§13.1Διὰ τί τὸ μὲν οὖρον, ὅσῳ ἂν χρονίζηται ἐν τῷ σώματι, δυσωδέστερον γίνεται, ἡ δὲ κόπρος ἧττον;
为什么尿液在体内滞留得越久,变得越发恶臭,而粪便却不那么恶臭?
ἢ ὅτι ἡ μὲν ξηραίνεται μᾶλλον χρονιζομένη (τὸ δὲ ξηρὸν ἀσηπτότερον), τὸ δὲ οὖρον παχύνεται, πρόσφατόν τε ὂν ὁμοιότερον τῷ ἐξ ἀρχῆς ἐστὶ πόματι.
是因为粪便滞留越久就越发干燥(而干燥之物更不易腐烂),而尿液则变得浓稠,并且在刚排泄出来时更像最初喝下去的饮料吗?
§13.2Διὰ τί τὰ δυσώδη τοῖς ἐδηδοκόσιν οὐ δοκεῖ ὄζειν;
为什么那些吃了恶臭食物的人自己不觉得有臭味?
ἢ διὰ τὸ συντετρῆσθαι τὴν ὄσφρησιν τῷ στόματι κατὰ τὸν οὐρανὸν πλήρης ἡ αἴσθησις γίνεται ταχύ, καὶ τῆς τε ἔσω οὐκέθ’ ὁμοίως αἰσθάνεται (τὸ γὰρ πρῶτον αἰσθάνονται πάντες, ὅταν δὲ ἅψωνται, οὐκέτι, ὥσπερ συμφυοῦς) καὶ ἡ ἔξωθεν ἡ ὁμοία ἀφανίζεται ὑπὸ τῆς ἔσω.
是因为嗅觉通道在口盖处与口腔相通,感觉器官很快就被填满,因而不再以同样的方式感知内部的气味(因为所有人起初都会感知到,但一旦接触到,就不再感知,仿佛它是与之合为一体的),并且外部相似的气味也被内部的气味消解了吗?
§13.3Διά τί τριβόμενα τὰ ἄνθη δυσωδέστερα;
为什么花朵在揉搓时会变得更难闻?
ἢ διότι συμμίγνυται τῇ ὀσμῇ τὸ γεῶδες τὸ ἐν τῷ ἄνθει.
是因为花中的泥土成分与气味相混杂了吗?
§13.4Διὰ τί τῶν μὲν ζῴων οὐθὲν εὐῶδές ἐστιν ἔξω τῆς παρδάλιος (αὕτη δὲ καὶ αὐτοῖς τοῖς θηρίοις· φασὶ γὰρ αὐτῆς τὰ θηρία ἡδέως ὀσμᾶσθαι), φθειρόμενα δὲ καὶ δυσώδη ἐστίν, τῶν δὲ φυτῶν πολλὰ καὶ φθειρόμενα καὶ αὐαινόμενα ἔτι μᾶλλον εὐώδη γίνεται;
为什么在动物中,除了豹子之外,没有什么是芬芳的(而豹子甚至对于野兽自身来说也是芬芳的,因为据说野兽们乐于闻它的气味),且动物在死亡腐烂时是恶臭的,而植物中的许多在死亡和枯干时却变得更加芬芳?
πότερον ὅτι τῆς δυσωδίας αἴτιον ἀπεψία τις περιττώματος;
是否因为恶臭的原因是排泄物的某种未成熟?
διὸ καὶ οἱ ἱδρῶτες ἐνίοις καὶ ἐνίοτε τοιοῦτοί εἰσιν, μάλιστα δὲ οἷς μὴ ἀεὶ τοιοῦ τοι ἐκτῶν νόσων γίνονται.
因此,某些人和某些时候的汗液也是如此,尤其是对于那些并非总是如此、却因疾病而变成这样的人。
καὶ αἱ φῦσαι δὲ καὶ οἱ ἐρυγμοὶ οἱ τῶν ἀπέπτων δυσώδεις εἰσί.
而且消化不良之人的放气和打嗝也都是恶臭的。
τὸ αὐτὸ δὲ αἴτιον καὶ τοῦ ἐν ταῖς σαρξὶ καὶ τῷ ἀνάλογον· λέγω δὲ ἀνάλογον τὸ ἀντὶ σαρκὸς τοῖς ἄλλοις ἐνυπάρχον ζῴοις.
而肌肉及其对应物中的恶臭也是同样的原因;我所说的对应物,是指在其他动物中代替肌肉而存在的东西。
ἔστι γὰρ καὶ ἐνταῦθα περίττωμα ἐνίοις ἄπεπτον· τοῦτο οὖν ζώντων τε αἴτιον τῆς δυσωδίας ἐστὶ καὶ φθειρομένων σηπόμενον.
因为在这些部分中,某些情况下也存在着未成熟的排泄物;因此,这就是它们活着时产生恶臭的原因,也是它们死亡时因腐烂而产生恶臭的原因。
διὸ καὶ τὰ πίονα καὶ ὀστᾶ καὶ τρίχες οὐ δυσώδη ἐστίν, ὅτι τὰ μὲν πέττεται, τὰ δὲ οὐκ ἔχει ὑγρότητα.
因此,脂肪、骨头和毛发并不是恶臭的,因为前者已被充分成熟,而后者不含有水分。
τοῖς δὲ φυτοῖς οὐκ ἔνι περίττωμα.
而植物中难道没有排泄物吗?
ἢ ἔστι μέν τι καὶ τούτοις, ἀλλ’ ὅτι ξηρὰ καὶ θερμὰ τὰ φυτὰ τὴν φύσιν ἐστίν, ὥστε εὐπεπτοτέρα ἡ ἰκμὰς καὶ οὐ πηλώδης ἐστὶν αὐτῶν;
或者它们中确实也有一些,但由于植物在天性上是干燥且温热的,所以它们的汁液更容易成熟,并且不是泥泞状的?
δηλοῖ δὲ καὶ τῆς γῆς ἡ ἐν τοῖς θερμοῖς εὐώδης οὖσα, Συρία καὶ Ἀραβία, καὶ τὰ εὐώδη τἀκεῖθεν, ὅτι ξηρὰ καὶ θερμά ἐστιν· τὰ δὲ τοιαῦτα ἄσηπτα.
这也由炎热地区的土地(如叙利亚和阿拉伯)是芬芳的、以及来自那里的芬芳之物可以证明,因为它们是干燥且温热的;而这类事物是不会腐烂的。
τὰ δὲ ζῷα οὐ τοιαῦτά ἐστι καὶ θερμά, ὥστε αἵ τε περιττώσεις ἄπεπτοι καὶ δυσώδεις αὐτῶν εἰσίν καὶ διαφυσήσεις ὁμοίως· καὶ διαφθειρομένων σήπεται ἡ ὑγρότης, τῶν δὲ οὔ· οὐ γὰρ ἔχουσιν.
但动物并非如此干燥且温热,以至于它们的排泄物是未成熟且恶臭的,排出的气体也是如此;当它们死亡时,其中的水分会腐烂,而植物则不然,因为植物没有这种水分。
§13.5Διὰ τί τὰ δυσώδη θερμὰ ὄντα μᾶλλον δυσώδη ἐστὶν ἢ ἐψυγμένα;
为什么恶臭之物在温热时比在冷却时更显恶臭?
ἢ ὅτι ἐστὶν ἡ ὀσμὴ ἀτμὸς καὶ ἀπορροή τις;
是因为气味是蒸气和某种流出物吗?
ὅ τ’ οὖν ἀτμὸς ὑπὸ θερμοῦ γίνεται, καὶ ἡ ἀπορροή· κίνησις γάρ τίς ἐστιν, τὸ δὲ θερμὸν κινητικόν·
因此,蒸气和流出物都是由热产生的;因为这是一种运动,而热具有推动力。
τὸ δὲ ψυχρὸν τοὐναντίον στατικὸν καὶ συσταλτικόν, καὶ φορὸν δὲ κάτω, τὸ δὲ θερμὸν καὶ αἱ ὀσμαὶ πᾶσαι ἀνωφερεῖς διὰ τὸ ἐν ἀέρι τε εἶναι καὶ τὸ αἰσθητήριον αὐτῶν ἄνω εἶναι, μὴ κάτω· πρὸς γὰρ ἐγκέφαλον περαίνουσα ἡ ὀσμὴ αἴσθησιν ποιεῖ.
相反,冷则是静止和收缩的,并具有向下的趋势,而热和所有的气味则是向上升的,因为它们存在于空气中,且它们的感官是在上方而非下方;因为气味通过到达大脑从而产生感觉。