Humanitext Reader

亚里士多德 · 问题集 §14.9-14.16

温暖地区人们的长寿与气候对体质性格的影响

第 70 段,共 148 段 · 希腊语

内容简介

本段阐述了为什么温暖地区的人更长寿、更聪明,并利用体内热量反弹(逆围绕作用)以及湿气的腐败与冷凝等物理机制,解释了寒冷和温暖气候下人们体质(眼睛颜色、肤色、勇敢与懦弱)的差异。

§14.9Διὰ τί μακρόβιοι μᾶλλόν εἰσιν οἱ ἐν τοῖς θερμοῖς τόποις οἰκοῦντες;
为什么生活在炎热地区的人寿命更长?
ἢ διὰ τὸ ξηροτέραν ἔχειν τὴν φύσιν, τὸ δὲ ξηρότερον ἀσαπέστερον εἶναι καὶ πολυχρονιώτερον, τὸν δὲ θάνατον οἷον σῆψίν τινα εἶναι;
是因为他们的自然(体质)更干燥,而更干燥的东西不易腐败且更持久,而死亡就像是一种腐败吗?
ἢ διότι ὁ μὲν θάνατός ἐστι ψύξις τοῦ ἐντὸς θερμοῦ, καταψύχεται δὲ πᾶν ὑπὸ τοῦ περιέχοντος καὶ ψυχροτέρου;
或者是因为死亡是内部热量的冷却,而一切事物都会被周围且更冷的环境所冷却?
ἔστιν δὲ ὁ περιέχων ἀὴρ ἐν μὲν τοῖς ἀλεεινοῖς τόποις θερμός, ἐν δὲ τοῖς ψυχροῖς ψυχρός, ὥστε θᾶττον καὶ μᾶλλον φθείρει τὸ ἐν αὐτοῖς θερμόν.
而周围的空气在炎热的地方是热的,在寒冷的地方是冷的,因此后者更迅速、更强烈地摧毁它们内部的热量。
§14.10Διὰ τί οἱ ἐν τοῖς θερμοῖς τόποις μακροβιώτεροι;
为什么生活在炎热地区的人寿命更长?
ἢ ὅτι μᾶλλον τὸ θερμὸν καὶ τὸ ὑγρὸν σώζουσιν;
是因为他们能更好地保存热量和湿气吗?
ὁ γὰρ θάνατος ἡ τούτων φθορά.
因为死亡就是这些东西的消灭。
§14.11Διὰ τί ἐν τοῖς ἑλώδεσι τόποις ὑπνωδέστεροι γινόμεθα;
为什么在沼泽地区我们更容易感到困倦?
ἢ διότι κατεψυγμένοι μᾶλλον ἐν αὐτοῖς ἐσμέν, ἡ δὲ κατάψυξις ἡσυχία τις οὖσα παρασκευάζει ὕπνον, ὁ δὲ ὕπνος ἐν τῷ ἡσυχάζειν παραγίνεται.
是因为我们在那里更被冷却,而冷却作为一种静止会诱导睡眠,而睡眠是在静止时到来的吗?
§14.12Διὰ τί οἱ ἐν τοῖς πλοίοις εὔχροοι, ἐπὶ ὕδατος διαιτώμενοι, μᾶλλον τῶν ἐν τοῖς ἕλεσιν;
为什么船上的人虽然生活在水上,却比沼泽地里的人脸色更好?
ἢ ἡ ὥρα καὶ τὸ εὔπνουν αἴτιον;
是空气(气候)和通风的原因吗?
ὠχροὺς δὲ τὸ ὕδωρ ποιεῖ, ὅταν σήπηται, ὃ πάσχει δι’ ἀκινησίαν· διὸ ἐν τοῖς ἑλώδεσιν ὕπωχροι.
水在腐败时会使人发青白,而水因静止而腐败;因此沼泽地里的人脸色发青白。
§14.13Διὰ τί ἐν τοῖς χειμερινοῖς χωρίοις πνίγη σφοδρὰ γίνεται πολλά, καὶ μᾶλλον ἢ ἐν τοῖς ἀλεεινοῖς;
为什么在寒冷的地区经常发生剧烈的闷热,甚至比在温暖的地方更甚?
πότερον διὰ τὴν ὑγρότητα τοῦ ἀέρος;
是因为空气的湿气吗?
ἀπὸ γὰρ τῆς αὐτῆς θερμότητος ὕδωρ θερμότερον γίνεται τοῦ ἀέρος, ὥστε καὶ ὁ ἀὴρ ὑγρότερος τοῦ θερμοῦ.
因为在同样的热量下,水比空气变得更热,因此空气也因为更湿润而比热本身更热。
ἢ οὐδὲ ἔστι ξηρότερος ὁ ἀὴρ ἐν τοῖς τόποις τοῖς τοιούτοις, ἀλλὰ φαίνεται παρὰ τὸ ἐναντίον, ὥσπερ ὁ ἐκ νεφέλης ἥλιος παρὰ τὸ ἐκ τῆς σκιᾶς θιγγάνεσθαι.
或者是在这样的地方,空气并非更干燥,而只是由于对比而显得如此,就像从云中出来的太阳,由于人们刚刚处于阴影中而显得更热一样。
§14.14Διὰ τί οἱ πρὸς μεσημβρίαν οἰκοῦντες μᾶλλόν εἰσι μελανόφθαλμοι;
为什么居住在南方的人眼睛更黑?
ἢ γλαυκὰ μέν ἐστι τὰ ὄμματα δι' ὑπερβολὴν τοῦ ἐντὸς θερμοῦ, μέλανα δὲ διὰ τὴν τούτου ἀπουσίαν, ὥσπερ καὶ Ἐμπεδοκλῆς φησιν.
是因为眼睛因内部热量过剩而呈现青灰色(或蓝色),而因其缺乏而呈现黑色,正如恩培多克勒所说的那样吗?
καθάπερ οὖν τῶν πρὸς ἄρκτον οἰκούντων γλαυκὰ 〈τὰ〉 ὄμματά ἐστι τῷ τὸ ἐντὸς θερμὸν κωλύεσθαι διεκπίπτειν διὰ τὸ ἐκτὸς ψυχρόν, οὕτω τῶν πρὸς μεσημβρίαν οἰκούντων τὸ μὲν ὑγρὸν διὰ τὸ περιέχον θερμὸν οὐκ ἐκπίπτει, τὸ δὲ θερμὸν μηδενὸς ἀντιφράττοντος ἐκπίπτει, τὸ δὲ λειπόμενον ὑγρὸν μέλαν ποιεῖ· τῇ γὰρ τοῦ φωτὸς ἀπουσίᾳ τὸ λειπόμενόν ἐστι σκοτῶδες.
因此,正如居住在北方的人眼睛呈青灰色,是因为内部的热量因外部的寒冷而无法逃逸,同样,在居住在南方的人中,湿气因周围的热量而不逃逸,但热量却因没有任何阻挡而逃逸,剩下的湿气使眼睛变黑;因为由于光线的缺乏,剩下的部分就是黑暗的。
ἢ τοῖς τοῦ λοιποῦ σώματος χρώμασιν ὁμοιοῦται τὸ ἐν τῷ ὀφθαλμῷ χρῶμα;
或者是因为眼睛里的颜色与身体其他部分的颜色相似?
διὸ τῶν πρὸς ἄρκτον λευκῶν ὄντων γλαυκὰ τὰ ὄμματα (τοῦ γὰρ λευκοῦ τοῦτο ἐγγὺς τὸ χρῶμα), καὶ τῶν πρὸς μεσημβρίαν μελάνων ὄντων μέλανα καὶ τὰ ὄμματα.
因此,由于北方人皮肤白皙,他们的眼睛是青灰色的(因为这种颜色接近白色),而由于南方人皮肤黝黑,他们的眼睛也是黑色的。
§14.15Διὰ τί οἱ ἐν τοῖς θερμοῖς τόποις σοφώτεροί εἰσιν ἢ ἐν τοῖς ψυχροῖς;
为什么生活在炎热地区的人比在寒冷地区的人更聪明?
πότερον διὰ τὸ αὐτὸ δι’ ὅπερ καὶ οἱ γέροντες τῶν νέων;
是因为与老人比年轻人更聪明的相同原因吗?
οἱ μὲν γὰρ διὰ τὴν ψυχρότητα τοῦ τόπου ἐπανιούσης τῆς φύσεως αὐτῶν θερμότεροί εἰσι πολύ, ὥστε λίαν μεθύουσιν ἐοίκασιν, καὶ οὐκ εἰσὶ ζητητικοί, ἀλλὰ ἀνδρεῖοι καὶ εὐέλπιδες· οἱ δὲ ἐν τοῖς ἀλεεινοῖς νήφουσι διὰ τὸ κατεψῦχθαι.
因为后者由于该地区的寒冷,其自然(热量)反弹回内部而变得非常热,以至于他们就像极度醉酒的人,不善于探求,而是勇敢且充满希望;而生活在温暖地区的人则因为被冷却而清醒。
πανταχοῦ δὲ οἱ φοβούμενοι τῶν θαρρούντων μᾶλλον ἐπιχειροῦσι ζητεῖν, ὥστε καὶ εὑρίσκουσι μᾶλλον.
而且在任何地方,感到恐惧的人都比充满信心的人更试图去探求,因此他们也发现得更多。
ἢ διὰ τὸ πολυχρονιώτερον τὸ γένος εἶναι τοῦτο, τοὺς δὲ ὑπὸ τοῦ κατακλυσμοῦ ἀπολέσθαι, ὥστε εἶναι καθάπερ νέους πρὸς γέροντας τοὺς ἐν τοῖς ψυχροῖς τόποις πρὸς τοὺς ἐν τοῖς θερμοῖς οἰκοῦντας.
或者是因为这个种族历史更悠久,而其他种族被大洪水毁灭了,所以生活在寒冷地区的人对于生活在炎热地区的人来说,就像年轻人对于老人一样?
§14.16Διὰ τί οἱ μὲν ἐν τοῖς θερμοῖς τόποις δειλοί εἰσιν, οἱ δὲ ἐν τοῖς ψυχροῖς ἀνδρεῖοι;
为什么在炎热地方的人是懦弱的,而在寒冷地方的人是勇敢的?
ἢ ὅτι ἐναντίως τοῖς τόποις καὶ ταῖς ὥραις ἡ φύσις ἔχει, διὰ τὸ ὁμοίως ἐχόντων διακναίεσθαι ἂν ταχέως;
是因为自然(体质)处于与地区和季节相反的状态,因为如果处于相似状态,它们就会迅速被磨损殆尽吗?
ἀνδρεῖοι δέ εἰσιν οἱ τὴν φύσιν θερμοί, δειλοὶ δὲ οἱ κατεψυγμένοι.
天性温热的人是勇敢的,而变冷的人是懦弱的。
συμβαίνει δὴ τοὺς μὲν ἐν τοῖς θερμοῖς ὄντας καταψύχεσθαι (ἀραιοῦ γὰρ ὄντος αὐτοῖς τοῦ σώματος τὸ θερμὸν αὐτῶν ἔξω διεκπίπτει), τοὺς δ’ ἐν τοῖς ψυχροῖς ἐκτεθερμάνθαι τὴν φύσιν διὰ τὸ ἐκ τοῦ ἐκτὸς ψύχους πυκνοῦσθαι τὴν σάρκα, πυκνουμένης δὲ ἐντὸς συστέλλεσθαι τὸ θερμόν.
实际上,生活在炎热地方的人会变冷(因为他们的身体是疏松的,其热量会向外逸出),而生活在寒冷地方的人由于外界寒冷使肉体凝缩,而肉体凝缩时,热量在内部收缩,从而在天性上被温热。

词汇与语法注释

  1. 910aὥρα — 此处的 `ὥρα` 指的是室外的“新鲜空气”或“宜人气候”,而非其通常的“季节”或“寿命阶段”之意。它与后文的“通风良好”(`εὔπνουν`)相对照,意指船上的人因经常接触清新的外气而脸色较好,这与沼泽地中停滞的空气形成对比。
  2. 14.13ὥστε καὶ ὁ ἀὴρ ὑγρότερος τοῦ θερμοῦ — 传抄本的原文 `ὑγρότερος τοῦ θερμοῦ` 意为“因此空气也因更加湿润,而比热(或干燥的热空气)本身(更热)”。这里展示了一个物理推论:在接受相同热量时,水比空气更容易变热,因此含有更多水分(接近水)的空气,会比干燥的热量本身更强烈地保有或传递热量。
  3. 14.15ἐπανιούσης τῆς φύσεως — 属格独立结构。`ἐπάνιμι`(退缩、逆流)的分词,表示生活在寒冷地区的人体内的“自然(体质热量)”由于外部的寒冷而产生反弹(即逆围绕作用 *antiperistasis*),退向内部并发生凝缩与逆流。
  4. 910bδιακναίεσθαι ἂν — 不定词 `διακναίεσθαι` 伴有助词 `ἂν`,构成了对应前文暗示的条件句“如果处于(与环境)相似的状态”的结句(表示潜在可能性)。其意思是“(如果处于相似状态,生命力)就会迅速被磨损殆尽”。

引用这一段

亚里士多德, 问题集 §14.9-14.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:14.9-14.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。