§1.52ὅτι οὐ δεῖ πυκνοῦν τὴν σάρκα πρὸς ὑγείαν, ἀλλ’ ἀραιοῦν·
为了健康不应当使肌肉紧密,而应当使其稀松。
ὥσπερ γὰρ πόλις ὑγιεινὴ καὶ τόπος εὔπνους (διὸ καὶ ἡ θάλασσα ὑγιεινή), οὕτω καὶ σῶμα τὸ εὔπνουν μᾶλλον ὑγιεινόν.
因为正如一个健康的城市和通风良好的地方(因此海洋也是健康的),通风良好的身体也更健康。
δεῖ γὰρ ἢ μὴ ὑπάρχειν μηθὲν περίττωμα, ἢ τούτου ὡς τάχιστα ἀπαλλάττεσθαι, καὶ ἀεὶ οὕτως ἔχειν τὸ σῶμα ὥστε λαμβάνον εὐθὺς ἐκκρίνειν τὴν περίττωσιν, καὶ εἶναι ἐν κινήσει καὶ μὴ ἠρεμεῖν.
因为应当要么没有任何余留物存在,要么尽快将其清除,并且应当始终使身体保持在这样一种状态,即一接受食物就立即排出其余留物,且处于运动之中而不静止。
τὸ μὲν γὰρ μένον σήπεται ὥσπερ ὕδωρ τὸ μὴ κινούμενον, σηπόμενον δὲ νοσοποιεῖ· τὸ δὲ ἐκκρινόμενον πρὸ τοῦ διαφθαρῆναι χωρίζεται.
因为残留的东西会像不动的水一样腐烂,而腐烂就会致病;但被排出的东西在腐败之前就被分离了。
τοῦτο οὖν πυκνουμένης μὲν τῆς σαρκὸς οὐ γίνεται (ὡσπερεὶ γὰρ ἐμφράττονται οἱ πόροι), ἀραιουμένης δὲ συμβαίνει.
因此,当肌肉紧密时,这种情况就不会发生(因为毛孔仿佛被堵塞了),而当肌肉稀松时,这种情况就会发生。
διὸ καὶ οὐ δεῖ ἐν τῷ ἡλίῳ γυμνὸν βαδίζειν· συνίσταται γὰρ ἡ σὰρξ καὶ κομιδῇ ἀποσαρκοῦται, καὶ ὑγρότερον τὸ σῶμα γίνεται· τὸ μὲν γὰρ ἐντὸς διαμένει, τὸ δ’ ἐπιπολῆς ἀπαλλάττεται, ὥσπερ καὶ τὰ κρέα τὰ ὀπτὰ τῶν ἑφθῶν μᾶλλον.
因此,也不应当在烈日下裸体行走;因为肌肉会凝聚,完全变得消瘦,并且身体会变得更湿润;因为内部的湿气存留下来,而表面的则被清除了,正如烤肉比煮肉更是如此。
οὐδὲ τὰ στήθη γυμνὰ ἔχοντα βαδίζειν· ἀπὸ γὰρ τῶν ἄριστα ᾠκοδομημένων τοῦ σώματος ὁ ἥλιος ἀφαιρεῖ, ἃ ἥκιστα δεῖται ἀφαιρέσεως, ἀλλὰ μᾶλλον τὰ ἐντός.
也不应当赤裸着胸部行走;因为太阳会从身体构建得最好的部分(这些部分最不需要清除)清除湿气,而其实更需要清除的是内部的湿气。
ἐκεῖθεν μὲν οὖν διὰ τὸ πόρρω εἶναι, ἐὰν μὴ μετὰ πόνου, οὐκ ἔστιν ἱδρῶτα ἀγαγεῖν, ἀπὸ τούτου δὲ διὰ τὸ πρόχειρον ῥᾴδιον.
因此,由于内部距离遥远,如果不伴随劳作,就无法引出汗水;而从此处由于近便,就很轻而易举。
§1.53Διὰ τί ποτε τοῖς χιμέτλοις καὶ τὸ ψυχρὸν ὕδωρ συμφέρει καὶ τὸ θερμόν;
为什么对于冻疮,冷水和热水都有益处?
ἢ ὅτι τὰ χίμετλα δι’ ὑπερβολὴν γίνεται ὑγροῦ;
是因为冻疮是由于湿气过剩而产生的吗?
τὸ μὲν οὖν ψυχρὸν συνίστησι καὶ τραχύνει τὸ ὑγρόν, τὸ δὲ θερμὸν ἐκπνευματοῖ καὶ ἔξοδον ποιεῖ τῷ πνεύματι, ἀραιοῦν τὴν σάρκα.
那么,冷水能凝聚并使湿气粗糙,而热水则使其气化,并为气体创造出口,从而使肌肉稀松。
§1.54Διὰ τί τὸ ψυχρὸν καὶ ποιεῖ καὶ παύει τὰ χίμετλα, καὶ τὸ θερμὸν τὰ πυρίκαυστα;
为什么冷既能引起也能消除冻疮,而热对于烫伤也是如此?
ἢ διὰ τὸ αὐτό;
还是由于同样的原因?
ποιεῖ μὲν συντήκοντα, παύει δὲ μᾶλλον ξηραίνοντα.
它们通过融化来引起,而通过干燥来消除。
§1.55Ἐν τοῖς πυρετοῖς διδόναι δεῖ τὸ ποτὸν πολλάκις καὶ κατ’ ὀλίγον.
在发烧时,应当频繁且少量地给予饮水。
τὸ μὲν γὰρ πολὺ παραρρεῖ, τὸ δὲ ὀλίγον μέν, πολλάκις δὲ διαβρέχει καὶ εἰς τὰς σάρκας χωρεῖ.
因为多量的话水会流走,而少量且频繁的话则能充分浸润并进入肌肉。
οἷα γὰρ τὰ ἐν τῇ γῇ, ἐὰν μὲν κατὰ πολὺ ἔλθῃ τὸ ὕδωρ, παραρρεῖ, ἐὰν δὲ κατ’ ὀλίγον, βρέχει μόνον τὸ αὐτὸ καὶ ἐν τοῖς πυρετοῖς.
因为正如地上的事物一样,如果水来得很多,就会流走,如果来得很少,就只是浸润;在发烧时也是完全一样。
τὰ γὰρ ῥέοντα ὕδατα ἐάν τις κατ’ ὀλίγον ἄγῃ, ὁ ὀχετὸς ἐκπίνει· ἐὰν δὲ τὸ ἴσον ἀθρόον ἄγῃ, ὅπου ἂν ἄγῃ, χωρεῖ.
因为如果有人把流动的谁少量引来,渠道就会把水吸干;而如果把等量的水一次性引来,无论引向何处,它都能流达。
ἔπειτα κατακείσθω ἀκίνητος ὡς μάλιστα, ἀκίνητος μέν, ὅτι καὶ τὸ πῦρ φανερῶς, ἐάν τις μὴ κινῇ, καταμαραίνεται.
其次,应当尽可能静卧,之所以静卧,是因为火也是显而易见的,如果不去惊动它,就会熄灭。
πρὸς πνεῦμα δὲ μὴ κατακείσθω, διότι ὁ ἄνεμος τὸ πῦρ ἐξεγείρει καὶ ῥιπτιζόμενον τὸ πῦρ ἐξ ὀλίγου πολὺ γίνεται.
但不要迎风躺着,因为风会激发起火,而被风吹拂的火会从小变大。
περιστέλλεσθαι δὲ τούτου ἕνεκεν, ὅτι πυρὶ ἐὰν ἀναπνοὴν μὴ διδῷς, σβέννυται.
而盖好身体则是由于这个原因:如果不对火给以透气的余地,它就会熄灭。
καὶ τὰ ἱμάτια μὴ ἀπογυμνούσθω, ἕως ἂν νοτὶς ἐγγένηται· τὸ φανερὸν γὰρ πῦρ τὸ ὑγρὸν σβέννυσιν.
并且确实不应当脱去衣服,在出汗之前;因为显露的火会被湿气熄灭。
κατὰ ταῦτα δὲ καὶ ἐν τῇ φύσει.
而在自然界中也是照此理。
ἐπὶ δὲ τῶν διαλειπόντων πυρετῶν προπαρασκευάζειν δεῖ καὶ ἐκλύοντα, καὶ πυριάματα πρὸς τοὺς πόδας παρατιθέντα, καὶ περιεσταλμένον ἀναπαύεσθαι, ὅπως ὅτι θερμότατος ᾖ πρὸ τοῦ τὴν λῆψιν εἶναι.
而在间歇热中,应当提前做好准备,既要使病人放松,又要在其足部放置熏蒸具,并让其盖好休息,以便在发作前使其尽可能温热。
καὶ γὰρ ὅπου πολὺ πῦρ, λύχνος οὐ δυνήσεται καίεσθαι·
因为在有大火的地方,灯火将无法燃烧;因为大火会把小火吸引到自己身边。
τὸ γὰρ πῦρ τὸ πολὺ τὸ ὀλίγον ἄγει πρὸς ἑαυτό. τούτου ἕνεκεν πολὺ πῦρ ἐν τῷ σώματι παρασκευάζειν δεῖ, ὅτι ὀλίγον ὁ πυρετὸς πῦρ ἔχει, ὥστε τὸ πολὺ πῦρ τὸ ὀλίγον πρὸς ἑαυτὸ ἄγει.
为此,必须在身体中准备大量的火,因为发烧只含有少量的火,从而使大火把小火吸向自己。
§1.56Τεταρταίοις πυρετοῖς δεῖ μὴ λεπτύνειν, ἀλλὰ πῦρ ἐν τοῖς σώμασιν ἐμποιεῖν εἰσάγοντα.
在四日热中,不应当使身体消瘦,而应当通过引入热量来在体内产生火。
δεῖ δὲ καὶ τοῖς γυμνασίοις χρῆσθαι.
并且也应当进行体育锻炼。
ᾗ δὲ ἡμέρᾳ ἡ λῆψις, λουσάμενον ὕπνον μὴ ζητεῖν.
而在发作的那一天,沐浴后不要寻求睡眠。
διὰ δὲ τοῦτο καὶ συμφέρει θερμαίνουσα δίαιτα, ὅτι ἀσθενὴς ὁ τεταρταῖος πυρετός· εἰ γὰρ μὴ ἦν ἀσθενής, οὐκ ἂν τεταρταῖος ἐγένετο.
此外,温热的饮食也是因此而有益,因为四日热是微弱的;因为如果它不微弱,就不会变成四日热。
ὁρᾷς;
你看到了吗?
ὅπου πῦρ πολύ, λύχνος οὐ δύναται καίεσθαι· τὸ γὰρ πολὺ τὸ ὀλίγον πρὸς ἑαυτὸ ἁρπάζει.
在有大火的地方,灯火无法燃烧;因为大火会把小火夺向自己。
τούτου δ’ ἕνεκεν πολὺ πῦρ ἐν τῷ σώματι ἐμποιεῖν, ὅτι ὀλίγον ὁ πυρετὸς πῦρ ἔχει.
而为此必须在体内产生大量的火,因为发烧只含有少量的火。
ἔστι δὲ τὸ καθ’ ἡμέραν διαίτημα τὸ μὲν πῦρ τὸ δὲ νοτίδα εἰς τὸ σῶμα εἰσάγοντα.
而日常的饮食起居,一则是将火,一则是将湿气引入体内。
εἰσὶ δὲ νόσοι αἱ μὲν ἀπὸ πυρός, αἱ δὲ ἀπὸ νοτίδος.
疾病有些是由火引起的,有些是由湿气引起的。
ἰατρεύονται δὲ αἱ μὲν ἀπὸ πυρὸς νόσοι νοτίδι, αἱ δὲ ἀπὸ νοτίδος πυρί· νοτίδα γὰρ ξηραίνει.
由火引起的疾病用湿气治疗,而由湿气引起的疾病用火治疗;因为火能使湿气干燥。