Humanitext Reader

亚里士多德 · 问题集 §18.6-18.10

平庸活动的执念、阅读引起的睡眠及对历史故事的偏好

第 81 段,共 148 段 · 希腊语

内容简介

探讨了人们沉溺于平庸活动而忽视严肃事物的心理,结合体质与灵魂的运动详细解释了阅读引起睡意与保持清醒的机理,并分析了辩驳性论辩的简短原因、对单一主题历史的偏好以及对适度历史事件的喜爱。

§18.6Διὰ τί, ἅπερ ἄν τινες προέλωνται, ἐνδιατρίβουσι τούτοις ἐνίοτε φαύλοις οὖσι μᾶλλον ἢ ἐν τοῖς σπουδαιοτέροις.
为什么人们无论最初选择什么,有时宁愿把时间花在这些平庸的事情上,而不花在更重要的事情上?
οἷον θαυματοποιὸς ἢ μῖμος ἢ συρικτὴς μᾶλλον ἢ ἀστρονόμος ἢ ῥήτωρ εἶναι ἂν βούλοιτο ὁ ταῦτα προελόμενος.
例如,做出了这些选择的人,宁愿成为手艺人、模仿演员或吹笛者,也不愿成为天文学家或修辞学家。
ἢ ὅτι βούλονται μὲν ἔνιοι τὰ σπουδαιότατα μεταχειρίζεσθαι, διὰ δὲ τὸ μὴ πιστεύειν ἑαυτοῖς ὡς δυνησομένοις, διὰ τοῦτο οὐ πράττουσιν;
或者是因为有些人虽然想从事最重要的事情,但由于不相信自己有能力做到,因此就不去做?
ἢ ὅτι ἐν οἷς οἴεται ἕκαστος κρατιστεύειν, ταῦτα προαιρεῖται· ὃ δὲ αἱρεῖται, καὶ ἐπὶ τοῦτ’ ἐπείξεται, νέμων τὸ πλεῖστον ἡμέρας αὐτῷ μέρος, ἵνα αὐτὸς αὑτοῦ τυγχάνῃ κράτιστος ὤν.
或者是因为每个人都会选择自己认为最擅长的事情;而他选择的事情,他也会努力去追求,把一天中大部分的时间奉献给它,以便使自己能达到自己的最佳状态?
ὅ τι δὲ ἄν τινες ἐξ ἀρχῆς προέλωνται καὶ οἷς ἂν συνεθισθῶσιν, οὐδὲ κρίνειν ἔτι δύνανται τὰ βελτίω· διέφθαρται γὰρ ἡ διάνοια διὰ φαύλας προαιρέσεις.
但是,无论人们最初选择什么,并且习惯于什么,他们都无法再判断什么是更好的了;因为理智已经被平庸的选择毁坏了。
§18.7Διὰ τί τοὺς μέν, ἂν ἄρξωνται ἀναγιγνώσκειν, ὕπνος λαμβάνει καὶ μὴ βουλομένους, τοὺς δὲ [οὐ] βουλομένους ποεῖ δύνασθαι, ὅταν λάβωσι βιβλίον;
为什么有些人一旦开始阅读,即使不情愿也会被睡意袭来,而对另一些[不]想[入睡]的人,在拿起书本时却能让他们[保持清醒]?
ἢ ὅσοις μέν εἰσι πνευματικαὶ κινήσεις διὰ ψυχρότητα φύσεως ἢ μελαγχολικῶν χυμῶν, δι’ οὓς περίττωμα γίνεται πνευματικὸν ἄπεπτον διὰ ψυχρότητα, τούτοις ὅταν μὲν κινῆται ἡ διάνοια καὶ μὴ νοῇ ἐπιστήσασασά τι, ἐκκρούεται ἡ ἑτέρα κίνησις, διὸ μᾶλλον μεταβάλλοντες πολὺ τὴν διάνοιαν καθεύδουσιν·
或者是因为,对于那些由于天性寒冷或黑胆汁体液而产生气性运动的人(由于寒冷,这些体液会产生未消化的气性残留物),当他们的理智在活动却在专注于某事而未能理解时,理智就被另一种运动所击退,因此他们极大地改变了理智,从而入睡?
ἡττᾶται γὰρ ἡ πνευματική.
因为气性运动被击败了。
ὅταν δὲ ἐρείσωσι πρός τι τὴν διάνοιαν, ὅπερ ἡ ἀνάγνωσις ποιεῖ, κινοῦνται ὑπὸ τῆς πνευματικῆς κινήσεως, οὐκ ἐκκρουομένης ὑπ’ οὐδενός, ὥστε οὐ δύνανται καθεύδειν.
但是,当他们把理智专注于某事时(这正是阅读所起的作用),他们就会受到气性运动的推动,而不被任何事物击退,从而无法入睡。
τῶν δὲ κατὰ φύσιν ἐχόντων ὅταν στῇ πρὸς ἓν ἡ διάνοια καὶ μὴ μεταβάλλῃ πολλαχῇ, ἵσταται καὶ τὰ ἄλλα ὅσα περὶ τὸν τόπον, ὧν ἠρέμησις ὁ ὕπνος ἐστίν.
而对于处于自然状态的人,当理智停留在单一事物上而不向多方转变时,这一部位周围的其他一切也都被制止,而这些事物的静止就是睡眠。
ἑνὸς γὰρ κυρίου στάντος, ὥσπερ ἐν τροπῇ, καὶ τὰ ἄλλα μόρια ἵστασθαι πέφυκεν.
因为当一个主导性的事物停止时,就像在溃败中一样,其他部分自然也倾向于停止。
φύσει γὰρ ἄνω τὸ κοῦφον φέρεται, τὸ δὲ βαρὺ κάτω.
因为在自然中,轻者向上运送,重者向下运送。
ὅταν οὖν ἡ ψυχὴ κινῆται κατὰ φύσιν, οὐ καθεύδει· οὕτω γὰρ ἔχει.
因此,当灵魂按照自然活动时,人并不会入睡;因为那时它处于这种状态。
ὅταν δὲ στῇ καὶ οἷον κοπιάσῃ, ὁ μὲν νοῦς μεταβάλλει, καὶ ἄνω τὰ σωματώδη πρὸς τὴν κεφαλὴν ἰόντα ποιεῖ τὸν ὕπνον.
但是,当它停止并似乎疲惫时,心灵发生转变,肉体元素向上运行到头部并引起睡眠。
δόξειε δ’ ἂν ἡ ἀνάγνωσις κωλύειν καθεύδειν. ἔστι δὲ οὐ διὰ τὸ νοεῖν (ὥρισται γὰρ τότε μᾶλλον ἡ ψυχή), ἀλλὰ διὰ τὸ μεταβάλλειν ἡ ἀγρυπνία, ἐπεὶ καὶ νοήσεις αἱ τοιαῦται ἄγρυπνοί εἰσιν, ἐν αἷς ζητεῖ ἡ ψυχὴ καὶ ἀπορεῖ, ἀλλ’ οὐκ ἐν αἷς ἀεὶ θεωρεῖ·
阅读似乎会阻止睡眠;然而,保持清醒并不是因为理解(因为那时灵魂更处于被限定的状态),而是因为转变。
ἐκεῖναι μὲν γὰρ ἀοριστεῖν ποιοῦσιν, αὗται δὲ οὔ.
因为那些引起清醒的理解活动,是灵魂在其中进行探求并陷入困惑的活动,而不是它在其中进行观想的活动;因为前者使灵魂处于不确定的状态,而后者则不然。
§18.8Διὰ τί ἐν τοῖς ἐριστικοῖς οὐκ ἔνεστιν ἀδολεσχία;
为什么在辩驳性的论辩中没有冗长无聊的话?
ἢ ὅτι συλλογισμός ἐστι φαινόμενος, ἐν ὀλίγοις δὲ ὁ συλλογισμός· καὶ ἐὰν μηκύνῃ, χρόνου γινομένου ὁ παραλογισμὸς δῆλος, καὶ ἔστιν ὃ ἔδωκεν ἀναλαβεῖν.
是因为它们是表象上的推理,而推理包含在极少数的词语中;如果拉长了,随着时间流逝,谬误就会变得显而易见,并且可以让对方撤回其之前所承认的前提。
§18.9Διὰ τί ποτε τῶν ἱστοριῶν ἥδιον ἀκούομεν τῶν περὶ ἓν συνεστηκυιῶν ἢ τῶν περὶ πολλὰ πεπραγματευμένων;
为什么我们更喜欢听围绕单一主题构成的历史,而不是涉及许多事物的历史?
ἢ διότι τοῖς γνωριμωτέροις μᾶλλον προσέχομεν καὶ ἥδιον αὐτῶν ἀκούομεν· γνωριμώτερον δέ ἐστι τὸ ὡρισμένον τοῦ ἀορίστου.
是因为我们对更易知的事物更予以关注,并更乐意倾听它们;而有限定的比无限定的更为易知。
τὸ μὲν οὖν ἓν ὥρισται, τὰ δὲ πολλὰ τοῦ ἀπείρου μετέχει.
单一的事物是有限定的,而众多的事物则分有了无限。
§18.10Διὰ τί ἡδόμεθα ἀκούοντες τὰ μήτε λίαν παλαιὰ μήτε κομιδῇ νέα;
为什么我们乐于听那些既不极古老、也不完全新近的事物?
ἢ διότι τοῖς μὲν πόρρω ἀφ’ ἡμῶν ἀπιστοῦμεν, ἐφ’ οἷς δὲ ἀπιστοῦμεν οὐχ ἡδόμεθα· τὰ δὲ ὥσπερ ἔτι αἰσθανόμεθα, καὶ περὶ τούτων ἀκούοντες οὐχ ἡδόμεθα.
是因为我们不相信那些远离我们的事物,而我们对不相信的事物不会感到快乐;而另一些新近的事物我们似乎仍能感知,听闻这些也不会让我们感到快乐。

词汇与语法注释

  1. §18.7τοὺς δὲ [οὐ] βουλομένους ποεῖ δύνασθαι — 文本中的插括号符号 [οὐ] 是现代校勘者的补入,基于与前句 καὶ μὴ βουλομένους(“不情愿地[被睡意袭来]”)的对比,用以描述相反的失眠现象,即“使那些[不]想[入睡]的人能够[保持清醒]”。此处 ποεῖ 为 ποιεῖ 的拼写变体。
  2. §18.7ὥσπερ ἐν τροπῇ — 此处 τροπή 意为“战斗中的溃败、退却”。这是一个军事比喻:如同战场上主导的将领转头逃跑(或局部崩溃),整个军队也会随之溃退一样,当起支配作用的感官(理智)停止活动时,身体的其他部分自然也会停止活动并过渡到睡眠状态。
  3. §18.7ἐκεῖναι μὲν γὰρ ἀοριστεῖν ποιοῦσιν, αὗται δὲ οὔ. — 指示代词的指代关系:远指代词 ἐκεῖναι 在文意上指代较远处的“灵魂在其中进行探求并陷入困惑的理解活动(ζητεῖ...καὶ ἀπορεῖ)”,而近指代词 αὗται 指代最近的“灵魂在其中进行观想的理解活动(ἀεὶ θεωρεῖ)”。前者的思考(探求)使灵魂处于不确定状态(ἀοριστεῖν)从而引起失眠,而后者(观想)使灵魂处于被限定的状态,因而不阻碍睡眠。

引用这一段

亚里士多德, 问题集 §18.6-18.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:18.6-18.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。