Humanitext Reader

亚里士多德 · 问题集 §19.12-19.19

低音的支配作用、八度音程与歌曲结构

第 83 段,共 148 段 · 希腊语

内容简介

本章探讨了音阶中低音的支配作用、八度音程听起来类似同音的声学原理,以及竞技者独唱(诺莫斯)与合唱队歌曲(对联)在结构和社交背景上的差异。

§19.12Διὰ τί τῶν χορδῶν ἡ βαρυτέρα ἀεὶ τὸ μέλος λαμβάνει;
为什么在诸弦之中,较低的弦总是承担着旋律?
ἂν γὰρ δέηται ᾆσαι τὴν παραμέσην σὺν ψιλῇ τῇ μέσῃ, γίνεται τὸ μέσον οὐθὲν ἧττον· ἐὰν δὲ τὴν μέσην, δέον ἄμφω, ψιλὰ οὐ γίνεται.
因为如果需要将“次高音”与单独的“中音”一起演唱,中音就同样会产生;但是如果需要两者,而只唱中音,它们就不会变成单音。
ἢ ὅτι τὸ βαρὺ μέγα ἐστίν, ὥστε κρατερόν;
还是因为低音宏大,因而具有支配力?
καὶ ἔνεστιν ἐν τῷ μεγάλῳ τὸ μικρόν· καὶ τῇ διαλήψει δύο νῆται ἐν τῇ ὑπάτῃ γίνονται.
并且,大者之中包含着小者;而且通过分割,在“最低音”中产生了两个“最高音”。
§19.13Διὰ τί ἐν τῇ διὰ πασῶν τοῦ μὲν ὀξέος ἀντίφωνον γίνεται τὸ βαρύ, τούτου δὲ τὸ ὀξὺ οὔ;
为什么在八度音程中,低音成为高音的八度回响,而高音对低音却不然?
ἢ ὅτι μάλιστα μὲν ἐν ἀμφοῖν ἐστὶν τὸ ἀμφοῖν μέλος, εἰ δὲ μή, ἐν τῷ βαρεῖ· μεῖζον γάρ.
还是因为,最理想的是两者的旋律都存在于两者之中,但若非如此,也存在于低音之中;因为低音更宏大。
§19.14Διὰ τί λανθάνει τὸ διὰ πασῶν, καὶ δοκεῖ ὁμόφωνον εἶναι, οἷον ἐν τῷ φοινικίῳ καὶ ἐν τῷ ἀνθρώπῳ;
为什么八度音程会被忽略,而被认为是同音,就像在“波尼基翁”和人类的声音中那样?
τὰ γὰρ ἐν τοῖς ὀξέσιν ὄντα οὐχ ὁμόφωνα, ἀλλ’ ἀνάλογον ἀλλήλοις διὰ πασῶν.
因为高音区中的音与低音并非同音,而是通过八度音程彼此成比例。
ἢ ὅτι ὥσπερ ὁ αὐτὸς εἶναι δοκεῖ φθόγγος, διὰ τὸ ἀνάλογον ἰσότης ἐπὶ φθόγγων;
或者是因为,由于比例关系,音调中存在着等价性,从而使它们听起来像是同一种声音?
τὸ δὲ ἴσον τοῦ ἑνός.
而相等者属于单一者。
ταὐτὸ δὲ τοῦτο καὶ ἐν ταῖς σύριγξιν ἐξαπατῶνται.
人们在排箫上也被这同一现象所欺骗。
§19.15Διὰ τί οἱ μὲν νόμοι οὐκ ἐν ἀντιστρόφοις ἐποιοῦντο, αἱ δὲ ἄλλαι ᾠδαὶ αἱ χορικαί;
为什么“诺莫斯”不是用对联的形式创作的,而其他合唱歌曲却是?
ἢ ὅτι οἱ μὲν νόμοι ἀγωνιστῶν ἦσαν, ὧν ἤδη μιμεῖσθαι δυναμένων καὶ διατείνεσθαι ἡ ᾠδὴ ἐγίνετο μακρὰ καὶ πολυειδής;
还是因为诺莫斯属于竞技者,由于他们已经能够进行模仿并尽力发挥,所以歌曲变得冗长且形式多样?
καθάπερ οὖν καὶ τὰ ῥήματα, καὶ τὰ μέλη τῇ μιμήσει ἠκολούθει ἀεὶ ἕτερα γινόμενα.
因此,正如言词一样,旋律也遵循着模仿,不断发生变化。
μᾶλλον γὰρ τῷ μέλει ἀνάγκη μιμεῖσθαι ἢ τοῖς ῥήμασιν.
因为用旋律进行模仿比用言词更加必要。
διὸ καὶ οἱ διθύραμβοι, ἐπειδὴ μιμητικοὶ ἐγένοντο, οὐκέτι ἔχουσιν ἀντιστρόφους, πρότερον δὲ εἶχον.
所以,迪特拉姆博斯在变得具有模仿性之后,也不再有对联,尽管它们以前是有的。
αἴτιον δὲ ὅτι τὸ παλαιὸν οἱ ἐλεύθεροι ἐχόρευον αὐτοί· πολλοὺς οὖν ἀγωνιστικῶς ᾄδειν χαλεπὸν ἦν, ὥστε ἐναρμόνια μέλη ἐνῇδον.
其原因在于,古时候自由市民亲自参加舞蹈;因此,许多人像竞技者那样唱歌是困难的,所以他们唱均整的旋律。
μεταβάλλειν γὰρ πολλὰς μεταβολὰς τῷ ἑνὶ ῥᾷον ἢ τοῖς πολλοῖς, καὶ τῷ ἀγωνιστῇ ἢ τοῖς τὸ ἦθος φυλάττουσιν.
因为一个人进行许多变化比许多人更容易,竞技者也比那些保持着性格特征的人更容易。
διὸ ἁπλούστερα ἐποίουν αὐτοῖς τὰ μέλη.
因此,他们为合唱队制作了更简单的旋律。
ἡ δὲ ἀντίστροφος ἁπλοῦν· ἀριθμὸς γάρ ἐστι καὶ ἑνὶ μετρεῖται.
而对联是简单的;因为它是数目,由单一尺度来衡量。
τὸ δ’ αὐτὸ αἴτιον καὶ διότι τὰ μὲν ἀπὸ τῆς σκηνῆς οὐκ ἀντίστροφα, τὰ δὲ τοῦ χοροῦ ἀντίστροφα· ὁ μὲν γὰρ ὑποκριτὴς ἀγωνιστὴς καὶ μιμητής, ὁ δὲ χορὸς ἧττον μιμεῖται.
由于同样的原因,舞台上的歌曲不对称,而合唱队的歌曲对称;因为演员是竞技者和模仿者,而合唱队则较少模仿。
§19.16Διὰ τί ἥδιον τὸ ἀντίφωνον τοῦ συμφώνου;
为什么八度回响比一般的协和音更令人愉快?
ἢ ὅτι μᾶλλον διάδηλον γίνεται τὸ συμφωνεῖν ἢ ὅταν πρὸς τὴν συμφωνίαν ᾄδῃ;
还是因为,协和性比针对该协和音演唱时变得更加清晰显现?
ἀνάγκη γὰρ τὴν ἑτέραν ὁμοφωνεῖν, ὥστε δύο πρὸς μίαν φωνὴν γινόμεναι ἀφανίζουσι τὴν ἑτέραν.
因为必须有一方同音共鸣,结果两个声音对一个声音产生,就会淹没另一个声音。
§19.17Διὰ τί 〈διὰ〉 πέντε οὐκ ᾄδουσιν ἀντίφωνα;
为什么人们不用五度音程唱八度回响?
ἢ ὅτι οὐχ ἡ αὐτὴ ἡ σύμφωνος 〈ἐν〉 τῇ συμφωνίᾳ, ὥσπερ ἐν τῷ διὰ πασῶν;
还是因为,在协和音中,协和的音并不像在八度音程中那样是同一个音?
ἐκείνη γὰρ 〈ἡ βαρεῖα〉ἐν τῷ βαρεῖ ἀνάλογον, ὡς ἡ ὀξεῖα ἐν τῷ ὀξεῖ.
因为在八度中,低音区中的低音与高音区中的高音成比例。
ὥσπερ οὖν ἡ αὐτή ἐστιν ἅμα καὶ ἄλλη.
因此,它似乎同时是同一个音,又是另一个音。
αἱ δὲ ἐν τῷ διὰ πέντε καὶ διὰ τεττάρων οὐκ ἔχουσιν οὕτως, ὥστε οὐκ ἐμφαίνεται ὁ τῆς ἀντιφώνου φθόγγος· οὐ γάρ ἐστιν ὁ αὐτός.
而在五度和四度中的音则不具有这种性质,所以八度回响的声音不会显现;因为它们不是同一个音。
§19.18Διὰ τί ἡ διὰ πασῶν συμφωνία ᾄδεται μόνη;
为什么只有八度协和音被演唱?
μαγαδίζουσι γὰρ ταύτην, ἄλλην δὲ οὐδεμίαν.
因为人们只对这个音程进行“马加迪斯”演奏,而对其他任何音程都不这样做。
ἢ ὅτι μόνη ἐξ ἀντιφώνων ἐστὶ χορδῶν, ἐν δὲ ταῖς ἀντιφώνοις καὶ τὴν ἑτέραν ἐὰν ᾄδῃ, τὸ αὐτὸ ποιεῖ;
还是因为,只有它是由八度回响的弦组成的,而在回响的弦中,即使只唱其中一根,也会产生相同的效果?
ἡ γὰρ μία τρόπον τινὰ τὰς ἀμφοτέρων ἔχει φωνάς, ὥστε καὶ μιᾶς ᾀδομένης ἐν ταύτῃ τῇ συμφωνίᾳ ᾄδεται ἡ συμφωνία, καὶ ἄμφω ᾄδοντες· ἢ τῆς μὲν ᾀδομένης, τῆς δὲ αὐλουμένης ὥσπερ μίαν ἄμφω ᾄδουσιν.
因为其中一根弦在某种程度上包含了双方的声音,所以在这种协和音中,即使只唱一根弦,协和音也会被演唱出来,就像两者都在唱一样;或者,当一根弦被演唱而另一根用笛子伴奏时,两者听起来就像在唱同一个音。
διὸ μόνη μελῳδεῖται, ὅτι μιᾶς ἔχει χορδῆς φωνὴν τὰ ἀνΔιὰ τί δὲ ταῖς τίφωνα.
因此,只有它被用于旋律演唱,因为八度回响的音具有单弦的声音。
§19.19αντιφώνοις τοῦτο μόναις ὑπάρχει;
那么,为什么只有八度回响的音才具有这一特征?
ἢ ὅτι μόναι ἴσον ἀπέχουσι τῆς μέσης;
还是因为只有它们与“中音”等距?
ἡ οὖν μεσότης ὁμοιότητά τινα ποιεῖ τῶν φθόγγων, καὶ ἔοικεν ἡ ἀκοὴ λέγειν ὅτι ἡ αὐτὴ καὶ ὅτι ἀμφότεραι ἔσχαται.
因此,中介性产生了一种声音上的相似性,而听觉似乎在说它们是同一个音,并且两者都是极限。

词汇与语法注释

  1. §19.12ἂν γὰρ δέηται ᾆσαι τὴν παραμέσην σὺν ψιλῇ τῇ μέσῃ — 不定式 ᾆσαι 的宾语是 τὴν παραμέσην,而 σὺν ψιλῇ τῇ μέσῃ 是伴随或协同与格,意为“与单独的(无伴奏的)中音一起”。在接下来的分句 ἐὰν δὲ τὴν μέ声,δέον ἄμφω 中,演唱的对象转为 τὴν μέσην,且分词短语 δέον ἄμφω 作为宾格绝对结构(“当两者都需要时”)插入其中。
  2. §19.15ὧν ἤδη μιμεῖσθαι δυναμένων καὶ διατείνεσθαι — 一种罕见的句法结构,其中关系代词 ὧν 在其自身的关系从句中兼作属格绝对结构(ὧν ... δυναμένων καὶ διατείνεσθαι)的主语。其先行词是前文的 专职竞技者(ἀγωνιστῶν),整个分词短语起原因状语的作用,意为“因为他们已经能够进行模仿并尽力发挥”。
  3. §19.16ἢ ὅτι μᾶλλον διάδηλον γίνεται τὸ συμφωνεῖν ἢ ὅταν πρὸς τὴν συμφωνίαν ᾄδῃ — 此处出现了两个与比较级 μᾶλλον 相关的不同 ἤ。第一个 ἤ 是表示选择性回答的“还是因为”(ἢ ὅτι...),第二个 ἤ 是表示比较的连词“比……的时候”(ἢ ὅταν...)。动词 ᾄδῃ 的主语是省略的泛指代词(某人),指配合某种(除八度以外的)协和音程(如四度、五度)进行演唱的情况。

引用这一段

亚里士多德, 问题集 §19.12-19.19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:19.12-19.19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。