§18.1Διὰ τί τοὺς μέν, ἐὰν ἄρξωνται ἀναγινώσκειν, ὕπνος λαμβάνει καὶ μὴ βουλομένους, τοὺς δὲ βουλομένους προεγρηγορέναι, ὅταν λάβωσι τὸ βιβλίον. . . ;
为什么有些人一旦开始阅读,即使不情愿也会被睡意袭来,而另一些人虽然想要保持清醒,但在拿起书本时……?
ἢ ὅσοις μέν εἰσι πνευματικαὶ κινήσεις διὰ ψυχρότητα φύσεως ἢ μελαγχολικῶν χυμῶν, δι’ οὓς περίττωμα γίνεται πνευματικὸν ἄπεπτον διὰ ψυχρότητα, τούτοις ὅταν μὲν κινῆται ἡ διάνοια καὶ μὴ νοήσῃ ἐπιστήσασά τι, ἐκκρούεται τῇ ἑτέρᾳ κινήσει οὔσᾳ καταψυκτικῇ, διὸ μᾶλλον καθεύθουσιν.
或者是因为,对于那些由于天性寒冷或黑胆汁体液而产生气性运动的人(由于寒冷,这些体液会产生未消化的气性残留物),当他们的理智在活动却在专注于某事而未能理解时,理智就会被另一种具有冷却作用的运动所击退,因此他们更容易入睡?
ὅταν δὲ ἐρείσωσι πρός τι ἐν τῇ διανοίᾳ, ὅπερ ἡ ἀνάγνωσις ποιεῖ, κινοῦνται ὑπὸ τῆς θερμαντικῆς κινήσεως οὐκ ἐκκρουομένης ὑπ’ οὐδενός, ὥστε οὐ δύνανται καθεύδειν.
但是,当他们在理智中专注于某事时(这正是阅读所起的作用),他们就会受到不被任何事物击退的温热运动的推动,从而无法入睡。
τῶν δὲ κατὰ φύσιν ἐχόντων ὅταν στῇ πρὸς ἓν ἡ διάνοια καὶ μὴ μεταβάλλῃ πολλαχῇ ἰσχυροτάτη οὖσα, ἴσχεται καὶ τὰ ἄλλα ὅσα ἐστὶ περὶ τὸν τόπον τοῦτον, ὧν ἠρέμησις ὁ ὕπνος ἐστίν.
而对于处于自然状态的人,当理智非常强大、停留在单一事物上而不向多方转变时,这一部位周围的其他一切也都被制止,而这些事物的静止就是睡眠。
ὅταν δὲ στῇ καὶ οἷον κοπιάσῃ ὁ νοῦς, βαρύνει τὴν κεφαλὴν ὢν ἐν αὐτῇ καὶ ποιεῖ τὸν ὕπνον.
但是,当心灵停滞并似乎疲惫时,它因为存在于头部而使头部沉重,并引起睡眠。
κινουμένης δὲ τῆς ψυχῆς κατὰ φύσιν οὐ καθεύδει· ζῇ γὰρ τότε μάλιστα.
然而,当灵魂按照自然活动时,人并不会入睡;因为那时灵魂最充分地活着。
τὸ δ’ ἐγρηγορέναι τοῦ ζῆν αἴτιόν ἐστιν ἢ τὸ καθεύδειν.
而保持清醒比睡眠更是活着的起因。
§18.2Διὰ τί οἱ ἐριστικοὶ λόγοι γυμναστικοί εἰσιν;
为什么辩驳性的论辩具有锻炼性?
ἢ ὅτι ἔχουσι τὸ νικᾶν ἢ ἡττᾶσθαι πυκνόν.
是因为它们频繁地包含胜利或失败?
φιλονείκους οὖν εὐθὺς ποιοῦσιν· καὶ γὰρ νικῶντες διὰ τὸ χαίρειν προάγονται μᾶλλον ἐρίζειν καὶ ἡττώμενοι ὡς ἀναμαχούμενοι.
因此,它们立刻使人变得求胜心切;因为胜利者由于快乐而被引导去进行更多的辩驳,而失败者则为了反败为胜而被引导去进行辩驳。
καὶ οἱ ἐν τοῖς ἄλλοις ἀγῶσι ταὐτό· διὸ καὶ μαχόμενοι καὶ ἥττους ὄντες πολλάκις οὐ βούλονται διαλύεσθαι.
在其他比赛中的人也是如此;因此,即使在战斗中处于劣势,他们也常常不愿放弃。
§18.3Διὰ τί τοῖς παραδείγμασι χαίρουσιν οἱ ἄνθρωποι ἐν ταῖς ῥητορείαις καὶ τοῖς λόγοις μᾶλλον τῶν ἐνθυμημάτων;
为什么人们在修辞和论辩中,比起省略三段论更喜欢例证?
ἢ ὅτι τῷ τε μανθάνειν χαίρουσι καὶ τῷ ταχύ· ῥᾷον δὲ διὰ τῶν παραδειγμάτων καὶ τῶν λόγων μανθάνουσιν· ἃ γὰρ ἴσασιν, ἔστι ταῦτα καὶ ἐπὶ μέρους, τὰ δὲ ἐνθυμήματα ἀπόδειξίς ἐστιν ἐκ τῶν καθόλου, ἃ ἧττον ἴσμεν ἢ τὰ μέρη.
是因为他们既喜欢学习,又喜欢快速学习;而通过例证和故事,他们更容易学习;因为他们所知道的正是这些个别的事物,而省略三段论则是从普遍事物出发的证明,我们对普遍事物的了解少于对个别事物的了解。
ἔτι οἷς ἂν μαρτυρῶσι πλείους, μᾶλλον πιστεύομεν, τὰ δὲ παραδείγματα καὶ οἱ λόγοι μαρτυρίαις ἐοίκασιν· αἱ δὲ διὰ τῶν μαρτύρων ῥᾴδιοι πίστεις.
此外,对于有更多人作证的事物,我们更易相信,而例证和故事就像是见证;通过证人进行说服是容易的。
ἔτι τὸ ὅμοιον μανθάνουσιν ἡδέως, τὸ δὲ παράδειγμα καὶ οἱ μῦθοι τὸ ὅμοιον δεικνύουσιν.
此外,人们乐于学习相似的事物,而例证和寓言展示了相似的事物。
§18.4Διὰ τί ῥήτορα μὲν καὶ στρατηγὸν καὶ χρηματιστὴν λέγομεν δεινόν, αὐλητὴν δὲ καὶ ὑποκριτὴν οὐ λέγομεν;
为什么我们称修辞家、将军和理财家为“能干”,却不这样称呼长笛演奏家和演员?
ἢ ὅτι τῶν μὲν ἡ δύναμις ἄνευ πλεονεξίας (ἡδονῆς γὰρ στοχαστική ἐστι), τῶν δὲ πρὸς τὸ πλεονεκτεῖν·
是因为后者的能力不带有利己之心(因为其目标是快乐),而前者的能力则是为了获取更多?
ῥήτωρ γὰρ καὶ στρατηγὸς καὶ χρηματιστὴς ἀγαθός ἐστιν ὁ δυνάμενος πλέον ἔχειν, ἡ δὲ δεινότης μάλιστα ἐν τῷ πλεονεκτεῖν ἐστίν.
因为一个好的修辞家、将军和理财家是能够获取更多的人,而所谓能干主要就在于获取更多。
§18.5Διὰ τί τὸν φιλόσοφον τοῦ ῥήτορος οἴονται διαφέρειν;
为什么人们认为哲学家与修辞家有所不同?
ἢ ὅτι ὁ μὲν τί ἐστιν ἀδικία, ὁ δὲ ὡς ἄδικος ὁ δεῖνα, καὶ ὁ μὲν ὅτι τύραννος, ὁ δὲ οἷον ἡ τυραννίς.
是因为哲学家讨论“什么是不正义”,而修辞家讨论“某某人是不正义的”;以及修辞家讨论“某人是僭主”,而哲学家讨论“僭主政治是怎样的”?