§19.28Διὰ τί νόμοι καλοῦνται οὓς ᾄδουσιν;
为什么他们唱的歌被称为“律法”(Nomoi)?
ἢ ὅτι πρὶν ἐπίστασθαι γράμματα, ᾖδον τοὺς νόμους, ὅπως μὴ ἐπιλάθωνται, ὥσπερ ἐν Ἀγαθύρσοις ἔτι εἰώθασιν;
还是因为在学会文字之前,他们为了不遗忘而吟唱法律,正如在阿加特尔索伊人中至今仍保留的习惯那样?
καὶ τῶν ὑστέρων οὖν ᾠδῶν τὰς πρώτας τὸ οὐτὸ ἐκάλεσαν ὅπερ τὰς πρώτας.
因此,他们也用与最早的那些(即法律)相同的名字来命名后来的歌曲中最早的那些。
§19.29Διὰ τί οἱ ῥυθμοὶ καὶ τὰ μέλη φωνὴ οὖσα ἤθεσιν ἔοικεν, οἱ δὲ χυμοὶ οὔ, ἀλλ’ οὐδὲ τὰ χρώματα καὶ αἱ ὀσμαί;
为什么节奏和旋律作为声音,能够与品格相似,而味道却不能,甚至颜色和气味也不能?
ἢ ὅτι κινήσεις εἰσὶν ὥσπερ καὶ αἱ πράξεις;
还是因为它们和实践一样都是运动?
ἤδη δὲ ἡ μὲν ἐνέργεια ἠθικὸν καὶ ποιεῖ ἦθος, οἱ δὲ χυμοὶ καὶ τὰ χρώματα οὐ ποιοῦσιν ὁμοίως.
因为活动本身已具有品格且能产生品格,而味道和颜色则不能以同样的方式产生。
§19.30Διὰ τί οὐδὲ ὑποδωριστὶ οὐδὲ ὑποφρυγιστὶ οὐκ ἔστιν ἐν τραγῳδίᾳ χορικόν;
为什么悲剧中的合唱不用下多利亚调,也不用下弗里吉亚调?
ἢ ὅτι οὐκ ἔχει ἀντίστροφον.
还是因为它们没有对应歌?
ἀλλ’ ἀπὸ σκηνῆς· μιμητικὴ γάρ.
但它们是由舞台上演唱的,因为它们是模仿性的。
§19.31Διὰ τί οἱ περὶ Φρύνιχον ἦσαν μᾶλλον μελοποιοί;
为什么普律尼科斯及其同时代的人更像是旋律创作者?
ἢ διὰ τὸ πολλαπλάσια εἶναι τότε τὰ μέλη ἐν ταῖς τραγῳδίαις τῶν μέτρων;
还是因为当时悲剧中的旋律部分要比格律诗行部分多出许多倍?
§19.32Διὰ τί διὰ πασῶν καλεῖται, ἀλλ’ οὐ κατὰ τὸν ἀριθμὸν δι’ ὀκτώ, ὥσπερ καὶ διὰ τεττάρων καὶ διὰ πέντε;
为什么八度音程被称为“Dia pason”(通过所有),而不像四度音程和五度音程那样按照数量被称为“Dia okto”(通过八个音)?
ἢ ὅτι ἑπτὰ ἦσαν αἱ χορδαὶ τὸ ἀρχαῖον.
还是因为古代的弦是七根?
εἶτ’ ἐξελὼν τὴν τρίτην Τέρπανδρος τὴν νήτην προσέθηκεν, καὶ ἐπὶ τούτου ἐκλήθη διὰ πασῶν, ἀλλ’ οὐ δι’ ὀκτώ· ἑπτὰ γὰρ ἦν.
后来泰尔潘德罗斯去掉了第三根弦,加上了最高音(Nete),在他那个时候,它被称为“Dia pason”而不是“Dia okto”;因为当时只有七根弦。
§19.33Διὰ τί εὐαρμοστότερον 〈ἀπὸ τοῦ ὀξέος〉 ἐπὶ τὸ βαρὺ ἢ ἀπὸ τοῦ βαρέος ἐπὶ τὸ ὀξύ;
为什么从高音向低音过渡比从低音向高音过渡更协调?
πότερον ὅτι τὸ 〈μὲν〉 ἀπὸ τῆς ἀρχῆς γίνεται ἄρχεσθαι;
是因为前者是从起点开始的吗?
ἡ γὰρ μέση καὶ ἡγεμὼν 〈καὶ〉 ὀξυτάτη τοῦ τετραχόρδου.
因为中音是四弦音阶的主导者,且是最高音。
τὸ δὲ οὐκ ἀπ’ ἀρχῆς, ἀλλ’ ἀπὸ τελευτῆς.
而后者不是从起点开始,而是从终点开始。
ἢ ὅτι τὸ βαρὺ ἀπὸ τοῦ ὀξέος γενναιότερον καὶ εὐφωνότερον;
还是因为高音之后的低音更显高贵,且声音更悦耳?
§19.34Διὰ τί δὶς μὲν δι’ ὀξειῶν καὶ δὶς διὰ τεττάρων οὐ συμσυμφωνεῖ, δὶς διὰ πασῶν δέ;
为什么双五度和双四度不协和,而双八度却协和?
ἢ ὅτι οὐ δὶς δι’ ὀξειῶν οὐδὲ δὶς διὰ τεττάρων. . . ἐστὶν, τὸ δὲ διὰ τεττάρων καὶ διὰ πέντε. . .
还是因为双五度和双四度都不是[……],而四度和五度则是[……]吗?
§19.35Διὰ τί ἡ διὰ πασῶν καλλίστη συμφωνία;
为什么八度音程是最美的协和音?
ἢ ὅτι ἐν ὅλοις ὅροις οἱ ταύτης λόγοι εἰσίν, οἱ δὲ τῶν ἄλλων οὐκ ἐν ὅλοις;
还是因为它的比例是在整数量项中,而其他协和音的比例则不在整数量项中?
ἐπεὶ γὰρ διπλασία ἡ νήτη τῆς ὑπάτης, οἷα ἡ νήτη δύο, ἡ ὑπάτη ἕν, καὶ οἷα ἡ ὑπάτη δύο, ἡ νήτη τέσσαρα, καὶ ἀεὶ οὕτως.
因为最高音是最低音的两倍,例如最高音为二,最低音为一,最低音为二,最高音为四,并且总是如此。
τῆς δὲ μέσης ἡμιολία.
但相对于中音,它是一倍半。
τὸ γὰρ διὰ πέντε ἡμιόλιον οὐκ ἐν ὅλοις ἀριθμοῖς ἐστίν· οἷον γὰρ ἓν τὸ ἔλαττον, τὸ μεῖζον τοσοῦτον δὲ καὶ ἔτι τὸ ἥμισυ.
因为五度的一倍半比例并不存在于整数中;例如,若较小的一项为一,较大的一项则与它相等且还要再加上其一半。
ὥστε οὐχ ὅλα πρὸς ὅλα συγκρίνεται, ἀλλ’ ἔπεστι μέρη.
因此,进行比较的不是整体对整体,而是包含了分数。
ὁμοίως δὲ καὶ ἐν τῷ διὰ τεττάρων ἔχει· τὸ γὰρ ἐπίτριτόν ἐστιν ὅσον τεμεῖν ὅ καὶ ἔτι ἕν τῶν τριῶν [ἐπίτριτόν ἐστιν].
四度音程也是如此;因为三分之四的比例就是把一个整体进行分割,再在三个部分中加上一个部分。
ἢ ὅτι τελεωτάτη ἡ ἐξ ἀμφοτέρων οὖσα, καὶ ὅτι μέτρον τῆς μελῳδίας. . .
还是因为由两者组成的它是最完美的,而且因为它是旋律的尺度[……]?
διὰ παντὸς τοῦ φερομένου ἡ κατὰ μέσον κίνησις σφοδροτάτη, ἀρχομένου δὲ καὶ λήγοντος μαλακωτέρα;
在所有被携带运动的物体中,中间的运动是最剧烈的,而在开始和结束时较缓和吗?
ὅτε δὲ σφοδροτάτη ἡ κίνησις, καὶ ἡ φωνὴ ὀξυτέρα τοῦ φερομένου.
当运动最剧烈时,被携带物体的声音也最高。
διὸ καὶ χορδαὶ ἐπιτεινόμεναι ὀξύτερον φθέγγονται· θᾶττον γὰρ ἡ κίνησις γίνεται.
因此,弦被拉紧时发出的声音也更高;因为运动变得更快。
εἰ δὲ φωνὴ ἢ ἀέρος ἢ ἄλλου τινὸς φορά· τὴν ἀνὰ μέσον τὸν πόρον ὀξυτάτην δεῖ γίνεσθαι.
如果声音是空气或别的东西的移动,那么在通道中间其移动必定是最快的。
ὥστε εἰ τοῦτο μὴ συμβαίνει, οὐκ ἂν εἴη φορά τινος.
所以如果这没有发生,那它就不是任何东西的移动。
§19.36Διὰ τί, ἐὰν μὲν ἡ μέση κινηθῇ, καὶ αἱ ἄλλαι χορδαὶ ἠχοῦσι φθεγγόμεναι, ἐὰν δὲ αὖ ἡ μὲν μένῃ τῶν δ’ ἄλλων τις κινηθῇ, κινηθεῖσα μόνη φθέγγεται;
为什么如果中音改变,其他弦在演奏时也会发出响声,而反过来,如果中音保持不变,而其他弦中的某一根被改变,则只有被改变的那一根发出响声?
ἢ ὅτι τὸ ἡρμόσθαι ἐστὶν ἁπάσαις, τὸ δὲ ἔχειν πως πρὸς τὴν μέσην ἁπάσαις, καί ῃ τάξις ἡ ἑκάστης ἤδη δι’ ἐκείνην;
还是因为处于协调状态是所有弦所共有的,且与中音保持某种关系也是所有弦所具有的,而每根弦的音位已经通过中音而被决定了?
ἀρθέντος οὖν τοῦ αἰτίου τοῦ ἡρμόσθαι καὶ τοῦ συνέχοντος οὐκέτι ὁμοίως φαίνεται ὑπάρχειν.
因此,当使它们协调且维系它们的原因被撤销时,它们就不再显得处于同样的状态了。
μιᾶς δὲ ἀναρμόστου οὔσης, τῆς δὲ μέσης μενούσης, εὐλόγως τὸ κατ’ αὐτὴν ἐκλειπόμενον· ταῖς γὰρ ἄλλαις ὑπάρχει τὸ ἡρμόσθαι.
但如果只有一根弦不协调,而中音保持不变,那么合理的是,只有关于那一根弦的部分缺失了;因为其他弦依然保持着协调的状态。