§17.1Διὰ τί οἱ ἀσύμμετροι παρ’ ἀλλήλους θεωρούμενοι μείζους φαίνονται ἢ καθ’ αὑτοὺς μόνους;
为什么不成比例的物体在并列观察时,显得比它们单独被观察时更大?
ἢ ὅτι τὸ σύμμετρόν ἐστιν ἕν, καὶ ἡ συμμετρία ὅτι μάλιστα ἓν ποιεῖ, τὸ δὲ ἓν ἀδιαίρετον βούλεται εἶναι, τὸ δὲ ἀδιαίρετον ἔλαττόν ἐστιν, ἡ δὲ ἀσυμμετρία κατὰ τὴν διαφορὰν πολλὰ ποιεῖ.
是因为比例对称的东西是 “一”,而对称性极力使其成为“一”,而“一”趋向于不可分割,不可分割的东西较小,而不成比例则通过差异而产生“多”?
καθ’ αὑτὰ μὲν οὖν θεωρούμενα μᾶλλον λανθάνει ποῖα ἄττα τὰ μεγέθη ἐστίν, παρ’ ἄλληλα δὲ οὔ.
因此,当它们单独被观察时,较难察觉它们是怎样的尺寸,但当它们并列时则不然。
τὸ μὲν οὖν ἀδιαίρετον ἓν φαίνεται, καὶ ἡ θεωρία μία ἐστὶν αὐτοῦ διὰ τὴν συμμετρίαν· τὸ δὲ ἀσύμμετρον ὡς πολλὰ ὂν θεωρίαν ποιεῖ πλείω, καὶ μείζω φαίνεται τῷ ἓν ὂν πολλὰ φαίνεσθαι·
所以,不可分割的东西显得是“一”,且由于对称,对它的观察也是单一的;而不成比例的东西作为“多”,产生了更多的观察,并且通过在是“一”的同时显得是“多”,从而显得更大。
ἔχει γὰρ τήν τε τοῦ μεγέθους κατὰ τὴν συνέχειαν φύσιν, καὶ τὴν τοῦ ἀριθμοῦ κατὰ τὸ ἀνώμαλον τῶν μερῶν, διόπερ εἰκότως τὴν ἐξ ἀμφοῖν αὔξην ἔχον μεῖζον φαίνεται παρὰ τὸ ἁπλοῦν καὶ ἕν.
因为它既具有由于连续性而产生的“大小”属性,又具有由于部分不均匀而产生的“数量”属性;因此,很自然地,由于它具有来自这两者的增长,所以比单纯而唯一的那个显得更大。
§17.2Διὰ τί ἐπὶ μῆκος μᾶλλον τὰ ζῷα καὶ τὰ φυτὰ φύεται;
为什么动物和植物在长度方向上生长得更多?
ἢ ὅτι τὸ μῆκος μὲν τρὶς αὔξεται, τὸ δὲ πλάτος δίς, τὸ δὲ βάθος ἅπαξ;
是因为长度增加了三次,宽度增加了两次,而深度只增加了一次?
ἔστι γὰρ μῆκος τὸ ἀπὸ τῆς ἀρχῆς πρῶτον, ὥστε μόνον τε αὔξεται, καὶ ἅμα τῷ πλάτει πάλιν γινόμενον, καὶ τρίτον ἅμα τῷ βάθει.
因为长度是从起点开始的第一维度,所以它既单独增长,又与宽度一起再次增长,第三次则与深度一起增长。
τὸ δὲ πλάτος δίς, καθ’ ἑαυτό τε καὶ ἅμα τῷ μεγέθει.
而宽度则增加两次,既由其自身,又与整体大小一起。
§17.3Πῶς τὸ πρότερον καὶ τὸ ὕστερον δεῖ λαβεῖν;
我们应该如何理解“先”与“后”?
πότερον ὥσπερ ἡμῶν οἱ ἐπὶ Τροίας καὶ ἐκείνων οἱ πρὸ αὐτῶν καὶ ἀεὶ οἱ ἐπάνω πρότεροί εἰσιν;
是像对我们来说,特洛伊时期的人们、在他们之前的人们,以及更早的人们总是“先”的一样吗?
ἢ εἴπερ ἀρχή τίς ἐστιν καὶ μέσον καὶ τέλος τοῦ παντός, καὶ ὅταν γηράσκων τις ἐπὶ τὸ πέρας ἔλθῃ καὶ πάλιν ἐπαναστρέψῃ ἐπὶ τὴν ἀρχήν, τὰ δὲ ἐγγυτέρω τῆς ἀρχῆς πρότερα, τί κωλύει ἡμᾶς ἐν τῷ πρὸς τὴν ἀρχὴν εἶναι μᾶλλον;
或者,如果宇宙有某种起点、中点和终点,且当人变老到达终点时又折回到起点,而更接近起点的是“先”,那么有什么能阻止我们处于更接近起点的位置呢?
εἰ δὲ τοῦτο, κἂν πρότεροι εἴημεν.
如果是这样,我们甚至可能是“先”的。
ὥσπερ ἐπὶ τοῦ οὐρανοῦ καὶ ἑκάστου τῶν ἄστρων φορᾷ κύκλος τίς ἐστιν, τί κωλύει καὶ τὴν γένεσιν καὶ τὴν ἀπώλειαν τῶν φθαρτῶν τοιαύτην εἶναι, ὥστε πάλιν ταῦτα γίνεσθαι καὶ φθείρεσθαι;
就像在天体和每颗星辰的运行中存在某种圆环一样,有什么能阻止可毁灭事物的产生和消灭也是这样一种类型,以至于这些事物再次产生和消灭?
καθάπερ καὶ φασὶ κύκλον εἶναι τὰ ἀνθρώπινα.
正如人们所说,人间的事务是一个圆环。
τὸ μὲν δὴ τῷ ἀριθμῷ τοὺς αὐτοὺς ἀξιοῦν εἶναι ἀεὶ τοὺς γινομένους εὔηθες, τὸ δὲ τῷ εἴδει μᾶλλον ἄν τις ἀποδέξαιτο· ὥστε κἂν αὐτοὶ πρότεροι εἴημεν, καὶ θείη ἄν τις τὴν τοῦ εἱρμοῦ τάξιν τοιαύτην εἶναι, ὡς πάλιν ἐπανακάμπτειν ἐπὶ τὴν ἀρχὴν καὶ συνεχὲς ποιεῖν καὶ ἀεὶ κατὰ ταὐτὰ ἔχειν.
确实,认为产生的人们在数量上总是相同(是同一个体)是愚蠢的,但人们更愿意接受他们在种类上是相同的;因此,我们自己可能是“先”的,而且人们可以设设因果相续的秩序是这样一种类型,即折回到起点,使其连续并始终保持在相同的状态。
τοὺς γὰρ ἀνθρώπους φησὶν Ἀλκμαίων διὰ τοῦτο ἀπόλλυσθαι, ὅτι οὐ δύνανται τὴν ἀρχὴν τῷ τέλει προσάψαι, κομψῶς εἰρηκώς, εἴ τις ὡς τύπῳ φράζοντος αὐτοῦ ἀποδέχοιτο καὶ μὴ διακριβοῦν ἐθέλοι τὸ λεχθέν.
因为阿尔克迈翁说,人类之所以走向毁灭,是因为他们无法将起点与终点连接起来——这是一个精妙的说法,如果人们接受他是概括地陈述,而不愿严格地去挑剔这句话的话。
εἰ δὴ κύκλος ἐστίν, τοῦ δὲ κύκλου μήτε ἀρχὴ μήτε πέρας, οὐδ’ ἂν πρότεροι εἶεν τῷ ἐγγυτέρω τῆς ἀρχῆς εἶναι, οὔθ’ ἡμεῖς ἐκείνων οὔτ’ ἐκεῖνοι ἡμῶν.
如果这确实是一个圆环,而圆既没有起点也没有终点,那么他们就不会因为更接近起点而成为“先”,我们不比他们先,他们也不比我们先。