Humanitext Reader

亚里士多德 · 问题集 §19.1-19.11

合唱响度与发声难度及旋律的心理效应

第 82 段,共 148 段 · 希腊语

内容简介

本章探讨了关于音乐和声学的各种问题,包括集体歌唱的声音传导、特定音阶(次低音)的演唱难度、喜爱熟悉旋律的心理、说唱交替的效果以及回音的物理性质,并从身体和力学的角度寻求原因。

§19.1Διὰ τί οἱ πονοῦντες καὶ οἱ ἀπολαύοντες αὐλοῦνται;
为什么遭受痛苦的人和享受乐处的人会有人为他们吹奏笛子?
ἢ ἵνα οἱ μὲν ἧττον λυπῶνται, οἱ δὲ μᾶλλον χαίρωσιν.
是为了让前者减少痛苦,让后者更加快乐吗?
§19.2Διὰ τί πορρωτέρω ὁ αὐτὸς τῇ αὐτῇ φωνῇ γεγωνεῖ μετ’ ἄλλων ᾄδων καὶ βοῶν ἢ μόνος;
为什么同一个人用同样的声音,与他人一起唱歌和呼喊时,比独自一人时声音能传得更远?
ἢ ὅτι τὸ ἀθρόως τι ποιεῖν ἢ θλίβειν ἢ ὠθεῖν οὐ τοσαυταπλάσιόν ἐστιν ὅσος ὁ ἀριθμός, ἀλλ’ ὥσπερ ἡ γραμμὴ ἡ δίπους οὐ διπλάσιον ἀλλὰ τετραπλάσιόν τι γράφει, οὕτως τὰ συντιθέμενα πλέον ἰσχύει κατὰ τὸν ἀριθμὸν ἢ ὅταν ᾖ διῃρημένα.
还是因为集体行动、挤压或推搡,其力量的倍数并不单单与人数成正比,而是像一根两英尺的线所描绘出的面积不是两倍而是四倍一样,组合在一起的力量比分散时按其数量比例更强大?
ἀθρόων οὖν ὄντων μία γίνεται ἡ τῆς φωνῆς ἰσχὺς καὶ ἅμα ὠθεῖ τὸν ἀέρα, ὥστε πολλαπλάσιον προϊέναι· καὶ γὰρ ἡ ἐκ πάντων φωνὴ μιᾶς ἑκάστης πολλαπλάσιος.
因此,当人们聚集在一起时,声音的力量合而为一,同时推动空气,使其向前传播许多倍;因为所有人的声音确实是每个人声音的许多倍。
§19.3Διὰ τί τὴν παρυπάτην ᾄδοντες μάλιστα ἀπορρήγνυνται, οὐχ ἧττον ἢ τὴν νήτην καὶ τὰ ἄνω, μετὰ δὲ διαστάσεως πλείονος;
为什么人们在唱“次低音”时最容易唱破嗓子,不亚于唱“最高音”和高音区,而且伴随着更大的努力?
ἢ ὅτι χαλεπώτατα ταύτην ᾄδουσι, καὶ αὕτη ἀρχή;
还是因为他们唱这个音最为困难,而这个音是起点?
τὸ δὲ χαλεπὸν διὰ τὴν ἐπίτασιν καὶ πίεσιν τῆς φωνῆς· ἐν τούτοις δὲ πόνος· πονοῦντα δὲ μᾶλλον διαφθείρεται.
困难是由于声音的紧张和压迫;而在这些之中有着劳苦;遭受劳苦的东西更容易受损。
§19.4Διὰ τί δὲ ταύτην χαλεπῶς, τὴν δὲ ὑπάτην ῥᾳδίως; καίτοι δίεσις ἑκατέρας.
为什么这个音如此困难,而“最低音”却很容易,尽管两者都相隔一个半音?
ἢ ὅτι μετ’ ἀνέσεως ἡ ὑπάτη, καὶ ἅμα μετὰ τὴν σύντασιν ἐλαφρὸν τὸ ἄνω βάλλειν;
还是因为最低音伴随着放松,同时在紧张之后,向上发出声音是容易的?
διὰ ταὐτὸ δὲ ἔοικεν καὶ τὰ πρὸς μίαν λεγόμενα πρὸς ταύτην ἢ παρανήτην.
由于同样的原因,似乎与单一音调相配合而唱出的歌曲,也同样适用于这个音或“次高音”。
δεῖ γὰρ μετὰ συννοίας καὶ καταστάσεως οἰκειοτάτης τῷ ἤθει πρὸς τὴν βούλησιν.
因为伴随着意图,必须有最适合于性格的沉思与稳定状态。
τοῦ δὲ δὴ μετὰ συμφωνίας τίς ἡ αἰτία;
那么,伴随协和音的原因是什么呢?
§19.5Διὰ τί ἥδιον ἀκούουσιν ᾀδόντων ὅσα ἂν προεπιστάμενοι τυγχάνωσι τῶν μελῶν, ἢ ὧν μὴ ἐπίστανται;
为什么人们听别人唱他们早已知道的旋律,比听不知道的旋律更感到快乐?
πότερον ὅτι μᾶλλον δῆλος ὁ τυγχάνων ὥσπερ σκοποῦ, ὅταν γνωρίζωσι τὸ ᾀδόμενον;
是因为当他们认出所唱的歌曲时,歌手是否击中目标变得更加明显吗?
τοῦτο δὲ ἡδὺ θεωρεῖν.
而观察这一点是令人愉快的。
ἢ ὅτι ἡδὺ τὸ μανθάνειν;
或者是因为学习是令人愉快的?
τούτου δὲ αἴτιον ὅτι τὸ μὲν λαμβάνειν τὴν ἐπιστήμην, τὸ δὲ χρῆσθαι καὶ ἀναγνωρίζειν ἐστίν.
其原因在于,前者是获取知识,而后者则是使用和重新认出知识。
ἔτι καὶ τὸ σύνηθες ἡδὺ μᾶλλον τοῦ ἀσυνήθους.
此外,熟悉的事物比不熟悉的事物更令人愉快。
§19.6Διὰ τί ἡ παρακαταλογὴ ἐν ταῖς ᾠδαῖς τραγικόν;
为什么歌曲中的“说唱交替”具有悲剧色彩?
ἢ διὰ τὴν ἀνωμαλίαν;
还是因为其不规则性?
παθητικὸν γὰρ τὸ ἀνωμαλὲς καὶ ἐν μεγέθει τύχης ἢ λύπης.
因为不规则的东西容易触动情感,并存在于命运的巨大起伏或悲哀之中。
τὸ δὲ ὁμαλὲς ἔλαττον γοῶδες.
而平坦规则的东西则较少哀怨。
§19.7Διὰ τί οἱ ἀρχαῖοι ἑπταχόρδους ποιοῦντες ἁρμονίας τὴν ὑπάτην, ἀλλ’ οὐ τὴν νήτην κατέλιπον;
为什么古人在制作七弦音阶时,留下了最低音而没有留下最高音?
πότερον τοῦτο ψεῦδος (ἀμφοτέρας γὰρ κατέλιπον, τὴν δὲ τρίτην ἐξῄρουν) ἢ οὔ;
或者这是错误的(因为他们两者都留下了,而是去掉了第三弦),或者并非如此?
ἀλλ’ ὅτι ἡ βαρυτέρα ἰσχύει τὸν τῆς ὀξυτέρας φθόγγον, ὥστε μᾶλλον ἡ ὑπάτη ἀπεδίδου τὸ ἀντίφωνον ἢ ἡ νήτη, ἐπεὶ τὸ ὀξὺ δυνάμεως 〈σημεῖον〉 μᾶλλον, τὸ δὲ βαρὺ ῥᾷον φθέγξασθαι.
但这是因为较低的音包含着较高音的力量,所以最低音比最高音更能发出八度回响,因为高音更多是力量的[迹象],而低音则更容易发出。
§19.8Διὰ τί ἡ βαρεῖα τὸν τῆς ὀξείας ἰσχύει φθόγγον;
为什么低音包含高音的力量?
ἢ ὅτι μεῖζον τὸ βαρύ;
还是因为低音更大?
τῇ γὰρ ἀμβλείᾳ ἔοικεν, τὸ δὲ 〈ὀξὺ〉 τῇ ὀξείᾳ γωνίᾳ.
因为它类似于钝角,而[高音]则类似于锐角。
§19.9Διὰ τί ἥδιον τῆς μονῳδίας ἀκούομεν, ἐάν τις πρὸς αὐλὸν ἢ λύραν ᾄδῃ;
为什么当有人伴随笛子或竖琴歌唱时,我们听这种独唱会感到更快乐?
καίτοι πρὸς χορδὰς καὶ τὸ αὐτὸ μέλος ᾄδουσιν ἀμφοτέρως·
然而在两种情况下,他们都是配合弦乐唱着同样的旋律。
εἰ γὰρ ἔτι μᾶλλον τὸ αὐτό, πλέον ἔδει πρὸς πολλοὺς αὐλητάς, καὶ ἔτι ἥδιον εἶναι.
因为如果完全一致是更值得追求的,那么配合许多笛手歌唱应该更为合适,也更令人愉快。
ἢ ὅτι τυγχάνων δῆλος τοῦ σκοποῦ μᾶλλον, ὅταν πρὸς αὐλὸν ἢ λύραν;
还是因为当配合笛子或竖琴时,歌手击中目标变得更加明显?
τὸ δὲ πρὸς πολλοὺς αὐλητὰς ἢ λύρας πολλὰς οὐχ ἥδιον, ὅτι ἀφανίζει τὴν ᾠδήν.
而配合许多笛手或许多竖琴并不更令人愉快,因为这会淹没歌声。
§19.10Διὰ τί, εἰ ἡδίων ἡ ἀνθρώπου φωνὴ ἡ ἄνευ λόγου ᾄδοντος, οὐχ ἡδίων ἐστὶν οἷον τερετιζόντων, ἀλλ’ αὐλὸς ἢ λύρα;
为什么如果人类不带言语的歌声更为悦耳,那么在那些“唧唧喳喳”哼唱的情况下却不更悦耳,反而是笛子或竖琴更悦耳?
ἢ οὐδ’ ἐκεῖ, ἐὰν μὴ μιμῆται, ὁμοίως ἡδύ;
还是因为即便在乐器那里,如果不进行模仿,也同样不那么令人愉快?
οὐ μὴν ἀλλὰ καὶ διὰ τὸ ἔργον αὐτό.
然而,这首要是因为其作用本身。
ἡ μὲν γὰρ φωνὴ ἡδίων ἡ τοῦ ἀνθρώπου, κρουστικὰ δὲ μᾶλλον τὰ ὄργανα τοῦ στόματος.
因为人的声音更为悦耳,但乐器比嘴更具有打击性。
διὸ ἥδιον ἀκούειν ἢ τερετίζειν.
因此,听乐器比听唧唧喳喳的哼唱更令人愉快。
§19.11Διὰ τί ἡ ἀπηχοῦσα ὀξυτέρα;
为什么回音的音调更高?
ἢ ὅτι ἔλλατον, ἀσθενεστέρα γινομένη;
还是因为随着变得更弱,它也变得更小了?

词汇与语法注释

  1. 19.2ἡ γραμμὴ ἡ δίπους ... γράφει — 关于“两英尺的线所描绘出的面积不是两倍而是四倍”的表述。这里指的是以两英尺长的一维线段为边构成的二维图形(如正方形)的面积,使用了一个数学比喻,即当长度增加为两倍时,其面积变为四倍(即长度的平方)。
  2. 19.3τὴν παρυπάτην ... ἀρχή — “次低音”(parypate)指希腊七弦音阶中紧邻最低音(hypate)上方的音。关于这个难以演唱的音被称为“起点”(arche)的原因,暗示了它可能具有旋律开始音或主音的性质。
  3. 19.4τὰ πρὸς μίαν λεγόμενα — 关于“与单一音调相配合而唱出的歌曲(mian)”这一表述。“单一音调”被理解为指在古希腊音乐中起基准音或主音作用的“中音”(mese)。
  4. 19.10κρουστικὰ δὲ μᾶλλον τὰ ὄργανα τοῦ στόματος — 关于“乐器比嘴更具有打击性”中的“kroustika”。它源于动词“krouein”(弹奏或敲击弦乐器),在这里解释了与人类的声音(特别是不带言语的哼唱)相比,乐器产生的声音具有更清晰的起音和轮廓。

引用这一段

亚里士多德, 问题集 §19.1-19.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:19.1-19.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。