Humanitext Reader

亚里士多德 · 问题集 §2.1-2.10

出汗机制与汗水特性及各身体部位的差异

第 10 段,共 148 段 · 希腊语

内容简介

从生理学角度探讨出汗的机制、汗水呈咸味的原因、头部和脸部较易出汗的缘由,以及穿着衣服与否对出汗的影响。

§2.1Διὰ τί οὔτε συντείνουσιν οὔτε κατέχουσι τὸ πνεῦμα γίνεται ἱδρώς, ἀλλὰ μᾶλλον ἀνιεῖσιν;
为什么那些紧绷[肌肉]或屏住呼吸的人不出汗,反而是那些放松的人出汗?
ἢ ὅτι τὸ πνεῦμα κατεχόμενον πληροῖ τὰς φλέβας, ὥστε κωλύει ἐξιέναι, ὥσπερ τὸ ὕδωρ τὸ ἐκ τῶν κλεψυδρῶν, ὅταν πλήρεις οὔσας ἐπιλάβῃ τις.
是因为呼吸被屏住时充满了血管,从而阻止了[汗液]排出,就像当水钟装满时有人把[气孔]堵住后的水一样吗?
ὅταν δὲ ἐξέλθῃ, πολὺς γίνεται διὰ τὸ ἐν αὐτῇ ἐπιληψίᾳ ἀθροισθῆναι κατὰ μικρόν.
但是当呼吸排出时,汗液会变得很多,因为在刚才憋气的过程中,汗液已经一点一点地积聚起来了。
§2.2Διὰ τί οὐχ ἱδροῦσι τὰ ἐν θερμῷ ὕδατι μέρη, οὐδ’ ἂν θερμὰ ᾖ;
为什么处于热水之中的部位,即使变热了也不出汗?
ἢ διότι κωλύει τὸ ὕδωρ τήκεσθαι, ὁ δὲ ἱδρὼς τὸ κακῶς προσῳκοδομημένον ἐστὶν ἐν τῇ σαρκί, ὃ κωλύει τήκεσθαι, ὅταν ἐκκρίνηται διὰ θερμότητα.
是因为水阻止了[汗液成分]融化吗? 汗是肌肉中构建不良的附着物,当它因热量而排出时,[周围的热水]阻止了它的融化。
§2.3Διὰ τί ὁ ἱδρὼς ἁλμυρόν;
为什么汗水是咸的?
ἢ διότι γίνεται ὑπὸ κινήσεως καὶ θερμότητος, ἀποκρινούσης ὅσον ἀλλότριον ἔνεστιν ἐν τῇ προσφύσει τῆς τροφῆς πρὸς αἷμα καὶ τὰς σάρκας;
是因为它是通过运动和热量产生的,而运动和热量会分离出营养物质附着于血液和肌肉的过程中所含有的所有外来物质吗?
τοῦτο γὰρ τάχιστα ἀφίσταται διὰ τὸ μὴ οἰκεῖον εἶναι καὶ ἔξω ἐξικμάζει.
因为这种物质由于不是机体固有的,所以最快被分离并向外渗出。
ἁλμυρὸς δ’ ἐστὶ διὰ τὸ τὸ γλυκύτατον καὶ κουφότατον εἰς τὸ σῶμα ἀνηλῶσθαι, τὸ δὲ ἀλλοτριώτατον καὶ ἀπεπτότατον ἀπολύεσθαι.
汗水之所以是咸的,是因为最甜和最轻的物质已被身体消耗,而最外来且最未消化的物质则被排出。
τὸ τοιοῦτον δὲ ἐν μὲν τῇ κάτω ὑποστάσει οὖρον καλεῖται, ἐν δὲ σαρκὶ ἱδρώς· ἄμφω δὲ ἁλμυρὰ διὰ τὴν αὐτὴν αἰτίαν.
这种物质在下方的沉淀物中被称为尿液,而在肌肉中被称为汗液;两者由于同样的原因而都是咸的。
§2.4Διὰ τί τὰ ἄνω ἱδροῦσι μᾶλλον τῶν κάτω;
为什么上部比下部更容易出汗?
πότερον τὸ θερμὸν ἄνω καὶ ἀνέρχεται καὶ ἔστιν ἄνω, τοῦτο δὲ ἄνω φέρει τὸ ὑγρόν;
是因为热量向上升并存在于上部,而这把湿气带到了上方吗?
ἢ ὅτι πνεῦμα ποιεῖ τὸν ἱδρῶτα, τοῦτο δὲ ἐν τοῖς ἄνω;
还是因为体气产生汗液,而它存在于上部?
ἢ διότι ἄπεπτον ὑγρὸν ὁ ἱδρώς ἐστι, τοιοῦτο δὲ ἐν τοῖς ἄνω;
或者是因为汗液是未消化的湿气,而这种物质存在于上部?
ἡ γὰρ κρᾶσις ἄνω.
因为[体温的]调和是在上部进行的。
§2.5Διὰ τί τὰς χεῖρας γυμναζομένοις μάλιστα ἱδρὼς γίνεται, ἐὰν τὰ ἄλλα ὁμοιοσχημονῶμεν;
为什么在保持身体其他部分姿势不变的情况下,那些活动双手进行锻炼的人最容易出汗?
ἢ διότι ἰσχύομεν μάλιστα τούτῳ τῷ τόπῳ;
是因为我们主要用这个部位使劲吗?
τούτῳ γὰρ τὸ πνεῦμα κατέχομεν τῷ ἔγγιστα τοῦ ἰσχύοντος· πονοῦντες δὲ μᾶλλον ἰσχύομεν· οὕτω δὲ ἔχοντες τὸ πνεῦμα μᾶλλον κατέχομεν.
因为在这个部位,我们在最接近力量源泉的地方憋气;当我们劳作时,我们使出更大的力量,而处于这种状态时,我们更多地屏住呼吸。
εἶτα καὶ τῇ τριβομένῃ συμπονοῦμεν μᾶλλον ἢ ὅταν ἄλλο μέρος τριβώμεθα·
此外,也是因为相比于其他部位被按摩时,我们与被摩擦的[手]更加协同用力吗?
τῇ γὰρ καθέξει τοῦ πνεύματος καὶ τριβόμενοι γυμναζόμεθα καὶ τρίβοντες.
因为通过屏住呼吸,我们在被摩擦和摩擦他人时都在进行锻炼。
§2.6Διὰ τί ὁ ἱδρὼς ἐκ τῆς κεφαλῆς ἢ οὐκ ὄζει ἢ ἦττον τοῦ ἐκ τοῦ σώματος;
为什么头部排出的汗水要么不臭,要么比身体排出的汗水臭味更小?
ἢ ὅτι εὔπνους ὁ τῆς κεφαλῆς τόπος;
是因为头部这个区域通风良好吗?
δηλοῖ δὲ μανὸς ὢν τῇ τῶν τριχῶν ἐκφύσει.
头发的生长表明此处是稀松的。
δυσώδεις δὲ οἱ τόποι καὶ τὰ ἐν αὐτοῖς γίνεται ὅσα μὴ εὔπνοα.
而那些通风不好的地方,以及其中的物质,都会变得有恶臭。
§2.7Διὰ τί οἱ γυμναζόμενοι ἐὰν διαναπαυσάμενοι παλαίωσι, μᾶλλον ἱδροῦσιν ἢ ἐὰν συνεχῶς;
为什么锻炼的人在休息一段时间后再进行摔跤,会比连续进行时出汗更多?
ἢ διὰ τὸ ἀθροίζεσθαι διαναπαυομένων· ἔπειτα τοῦτον τὸν ἱδρῶτα ἐξάγει ὕστερον ἡ πάλη.
是因为在休息时[汗水]积聚了,然后随后的摔跤把这些汗水引出来了吗?
ἡ δὲ συνεχὴς ἀναξηραίνει ὥσπερ ὁ ἥλιος.
而连续的[运动]则像太阳一样使他们干燥。
§2.8Διὰ τί μᾶλλον ἱδροῦσιν, ὅταν μὴ διὰ πολλοῦ χρόνου χρῶνται ταῖς ἀφιδρώσεσιν;
为什么当人们频繁进行发汗时出汗更多?
ἢ διότι οἱ ἱδρῶτες γίνονται οὐ μόνον δι’ ὑγρότητα, ἀλλὰ καὶ διὰ τὸ τοὺς πόρους ἀνεῷχθαι μᾶλλον καὶ ἀραιὰ τὰ σώματα εἶναι;
是因为出汗不仅由于湿气,而且也由于毛孔更加张开、身体更加稀松吗?
τοῖς μὲν οὖν μὴ χρωμένοις συμμεμύκασιν οἱ πόροι, τοῖς χρωμένοις δ’ ἀναστομοῦνται.
因此,对于不发汗的人来说毛孔是闭合的,而对于发汗的人来说毛孔是张开的。
§2.9Διὰ τί τοῦ ἡλίου μᾶλλον θερμαίνοντος τοὺς γυμνοὺς ἢ τοὺς ἀμπεχομένους, ἱδροῦσι μᾶλλον οἱ ἀμπεχόμενοι;
为什么虽然太阳使赤裸的人比穿着衣服的人更热,但穿着衣服的人出汗更多?
πότερον ὅτι τοὺς πόρους συμμύειν ποιεῖ ἐκκαίων ὁ ἥλιος;
是因为太阳通过灼烧使毛孔闭合吗?
ἢ διότι τὰς ἀτμίδας ξηραίνει;
还是因为它干燥了蒸气?
ἀμπεχομένοις δὲ ταῦτα ἧττον συμβαίνει.
但对于穿着衣服的人来说,这些情况发生得较少。
§2.10Διὰ τί ἱδροῦσι μάλιστα τὰ πρόσωπα;
为什么脸部出汗最多?
ἢ ὅσα ἀραιὰ καὶ ὑγρὰ μάλιστα, διὰ δὲ τούτων ὁ ἱδρὼς διαπορεύεται.
是因为汗水通过最稀松和最湿润的部位吗?
δοκεῖ δὲ πηγὴ εἶναι ἡ κεφαλὴ τοῦ ὑγροῦ· διὸ καὶ αἱ τρίχες, διὰ τὸ πολὺ ὑγρόν.
而且头部被认为是湿气的源泉;因此也长了头发,因为湿气丰富。
ὁ δὲ τόπος ἀραιὸς καὶ ἰσχνός δίεισιν ἄρα κατὰ φύσιν.
而既然[脸部]这个地方既稀松又薄,它便顺应自然地通过了。

词汇与语法注释

  1. §2.1συντείνουσιν ... κατέχουσι ... ἀνιεῖσιν — 这些是现在分词的阳性与格复数形式,修饰省略的不特定“人们”,作为关系与格(或表示时间),意为“对于那些紧绷……而对于那些放松的人(时候)”。
  2. §2.2ὃ κωλύει τήκεσθαι — 中性关系代名词 `ὃ` 的先行词是前方的 `τὸ κακῶς προσῳκοδομημένον`(构建不良的附着物)。关系从句中动词 `κωλύει`(阻止)的主语是主句中省略的主语 `τὸ ὕδωρ`(水)。
  3. §2.5τῇ τριβομένῃ — 这是阴性单数与格分词,此处省略了由前文复数 `τὰς χεῖρας`(双手)而来的单数阴性名词 `χειρί`(手),意为“与被摩擦的手协同地”。
  4. §2.8μὴ διὰ πολλοῦ χρόνου — 字面意思是“不通过很长时间”,该介词短语作为惯用表达,意为“在短时间间隔内”或“频繁地”进行发汗。

引用这一段

亚里士多德, 问题集 §2.1-2.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:2.1-2.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。