§12.5Διὰ τί πάντα μᾶλλον ὄζει κινούμενα;
为什么所有的东西在被移动时会散发出更强的气味?
ἢ ὅτι ἀναπίμπλησι πλείω ἀέρα ἢ ἡσυχάζοντα;
是因为它们比在静止时能充盈更多的空气吗?
διαπέμπεται οὖν ἡ ὀσμὴ θᾶττον οὕτω πρὸς τὴν αἴσθησιν ἡμῶν.
因此,气味以此方式更迅速地传达到我们的感觉中。
§12.6Διὰ τί τοῦ χειμῶνος ἧττον ὀσφραινόμεθα, καὶ ἐν τοῖς πάγεσιν ἥκιστα;
为什么我们在冬天闻到气味较少,而在结冰时最少?
ἢ ὅτι ὁ ἀὴρ ἀκινητότερός ἐστιν ἐν τῷ ψύχει;
是因为空气在寒冷中更不易移动吗?
οὔκουν ἀφικνεῖται ὁμοίως ἡ κίνησις ἡ ἀπὸ τοῦ σώματος τοῦ τὴν ὀσμὴν ἔχοντος διὰ τὴν δυσκινησίαν τῆς ἀπορροῆς καὶ τοῦ ἀέρος ἐν ᾧ ἐστίν.
所以,由于发散物以及它所在的空气不易移动,来自带有气味的物体的运动便不能以同样的方式送达。
§12.7Διὰ τί δριμύτερον ὄζει τῶν ἀρωμάτων ἐπὶ τέφρας θυμιωμένων ἢ ἐπὶ τοῦ πυρός, καὶ μᾶλλον καὶ πλείω χρόνον τὴν αὑτῶν ὀσμὴν ἔχει ἐπὶ τῆς τέφρας θυμιώμενα;
为什么香料在灰烬上熏烧时比在火上熏烧时气味更刺鼻,且在灰烬上熏烧时能更强、更久地保持它们的气味?
ἢ ὅτι ἀπεπτοτέρα ἐστὶν ἡ ὀσμὴ ἐπὶ τῆς τέφρας· διὸ καὶ πλείων.
是因为气味在灰烬上未被充分成熟,因而也更多吗?
τὸ δὲ πῦρ ταχὺ πέττον αὐτῶν τὴν δύναμιν ἀλλοιοῖ τὴν ὀσμήν· ἡ γὰρ πέψις ἀλλοίωσίς ἐστιν τοῦ πεττομένου.
而火由于迅速成熟它们的力量,改变了气味;因为成熟是被成熟之物的改变。
§12.8Διὰ τί ἥδιον ὄζει τῶν ῥόδων ὧν ὁ ὀμφαλὸς τραχύς ἐστιν ἢ ὧν λεῖος;
为什么那些中心粗糙的玫瑰比那些中心光滑的玫瑰闻起来更香?
ἢ ὅτι μᾶλλον ὄζει ἡδὺ ὅσα τὴν φύσιν ἀπείληφε τὴν αὑτῶν;
是因为那些获得了自身本性的事物闻起来更香吗?
ἀκανθῶδες φύσει δὲ τὸ ῥόδον ἐστίν.
而玫瑰天生是多刺的。
διὸ μᾶλλον ἔχον τὰ κατὰ φύσιν ὄζει ἥδιον.
因此,拥有更多顺应天性的特征的玫瑰闻起来更香。
§12.9Διὰ τί αἱ ὀδμαὶ ἐγγύθεν ἧττον εὐώδεις καὶ θυμιαμάτων καὶ ἀνθῶν;
为什么熏香和花朵的气味在近处反而不那么芬芳?
ἢ ὅτι πλησίον μὲν συναποφέρεται τὸ γεῶδες, ὥστε κεραννύμενον ἀσθενεστέραν ποιεῖ τὴν δύναμιν, εἰς δὲ τὸ πόρρω καταφέρεται ἡ ὀσμή.
是因为在近处泥土的成分也会被一同带走,从而因混合而减弱了力量,而在远处只有气味被带过去吗?
διὰ ταῦτα δὲ καὶ τριφθέντα τὰ ἄνθη ἀπολλύουσι τὴν ὀσμήν.
因此,花朵在揉搓时也会失去气味。
§12.10Πότερον αἱ ὀσμαὶ καπνὸς ἢ ἀὴρ ἢ ἀτμίς;
气味究竟是烟、空气还是蒸气?
διαφέρει γάρ, ᾗ τὸ μὲν ὑπὸ τοῦ πυρός, τὸ δὲ καὶ ἄνευ τούτου γίνεται.
因为它们有所不同,前者是由火产生的,而后者即使没有火也能产生。
καὶ πότερον ἀπὸ τῆς αἰσθήσεως τι πρὸς ἐκεῖνα ἢ ἀπ’ ἐκείνων πρὸς τὴν αἴσθησιν ἀφικνεῖται, ἀεὶ κινοῦν τὸν πλησίον ἀέρα;
又是某种东西从感觉出发到达那些物体,还是从那些物体出发到达感觉,并总是移动着邻近的空气?
καὶ εἰ ἀπ’ ἐκείνων ἀπορρεῖ, ἔδει ἔλαττον γίνεσσθαι· καίτοι τὰ εὐωδέστατα ὁρῶμεν μάλιστα διαμένοντα.
如果它是从那些物体中流出的,它应当会减少;然而我们看到最芬芳的东西反而留存得最久。
§12.11Διὰ τί δριμύτερον ὄζει μᾶλλον τῶν ἀρωμάτων ἐπὶ τέφρας θυμιωμένων ἢ ἐπὶ τοῦ πυρός;
为什么香料在灰烬上熏烧时比在火上熏烧时气味更刺鼻?
ἢ διότι ἀπεπτοτέρα ἡ ὀσμὴ ἐπὶ τῆς τέφρας· διὸ καὶ πλείων;
是因为气味在灰烬上未被充分成熟,因而也更多吗?
πολὺ οὖν καὶ τοῦ γεώδους συναναθυμιᾶται καὶ γίνεται καπνός· τὸ δὲ πῦρ φθάνει ἐκκάον τὸ γεῶδες αὐτῶν, ὥστε ἡ ὀσμὴ καθαρωτέρα καὶ εἰλικρινὴς ἀφικνεῖται ἄνευ τοῦ καπνοῦ.
因此,大量的泥土成分也一同蒸发并成为烟雾;但火抢先烧尽了它们的泥土成分,使得气味不带烟雾,以更纯净且无杂质的状态到达。
διὸ καὶ τριβόμενα ἧττον εὐώδη τὰ ἄνθη· τὸ γὰρ γεῶδες καὶ ἡ τρῖψις κινεῖ, καὶ ἡ βραδεῖα θερμότης οὐ φθείρει.
因此,花朵在揉搓时也不那么芬芳;因为揉搓也移动了泥土成分,而缓慢的热力并不能毁灭它。
§12.12Διὰ τί τὰ εὐώδη οὐρητικὰ καὶ σπέρματα καὶ φυτά;
为什么芬芳的种子和植物有利尿作用?
ἢ ὅτι θερμὰ καὶ λεπτά, τὰ δὲ τοιαῦτα οὐρητικά;
是因为它们是温热且微细的,而这类事物有利尿作用吗?
ταχὺ γὰρ λεπτύνει ἡ ἐνοῦσα θερμότης, καὶ ἡ ὀσμὴ οὐ σωματώδδης, ἐπεὶ καὶ τὰ μὴ εὐώδη, οἷον σκόροδα, διὰ τὴν θερμότητα οὐρητικά, μᾶλλον μέντοι τηκτικά.
因为内在的热力迅速使之稀薄,且气味是非物质性的。 因为即使是不芬芳的东西,如大蒜,也因其热力而有利尿作用,不过它们更多是具有溶解性的。
θερμὰ δὲ τὰ εὐώδη σπέρματα, διότι ὅλως ἡ ὀσμὴ διὰ θερμότητα γίνεται.
而芬芳的种子是热的,因为总之气味是由于热力而产生的。
ἀλλὰ τὰ δυσώδη ἄπεπτά ἐστιν· δεῖ δὲ μὴ μόνον θερμὰ εἶναι, ἀλλὰ καὶ εὔπεπτα, εἰ ἔσται οὐρητικά, ὅπως συγκατιόντα λεπτύνῃ τὰ ὑγρά.
但是恶臭的东西是未成熟的;如果它们要有利尿作用,就不仅需要是热的,还需要是易于成熟的,以便一同下降时能使液体稀薄。
§12.13Διὰ τί ποτε οἱ κεκραμένοι τῶν οἴνων θᾶττον τῶν ἀκράτων ὄζουσιν;
为什么稀释的葡萄酒比未稀释的葡萄酒更快散发出气味?
ἢ ὅτι ὁ κεκραμένος ἀσθενέστερος τοῦ ἀκράτου ἐστίν;
是因为稀释的酒比未稀释的酒更弱吗?
τὸ δὲ ἀσθενέστερον ὑπὸ πάντων ἐξίσταται τοῦ ἰσχυροτέρου.
而较弱的东西比较强的东西更容易被一切事物改变其原有状态。
εἶτα ὁ κεκραμένος ἐστὶν εὐπετέστερος τοῦ ἀκράτου.
其次,稀释的酒比未稀释的酒更容易受影响。
εὐπετέστερον δέ ἐστιν ὑπάρξαι ᾡτινιοῦν, καὶ ἐκλαβεῖν τι τῶν μὴ ὑπαρχόντων.
而对于任何事物来说,受影响以及接受某种原本不存在的东西,都是更容易的。
ὁ μὲν οὖν ἄκρατος ὀσμώδης ἐστίν, ὁ δὲ κεκραμένος ἄνοσμος.
因为未稀释的酒是有气味的,而稀释的酒是无气味的。