Humanitext Reader

亚里士多德 · 问题集 §19.20-19.27

中音的枢纽地位与听觉对品格的影响

第 84 段,共 148 段 · 希腊语

内容简介

本章探讨了中音在旋律中的结构性与纽带性作用,以及低音和慢节奏错误更容易被察觉的原因。此外,还研究了八度音程的物理比例、共振现象,以及为何在所有感觉对象中仅有听觉具有影响品格的动能。

§19.20Διὰ τί, ἐὰν μέν τις τὴν μέσην κινήσῃ ἡμῶν ἁρμόσας τὰς ἄλλας χορδὰς καὶ χρῆται τῷ ὀργάνῳ, οὐ μόνον ὅταν κατὰ τὸν τῆς μέσης γένηται φθόγγον, λυπεῖ καὶ φαίνεται ἀνάρμοστον, ἀλλὰ καὶ κατὰ τὴν ἄλλην μελῳδίαν· ἐὰν δὲ τὴν λιχανὸν ἤ τινα ἄλλον φθόγγον, τότε φαίνεται διαφέρειν μόνον, ὅταν κἀκείνῃ τις χρῆται;
为什么如果有人在调好其他弦之后,拨动了我们的中音并使用该乐器,不仅在触及中音的音调时会令人不快且显得不协调,而且在其他所有的旋律中也是如此;而如果拨动了示指弦或任何其他音,则只有在有人使用该特定弦时才显得有差异?
ἢ εὐλόγως τοῦτο συμβαίνει;
还是说这是合理的?
πάντα γὰρ τὰ χρηστὰ μέλη πολλάκις τῇ μέσῃ χρῆται, καὶ πάντες οἱ ἀγαθοὶ ποιηταὶ πυκνὰ πρὸς τὴν μέσην ἀπαντῶσιν, κἂν ἀπέλθωσι, ταχὺ ἐπανέρχονται, πρὸς δὲ ἄλλην οὕτως οὐδεμίαν.
因为所有优秀的旋律都经常使用中音,所有优秀的诗人都频繁地回到中音,即使离开它,也会很快返回,而对其他任何弦都不这样。
καθάπερ ἐκ τῶν λόγων ἐνίων ἐξαιρεθέντων συνδέσμων οὐκ ἔστιν ὁ λόγος Ἑλληνικός, οἷον τὸ τέ καὶ τὸ καί, ἔνιοι δὲ οὐθὲν λυποῦσιν διὰ τὸ τοῖς μὲν ἀναγκαῖον εἶναι χρῆσθαι πολλάκις, εἰ ἔσται λόγος, τοῖς δὲ μή, οὕτω καὶ τῶν φθόγγων ἡ μέση ὥσπερ σύνδεσμός ἐστι, καὶ μάλιστα τῶν καλῶν, διὰ τὸ πλειστάκις ἐνυπάρχειν τὸν φθόγγον αὐτῆς.
正如在言语中,如果去掉某些连接词(例如 'te' 和 'kai'),言语就不再是希腊语,而去掉其他一些词则毫无损害,因为如果要成言,前者就必须经常使用,而后者则不然;同样,在诸音中,中音也像是一个连接词,尤其是在美丽的旋律中,因为它的音最频繁地存在于其中。
§19.21Διὰ τί τῶν ᾀδόντων οἱ βαρύτερον ᾄδοντες τῶν ὀξὺ ᾀδόντων, ἐὰν ἀπᾴδωσι, μᾶλλον κατάδηλοι γίνονται;
为什么在歌唱者中,唱低音的人如果唱错音,比唱高音的人更容易被察觉?
ὁμοίως δὲ καὶ τῷ ῥυθμῷ οἱ ἐν τῷ βραδυτέρῳ πλημμελοῦντες κατάδηλοι μᾶλλον.
同样在节奏中,在较慢的节奏中犯错的人也更容易被察觉。
πότερον ὅτι πλείων ὁ χρόνος ὁ τοῦ βαρέος, οὗτος δὲ μᾶλλον αἰσθητός;
是因为低音的时间较长,而这个时间更容易被感知吗?
ἢ ὅτι ἐν πλείονι χρόνῳ πλείω αἴσθησιν παρέχει, τὸ δὲ βαρὺ καὶ ὀξὺ λανθάνει διὰ τὸ τάχος.
还是因为在较长的时间里它提供了更多的感知,而在高音中,低和高由于速度快而被忽略了?
§19.22Διὰ τί οἱ πολλοὶ μᾶλλον ᾄδοντες τὸν ῥυθμὸν σώζουσιν ἢ οἱ ὀλίγοι;
为什么人数多的人唱歌比人数少的人更能保持节奏?
ἢ ὅτι μᾶλλον πρὸς ἕνα τε καὶ ἡγεμόνα βλέπουσι, καὶ βραδύτερον ἄρχονται, ὥστε ῥᾷον τοῦ αὐτοῦ τυγχάνουσιν;
还是因为他们更多地注视着一个领导者,并且开始得更慢,从而更容易达到相同的节奏?
ἐν γὰρ τῷ τάχει ἡ ἁμαρτία πλείων.
因为在速度中,错误更频繁。
§19.23Διὰ τί διπλασία ἡ νήτη τῆς ὑπάτης;
为什么最高音是最低音的两倍?
ἢ πρῶτον μὲν ὅτι ἐκ τοῦ ἡμίσεος ἡ χορδὴ ψαλλομένη καὶ ὅλη συμφωνοῦσι διὰ πασῶν;
还是首先因为,弦在二分之一处被拨动时与整根弦在八度音程中协和?
ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τῶν συρίγγων· ἡ γὰρ διὰ τοῦ μέσου τῆς σύριγγος τρήματος φωνὴ τῇ δι’ ὅλης τῆς σύριγγος συμφωνεῖ διὰ πασῶν.
排箫的情况也是如此;因为通过排箫中间孔的声音与通过整个排箫的声音在八度音程中协和。
ἔτι ἐν τοῖς αὐλοῖς τῷ διπλασίῳ διαστήματι λαμβάνεται τὸ διὰ πασῶν, καὶ οἱ αὐλοτρῦπαι οὕτως λαμβάνουσιν.
此外,在奥洛斯管中,八度音程是通过双倍的距离获得的,制笛者也是这样获得的。
[ὁμοίως δὲ καὶ τὸ διὰ πέντε τῷ ἡμιολίῳ], ἔτι οἱ τὰς σύριγγας ἁρμοττόμενοι εἰς μὲν τὴν ὑπάτην ἄκραν τὸν κηρὸν ἐμπλάττουσι, τὴν δὲ νήτην μέχρι τοῦ ἡμίσεος ἀναπληροῦσιν.
[同样,五度音程是通过二分之三的比例获得的。 ]此外,调排箫的人在最低音的管口末端涂上蜡,而将最高音的管填满至一半。
ὁμοίως δὲ καὶ τὴν διὰ πέντε τῷ ἡμιολίῳ καὶ τὴν διὰ τεττάρων τῷ ἐπιτρίτῳ διαστήματι λαμβάνουσιν.
同样,他们通过二分之三的比例获得五度音程,通过三分之四的比例获得四度音程。
ἔτι οἱ ἐν τοῖς τριγώνοις ψαλτηρίοις τῆς ἴσης ἐπιτάσεως γινομένης συμφωνοῦσιν διὰ πασῶν, ἡ μὲν διπλασία οὖσα, ἡ δὲ ἡμίσεια τῷ μήκει.
此外,在三角竖琴中,当张力相等时,它们在八度音程中协和,其中一根长度是另一根的两倍,而另一根是一半。
§19.24Διὰ τί, ἐάν τις ψήλας τὴν νήτην νήτην ἐπιλάβῃ, ἡ ὑπάτη μόνη δοκεῖ ἀντηχεῖν;
为什么如果有人拨动了最高音并按住它,似乎只有最低音在共鸣?
ἢ ὅτι συμφυὴς μάλιστα γίνεται τῷ φθόγγῳ ὁ ἀπὸ ταύτης ἦχος διὰ τὸ σύμφωνος εἶναι;
还是因为来自最低音的响声,由于与之协和,最容易与该音融合?
τῷ οὖν συναυξάνεσθαι τῷ ὁμοίῳ φαίνεται μόνος, οἱ δὲ ἄλλοι διὰ μικρότητα ἀφανεῖς.
因此,由于与相似的音一同增幅,只有它显现出来,而其他音由于微小而不可见。
§19.25Διὰ τί μέση καλεῖται ἐν ταῖς ἁρμονίαις, τῶν δὲ ὀκτὼ οὐκ ἔστι μέσον;
为什么在音阶中被称为“中音”,而八个音中并没有中间?
ἢ ὅτι ἑπτάχορδοι ἦσαν αἱ ἁρμονίαι τὸ παλαιόν, τὰ δὲ ἑπτὰ ἔχει μέσον.
还是因为在古代,音阶是七弦的,而七有中间?
§19.26Διὰ τί ἐπὶ τὸ ὀξὺ ἀπᾴδουσιν οἱ πλεῖστοι;
为什么大多数人唱歌跑调时会偏向高音?
πότερον ὅτι ῥᾷον ὀξὺ ᾆσαι ἢ βαρύ;
是因为唱高音比唱低音更容易吗?
ἢ ὅτι χεῖρον τοῦ βαρέος; ἁμαρτία δέ ἐστι τοῦ χείρονος πρᾶξις.
还是因为高音偏离比低音偏离更糟糕,而错误就是去做更糟糕的事?
§19.27Διὰ τί τὸ ἀκουστὸν μόνον ἦθος ἔχει τῶν αἰσθητῶν;
为什么在感觉对象中,只有听觉对象具有品格(Ethos)?
καὶ γὰρ ἐὰν ἦ ἄνευ λόγου μέλος, ὅμως ἔχει ἦθος· ἀλλ’ οὐ τὸ χρῶμα οὐδὲ ἡ ὀσμὴ οὐδὲ ὁ χυμὸς ἔχει.
因为即使是没有言词的旋律,也同样具有品格;但颜色、气味和味道却不具有。
ἢ ὅτι κίνησιν ἔχει μονονουχί, ἥν ὁ ψόφος ἡμᾶς κινεῖ;
还是因为声音几乎独具运动,声音通过这种运动来打动我们?
τοιαύτη μὲν γὰρ καὶ τοῖς ἄλλοις ὑπάρχει· κινεῖ γὰρ καὶ τὸ χρῶμα τὴν ὄψιν· ἀλλὰ τῆς ἑπομένης τῷ τοιούτῳ ψόφῳ αἰσθανόμεθα κινήσεως.
因为这样的运动也存在于其他对象中;因为颜色也打动视觉;但是我们感知到的是伴随着这种声音的运动。
αὕτη δὲ ἔχει ὁμοιότητα ἔν τε τοῖς ῥυθμοῖς καὶ ἐν τῇ τῶν φθόγγων τάξει τῶν ὀξέων καὶ βαρέων, οὐκ ἐν τῇ μίξει.
而这种运动在节奏中以及在高低音的排列中具有相似性,但不在它们的混合中。
ἀλλ’ ἡ συμφωνία οὐκ ἔχει ἦθος.
然而,协和音没有品格。
ἐν δὲ τοῖς ἄλλοις αἰσθητοῖς τοῦτο οὐκ ἔστιν.
而在其他感觉对象中,这是不存在的。
αἱ δὲ κινήσεις αὗται πρακτικαί εἰσιν, αἱ δὲ πράξεις ἤθους σημασία ἐστίν.
这些运动是实践性的,而实践则是品格的显现。

词汇与语法注释

  1. §19.20ἐὰν μέν τις τὴν μέσην κινήσῃ ἡμῶν ἁρμόσας τὰς ἄλλας χορδὰς — 代词 ἡμῶν 作不定代词 τις 的部分属格(“我们之中的某人”)。不定过去时分词 ἁρμόσας 表示在主动词 κινήσῃ 之前发生的动作(“在调好……之后”)。
  2. §19.20ἐὰν δὲ τὴν λιχανὸν ἤ τινα ἄλλον φθόγγον — 在此对比条件句(由 δέ 引导)中,前句的动词 κινήσῃ(以及 τις ἡμῶν)被省略。应补足理解为“但是,如果[某人拨动]示指弦或任何其他音”。
  3. §19.21τὸ δὲ βαρὺ καὶ ὀξὺ λανθάνει διὰ τὸ τάχος — 主语 τὸ δὲ βαρὺ καὶ ὀξὺ 指低音与高音(的偏差),或高音区内的音调波动。短语 διὰ τὸ τάχος 解释为,由于高音物理运动的快速(频率高),这些偏差在感觉中未能被察觉便过去了。
  4. §19.27ἀλλὰ τῆς ἑπομένης τῷ τοιούτῳ ψόφῳ αἰσθανόμεθα κινήσεως — 动词 αἰσθανόμεθα 支配属格,其直接宾语是置于分词短语之间的 κινήσεως。句法上采用了倒装结构(hyperbaton),修饰分词短语 ἑπομένης τῷ τοιούτῳ ψόφῳ 嵌套在冠词 τῆς 和名词 κινήσεως 之间。
  5. §19.27αὕτη δὲ ἔχει ὁμοιότητα ἔν τε τοῖς ῥυθμοῖς — 句首的指示代词 αὕτη(阴性单数主格)指代前句中提到的名词 κινήσεως(运动)。

引用这一段

亚里士多德, 问题集 §19.20-19.27. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:19.20-19.27

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。