Humanitext Reader

亚里士多德 · 问题集 §14.1-14.8

气候环境对身心特征及谷物保存的影响

第 69 段,共 148 段 · 希腊语

内容简介

本章考察了极端气候及特定的自然环境(寒冷、沼泽或炎热地区)如何对谷物的保存、人类的疾病、身体特征、衰老、生长以及性格(勇敢与懦弱)产生物理上的影响。

§14.1Διὰ τί θηριώδεις τὰ ἔθη καὶ τὰς ὄψεις οἱ ἐν ταῖς ὑπερβολαῖς ὄντες ἢ ψύχους ἢ καύματος;
为什么生活在极度寒冷或极度炎热地区的人,其习俗(性格)和面貌都像野兽一样?
ἢ διὰ τὸ αὐτό;
或者也是出于同样的原因?
ἡ γὰρ ἀρίστη κρᾶσις καὶ τῇ διανοίᾳ συμφέρει, αἱ δὲ ὑπερβολαὶ ἐξιστᾶσιν, καὶ ὥσπερ τὸ σῶμα διαστρέφουσιν, οὕτω καὶ τὴν τῆς διανοίας κρᾶσιν.
因为最佳的调和也益于理智,而极度(的冷热)会使其失常,正如它们使身体变形一样,也同样使理智的调和变形。
§14.2Διὰ τί ἐν τῷ Πόντῳ ὁ σῖτος ἐαθεὶς ἐν τῷ ψύχει πολλὰ ἔτη γίνεται ἄκοπος;
为什么在本都地方,谷物被置于寒冷中多年仍完好无损?
ἢ ὅτι ἐξικμάζεται τὸ ἀλλότριον ὑγρὸν μετὰ τοῦ θερμοῦ, ὥσπερ ἐν ταῖς σταφυλαῖς;
是因为异质的水分随热气一同被蒸干,就像在葡萄中一样吗?
ἔνια μὲν γὰρ ὑπὸ τοῦ ψυχροῦ, ἔνια δὲ ἅμα τῷ θερμῷ.
因为有些东西是受冷的作用,而有些是与热一同起作用。
§14.3Διὰ τί ἐν τῇ ψυχροτάτῃ ὥρᾳ οἱ καῦσοι μᾶλλον γίνονται;
为什么在最寒冷的季节,稽留热(热病)反而更容易发生?
ἢ διότι ἀντιπεριίστησι τὸ ψῦχος εἴσω τὴν θερμότητα;
是因为寒冷将热量反逼(逆围绕)入内部吗?
ἐν δὲ τῷ θέρει τοὐναντίον συμβαίνει, τὰ εἴσω ψυχρότερα.
而在夏天,相反的事情发生,内部更加寒冷。
ὁ δὲ καῦσος πυρετὸς τῶν ἔξω κατεψυγμένων τὰ ἔσω θερμότητι ὑπερβάλλει.
而稽留热是一种发热,即当外部被冷却时,内部因热量而过剩。
§14.4Διὰ τί οἱ Αἰθίοπες καὶ οἱ Αἰγύπτιοι βλαισοί εἰσιν;
为什么埃塞俄比亚人和埃及人是罗圈腿的?
ἢ διότι ὑπὸ θερμοῦ, ὥσπερ καὶ τὰ ξύλα διαστρέφεται ξηραινόμενα, οὕτω καὶ τὰ τῶν ζῴων σώματα;
是因为受热的作用,动物的身体就像木头因干燥而变形一样,也随之变形了吗?
δηλοῦσι δὲ καὶ αἱ τρίχες· οὐλοτέρας γὰρ ἔχουσιν, ἡ δὲ οὐλότης ἐστὶν ὥσπερ βλαισότης τῶν τριχῶν.
他们的头发也证明了这一点:因为他们的头发更卷,而卷曲就像是头发的弯曲。
§14.5Διὰ τί ἐν τοῖς νοτίοις μᾶλλον θηλυτοκοῦσιν αἱ ὀχεῖαι;
为什么在刮南风时,交尾更易生育雌性?
ἢ ὅτι τὸ πλεῖον ὑγρὸν βραδύτερον παχύνεται;
是因为过多的水分凝结得较慢吗?
ἐν δὲ τοῖς νοτίοις διὰ τὴν ὑγρότητα τῆς κράσεως ὑγρότερον τὸ σπέρμα γίνεται.
而在南风中,由于调和的湿润,精液变得更加稀薄。
§14.6Διὰ τί ἐν τοῖς ἑλώδεσι τὰ μὲν ἐν τῇ κεφαλῇ ἕλκη ταχὺ ὑγιάζεται, τὰ δὲ ἐν ταῖς κνήμαις μόλις;
为什么在沼泽地区,头部的伤口很快愈合,而胫骨的伤口却很难愈合?
ἢ ὅτι βαρεῖα ἡ ὑγρότης διὰ τὸ γεώδης εἶναι, τὰ δὲ βαρέα εἰς τὸ κάτω ὑποχωρεῖ;
是因为湿气因含有土质而沉重,而沉重的东西会向下沉吗?
τὰ μὲν οὖν ἄνω εὔπεπτα διὰ τὸ ὑποκεχωρηκέναι εἰς τὸ κάτω, τὰ δὲ κάτω πολλῆς γέμει τῆς περιττώσεως καὶ εὐσήπτου.
因此,上部由于湿气下沉而易于消散(愈合),而下部则充满了大量且易于腐败的排泄物。
§14.7Διὰ τί οἱ μὲν ἐν τοῖς εὐπνόοις τόποις βραδέως γηράσκουσιν, οἱ δὲ ἐν τοῖς κοίλοις καὶ ἑλώδεσι ταχέως;
为什么在通风良好的地方人们衰老得慢,而在低洼和沼泽地区的人们衰老得快?
ἢ τὸ γῆρας σηπεδών τίς ἐστιν, σήπεται δὲ τὸ ἠρεμοῦν, τὸ δὲ ἐν κινήσει ὂν ἢ ὅλως ἀσαπὲς ἢ ἧττον τοῦτο πάσχει, οἷον τὸ ὕδωρ.
是因为衰老是一种腐败,静止的东西会腐败,而运动中的东西(如水)要么完全不腐败,要么较少发生腐败吗?
ἐν μὲν οὖν τοῖς ὑψηλοῖς διὰ τὴν εὔπνοιαν ὁ ἀὴρ ἐν κινήσει ἐστίν, ἐν δὲ τοῖς κοίλοις μένει.
因此,在高处,由于通风,空气处于运动中,而在低洼处,空气则停滞不动。
ἔτι δὲ ἐκεῖ μὲν διὰ τὴν κίνησιν ἀεὶ καθαρὸς ὁ ἀὴρ καὶ ἕτερος γίνεται, ἐν δὲ τοῖς ἑλώδεσι μένει.
此外,在那里,由于运动,空气总是清洁且不断更新,而在沼泽地区,空气则停滞。
§14.8Διὰ τί οἱ μὲν ἐν τοῖς θερμοῖς τόποις δειλοί εἰσιν, οἱ δὲ ἐν τοῖς ψυχροῖς ἀνδρεῖοι;
为什么在炎热地方的人是懦弱的,而在寒冷地方的人是勇敢的?
ἢ ὅτι ἐναντίως τοῖς τόποις καὶ ταῖς ὥραις ἡ φύσις ἔχει, διὰ τὸ ὁμοίως ἐχόντων ἀνάγκῃ διακαίεσθαι ταχέως.
是因为自然(体质)处于与地区和季节相反的状态,因为处于相似状态下的东西必然会迅速烧尽吗?
ἀνδρεῖοι δέ εἰσιν οἱ τὴν φύσιν θερμοί, δειλοὶ δὲ οἱ κατεψυγμένοι.
天性温热的人是勇敢的,而变冷的人是懦弱的。
συμβαίνει δὲ τοὺς μὲν ἐν τοῖς θερμοῖς ὄντας κατεψῦχθαι, τοὺς δὲ ἐν τοῖς ψυχροῖς ἐκτεθερμάνθαι τὴν φύσιν.
于是,生活在炎热地方的人体质变冷,而生活在寒冷地方的人体质变热。
μεγάλοι δὲ ἄμφω εἰσίν, οἱ μὲν ἐν τοῖς ψυχροῖς διὰ τὴν ἐν αὐτοῖς σύμφυτον θερμότητα, οἱ δ’ ἐν τοῖς θερμοῖς διὰ τὴν ἐν τῷ τόπῳ· ἐν γὰρ τοῖς θερμοῖς καὶ ὑπὸ τοῦ θερμοῦ αὐξάνονται.
然而两边的人都很高大:寒冷地方的人是因为体内具有先天的热量,而炎热地方的人是因为该地区的热量,因为在炎热的地方他们因热而生长。
τὸ δὲ ψῦχος πιλητικόν ἐστιν.
而寒冷具有压缩的作用。
ἅτε οὖν τῶν μὲν ἐν αὑτοῖς ἐχόντων τὴν ἀρχὴν τῆς αὐξήσεως σφοδράν, τῶν δὲ οὐ κωλυομένων ὑπὸ τῆς ἔξωθεν ψυχρότητος, εἰκότως ἐπὶ πολὺ τὴν αὔξησιν ἐπιδέχονται.
因此,由于前者自身内部具有强烈的生长初始力量,而后者又不受外界寒冷的阻碍,所以他们自然会接受巨大的生长。
οἱ δὲ περὶ ἡμᾶς ἧττον διὰ τὸ ἐλάττω τε ἔχειν τὴν ἀρχὴν ἐν αὑτοῖς, καὶ διὰ τὸ τοὺς ἐν τοῖς ψυχροῖς συμπιλεῖσθαι.
而我们周围的人则不那么高大,这一方面是因为他们自身内的初始力量较小,另一方面是因为那些在寒冷地方的人会被压缩。

词汇与语法注释

  1. §14.2ἄκοπος — 形容词 ἄκοπος 字面意思是“未被敲打的”或“未脱粒的”,在这里转指谷物在寒冷中保持“不损毁”或“不腐坏”的状态。
  2. §14.3ἀντιπεριίστησι — 该动词指“反逼/逆围绕(antiperistasis)”现象,描述了内部热量由于受到外部寒冷的包围和压迫,反而向内集中并得到加强的物理过程。
  3. §14.8διὰ τὸ ὁμοίως ἐχόντων ἀνάγκῃ διακαίεσθαι ταχέως — 该句中 ὁμοίως ἐχόντων 是属格独立结构(省略了主语,指代“与环境处于相似状态的事物”)。它体现了亚里士多德式的稳态调节原理,即自然(体质)保持与环境相反的属性,因为具有与环境相同属性的东西(例如在炎热地区体内也热)必然会因过度的热量而迅速烧尽。
  4. §14.8οἱ δὲ περὶ ἡμᾶς ἧττον — 在比较级 ἧττον(较少地/并非如此)之后,省略了前句中“接受巨大生长”的否定表述。这构成了一个对比结构:居住在温带(“我们周围的人”,即希腊人)没有极端的内部热量始原,也不会像寒冷地区的人那样因寒冷而收缩,因此他们不会像生活在两个极端(严寒与酷暑)的人那样长得高大。

引用这一段

亚里士多德, 问题集 §14.1-14.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:14.1-14.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。