαν, καὶ τὸ πεποιηκὸς μηκέτι ποιεῖν προστιθεμένου μᾶλλον.
因此,由于这个原因,人们不会对更大的热量产生更多的汗,而是因为每个阶段都有不同的适度,且当更多热量被添加时,已经发挥作用的因素便不再起作用。
οὐ γὰρ ταὐτὸ προοδοποεῖται εἰς ἕκαστον καὶ ἐπιτηδείως ἔχειν παρασκευάζει, καὶ ἤδη τοῦτο ἐργάζεται, ἀλλ’ ἕτερον.
因为并不是同一种东西为每个阶段开路并使身体做好适宜的准备,且已经产生这一结果,而是由不同的东西来完成。
τὸ μὲν οὖν ὀλίγον μᾶλλον ἢ πολὺ προωδοποίησεν καὶ παρεσκεύασεν τὸ σῶμα πρὸς τὸ ἱδροῦν·
因此,少量的热量比大量的热量更能开路,并使身体为排汗做好准备;但要实际产生汗液,则需要另一种且更大的适度。
ἄλλης δὲ δεῖ συμμετρίας καὶ πλείονος πρὸς τὸ ποιῆσαι. τοῦτο δὲ οὐκέτι ποιεῖ ὃ πεποίηκεν, ἀλλὰ μετ’ αὐτὸ ὕστερον, ἄλλο τῆς συμμετρίας γινόμενον.
而这不再产生已经产生的结果,而是在此之后,由于产生了另一种适度而促进排汗。
§2.12Διὰ τί ἀποστλεγγισαμένοις μᾶλλον ῥεῖ ὁ ἱδρὼς ἢ ἐῶσιν ἐπιμεῖναι;
为什么用刮汗板刮去汗水的人,比任由汗水留着的人出汗更多?
πότερον διὰ τὸ καταψύχεσθαι ὑπὸ τοῦ ἔξω;
是因为受到外气的冷却吗?
ἢ ὅτι ὥσπερ πῶμα γίνεται ὁ ἔξω ἱδρὼς ἐπὶ τοῖς πόροις, ὥστε κωλύει τοῦ ἔσωθεν τὴν ὁρμήν.
还是因为外侧的汗液在毛孔上像盖子一样,从而阻碍了内部汗液的冲力?
§2.13Διὰ τί τὸ πήγανον δυσώδεις τοὺς ἱδρῶτας ποιεῖ, καὶ ἔνια τῶν μύρων;
为什么芸香以及某些香油会使汗水产生恶臭?
ἢ ὅτι ὧν ἐν τῇ ὀσμῇ βαρύτης ἔνι, ταῦτα κεραννύμενα ταῖς περιττωματικαῖς ὑγρότησι κακωδεστέραν ποιεῖ τὴν ὀσμήν;
是因为那些在气味中带有重浊感的东西,在与余留的湿气混合时,会使气味变得更加难闻吗?
§2.14Διὰ τί ἱδροῦμεν τὸν νῶτον μᾶλλον ἢ τά πρόσθεν;
为什么我们背部出汗比前侧更多?
ἢ ὅτι ἐν μὲν τῷ πρόσθεν ἐστὶ τόπος ἐντός, εἰς ὃν ἀποχετεύεται τὸ ὑγρόν, ἐν δὲ τῷ ὄπισθεν οὐκ ἔστιν, ἀλλ’ ἔξω τὴν ἔκκρισιν ἀναγκαῖον γίνεσθαι.
是因为前侧有内部空腔可以让湿气排入,而后面没有,因而排泄必须发生在外部吗?
τὸ δ’ αὐτό ἐστιν αἴτιον καὶ ὅτι τὴν κοιλίαν ἧττον ἱδροῦμεν ἢ τὸ στῆθος.
这也是我们腹部比胸部出汗少的原因。
ἔτι δὲ ὅτι μᾶλλον διαφυλακτικόν ἐστι τοῦ ἱδρῶτος τὰ νῶτα καὶ τὰ ὄπισθεν ἢ τὰ πρόσθεν διὰ τὸ μᾶλλον τὰ ἔμπροσθεν τῶν ὄπισθεν ἀποψύχεσθαι.
此外,是因为前侧比后侧更容易冷却,所以背部和后侧比前侧更能保持汗液吗?
ὅπερ ἐστὶν αἴτιον καὶ τοῦ τὰς μασχάλας ἱδροῦν τάχιστα καὶ μάλιστα· ἥκιστα γὰρ ψύχονται.
这也是腋窝出汗最快、最多的原因;因为它们最不容易变冷。
ἔτι δὲ σαρκωδέστερά ἐστι τὰ περὶ τὸν νῶτον τῶν πρόσθεν, ὥστε ὑγρότερα.
此外,是因为背部周围比前侧肌肉更丰厚,因而更湿润吗?
πλείων δὲ ὑγρότης ἐστὶν ἐν τοῖς ὄπισθεν· ὁ γὰρ μυελὸς κατὰ τὴν ῥάχιν ὢν ὑγρασίαν πολλὴν παρέχει.
并且在后侧有更多的湿气;因为沿着脊椎的脊髓提供了大量的湿气。
§2.15Διὰ τί ἐφ’ ἅ κατακείμεθα οὐχ ἱδροῦμεν;
为什么我们躺卧所接触的地方不出汗?
ἢ ὅτι θερμὸς ὢν ὁ τόπος ᾦ ἁπτόμεθα κωλύει διιέναι τὸν ἱδρῶτα· ἀναξηραίνει γὰρ αὐτόν.
是因为我们接触的地方变热了,从而阻止了汗液通过;因为它使汗液干燥了吗?
ἔτι δὲ θλίβεται, θλιβόμενον δὲ διαχεῖται τὸ αἷμα, οὗ συμβαίνοντος καταψύχεται μᾶλλον.
此外,是因为该处受到压迫,而受压时血液会分散,发生这种情况时,该处就会更冷吗?
σημεῖον δὲ ἡ νάρκη· κατάψυξίς τε γάρ ἐστι τὸ πάθος, καὶ γίνεται ἐκ θλίψεως ἢ πληγῆς.
麻木就是这方面的证据;因为这种状态是一种冷却,由压迫或击打产生。
§2.16Διὰ τί οἱ καθεύδοντες μᾶλλον ἱδροῦσιν;
为什么睡觉的人出汗更多?
ἢ διὰ τὴν ἀντιπερίστασιν;
是因为抗周阻作用吗?
ἀθροισθὲν γὰρ τὸ θερμὸν ἐντὸς ἐξελαύνει τὸ ὑγρόν.
因为热量聚集在内部,将湿气驱赶出来。
§2.17Διὰ τί τὸ πρόσωπον μάλιστα ἱδροῦσιν ἀσαρκότατον ὄν;
为什么脸部最没有肉,却出汗最多?
ἢ ὅτι εὐίδρωτα μὲν ὅσα ὕφυγρα καὶ ἀραιά, ἡ δὲ κεφαλὴ τοιαύτη;
是因为湿润和稀松的部位容易出汗,而头部具有这种性质吗?
ὑγρότητα χὰρ οἰκείαν ἔχει πλείστην.
因为头部自身拥有的湿气最多。
δηλοῦσι δὲ αἱ φλέβες τείνουσαι ἐντεῦθεν, καὶ οἱ κατάρροι ἐξ αὐτῆς, καὶ ὁ ἐγκέφαλος ὑγρός, καὶ οἱ πόροι πολλοί.
这由从那里延伸出来的血管、从其产生的卡他分泌物、湿润的脑部以及众多的毛孔所表明。
σημεῖον δὲ αἱ τρίχες ὅτι πολλοὶ οἱ πόροι εἰσί, περαίνοντες ἔξω.
头发是毛孔众多的标志,它们通向外部。
οὔκουν ἐκ τῶν κάτω ὁ ἱδρώς, ἀλλ’ ἐκ τῆς κεφαλῆς γίνεται.
因此,汗水不是来自下部,而是来自头部。
διὸ ἱδροῦσι καὶ πρῶτον καὶ μάλιστα τὸ μέτωπον· ὑπόκειται γὰρ πρῶτον· τὸ δὲ ὑγρὸν κάτω ῥεῖ, ἀλλ’ οὐκ ἄνω.
所以额头最先且最出汗;因为它直接位于下方,而湿气是向下流动,而不是向上流动的。
§2.18Διὰ τί οἱ ἱδροῦντες ἐὰν ψυχθῶσιν ἢ ὕδατι ἢ πνεύματι, ναυτιῶσιν;
为什么出汗的人如果受到水或风的冷却,会感到恶心?
πότερον τὸ ὑγρὸν ψυχθὲν ἔστη ἀθρόον, ἔμπροσθεν οὐκ ἠρεμοῦν διὰ τὸ ῥεῖν;
是因为那先前由于流动而没有静止的湿气,因受冷而突然停滞了吗?
ἢ καὶ τὸ πνεῦμα διιὸν ἔξω γινόμενον ἱδρὼς διὰ τὴν ψύξιν, τοῦτο ἔσω ψυχθὲν πρὶν ἐξελθεῖν ὑγρὸν ἐγένετο, καὶ προσπεσὸν ποιεῖ τὴν ναυτίαν;
还是因为那本该通过并排放到外部成为汗液的体气,由于受到冷却,在排出之前就在内部被冷却,从而变成了液体,并由于倾泻在内部而引起恶心?