§12.1Διὰ τί τῶν θυμιαμάτων ἧττον αἰσθάνονται πλησίον ὄντες;
为什么人们在靠近熏香时反而较少感受到其气味?
πότερον ὅτι ἀκρατεστέρα κερασθεῖσα ἡ ἀπόρροια τῷ ἀέρι ἡδίων, ὥσπερ ἡ σμύρνη τῶν ἰατρῶν;
是因为发散物在与空气混合后,变得更稀薄因而更令人愉悦,就像医生们所用的没药那样?
ἢ καὶ τοὐναντίον εἴη ἄν, ὥστε ἀφαιρεῖσθαι τὸ πῦρ τὴν ὀσμὴν διὰ τὸ καίειν;
或者相反,是因为火由于燃烧而夺去了气味?
ἡ γὰρ ὀσμὴ θυμιωμένων.
因为气味属于被熏烧之物。
διὸ καὶ ἐπὶ τῶν ἀνθράκων οὐκ ὄζει, πορρώτερον δὲ καθαρώτερον φαίνεται καὶ λεπτότατον τοῦτο.
因此,在炭火上并不散发气味,而在较远的地方,这种气味显得更纯净且极细微。
§12.2Διὰ τί αἱ ὀσμαὶ ἧττον εὐώδεις τῶν θυμιαμάτων καὶ τῶν ἀνθῶν ἐκ τοῦ ἐγγύς;
为什么熏香和花朵的气味在近处反而不那么芬芳?
πότερον ὅτι συναπέρχεται τῇ ὀσμῇ καὶ γῆς μόρια, ἅ προκαταφέρεται διὰ βάρος, ὥστε καθαρὰ πορρώτερον γένεται ἡ ὀσμή;
是因为泥土的微粒也随着气味一同发散,而这些微粒因重量而先落下来,从而使气味在较远的地方变得纯净?
ἢ οὔτε ἐγγὺς οὔσης τῆς ἀρχῆς πλεῖστον γίνεται τὸ ῥέον, οὔτε λίαν πόρρω;
或者是因为发散出来的流动物,既不是在源头很近时最大,也不是在极远时最大?
τὸ μὲν γὰρ οὔπω πολύ, τὸ δὲ διασπᾶται.
因为在近处时它还不多,而在远处时它已经消散了。
§12.3Λέγεται γὰρ ὡς εὐώδη γίνεται τὰ δένδρα εἰς ἅπερ ἂν ἡ ἶρις κατασκήψῃ.
因为有人说,凡是彩虹降临的树木都会变得芬芳。
πότερον οὖν ἀληθές ἐστιν ἢ ψεῦδος;
这究竟是真的还是假的?
καὶ εἰ ἀληθές, διὰ τίν’ αἰτίαν εἴη τὸ συμβαῖνον;
如果是真的,发生这种现象的原因是什么?
ὅτι μὲν οὖν οὔτε πάντα οὔτε ἀεί, δῆλον· πολλάκις γὰρ ἡ ἶρις μὲν γέγονε, τὰ δὲ δένδρα οὐθὲν ἐπίδηλα φαίνεται.
显然,这既非发生在所有树木上,也非总是发生;因为彩虹常常出现,但树木却没有任何明显的变化。
ὅταν τε γέννηται τοῦτο, οὐκ ἐν πάσῃ γίνεται ὕλῃ, ἐπεὶ συμβαίνει γέ ποτε· διὸ καὶ λέγεται.
而当这种情况发生时,也非发生在所有的林木中,尽管它确实有时会发生;所以人们才这样说。
τὸ δ’ αἴτιον κατὰ συμβεβηκὸς τῇ ἴριδι ἀποδοτέον, ἄλλως τε καὶ εἰ μή ἐστί τις φύσις ἡ ἶρις. ἀλλὰ τῆς ὄψεως πάθος ἀνακλωμένης.
但这原因应当归于彩虹的偶性,尤其是因为彩虹并非某种自然实体,而只是视线被反射而产生的受动状态。
γίνεται δέ, ὥσπερ ἐλέχθη, οὐχ ὁπωσοῦν ἐχούσης τῆς ὕλης τὸ πάθος· οὔτε γὰρ ἐν τοῖς χλωροῖς δένδροις οὔτε ἐν τοῖς αὔοις, ἀλλ’ ἐν τῇ ἐμπεπρησμένῃ ὕλῃ φασὶν οἱ νομεῖς μετὰ τὰ ἐπὶ τῇ ἴριδι ὕδατα γίνεσθαι ἐπίδηλον τὴν εὐωδίαν, καὶ μάλιστα οὗ ἂν ἀσπάλαθος ᾖ καὶ ῥάμνος καὶ ὧν τὰ ἄνθη εὐώδη ἐστίν.
正如所说,这种情况是在林木处于并非任意的状态下发生的;牧人们说,在伴随彩虹的雨水之后,芬芳之气既不显现在绿树上,也不显现在枯树上,而是在被烧焦的林木上,尤其是长有刺金雀花、鼠李以及那些花朵芬芳的植物的地方。
αἴτιον δὲ τῆς εὐωδίας ἐστίν, ὅπερ καὶ ἐπὶ τῆς γῆς· διαθέρμου γὰρ καὶ διακεκαυμένης οὔσης, ὅ ἂν ἐκφύσῃ, τὸ πρῶτον εὐῶδες ὄζει.
而芬芳的原因与土地的情况相同;因为当土地充分受热并被烤干时,凡是生发出来的东西,起初都散发着芬芳。
τὰ γὰρ πυρούμενά πως τῶν ὑγρότητα ἐχόντων ὀλίγην εὐώδη γίνεται· πέττει γὰρ τὸ θερμὸν ταύτην.
因为在含有少量水分的事物中,那些受到某种程度受热的事物会变得芬芳;因为热力使这些水分成熟。
διὸ καὶ τῆς ὅλης γῆς τὰ πρὸς τὸν ἥλιον εὐωδέστερα τῶν πρὸς ἄρκτον ἐστίν.
因此,在整个地球中,面朝太阳的地区比面朝北方的地区更芬芳。
τούτων δὲ τὰ πρὸς ἕω τῶν πρὸς μεσημβρίαν, ὅτι γεώδης μᾶλλον ὁ τόπος ὁ περὶ τὴν Συρίαν καὶ Ἀραβίαν ἐστίν, ἡ δὲ Λιβύη ἀμμώδης καὶ ἄνικμος.
而在这些地区中,面朝东方的又比面朝南方的更芬芳,因为叙利亚和阿拉伯周围的地方更富于泥土,而利比亚则是沙质且无水分的。
δεῖ γὰρ μήτε πολλὴν εἶναι τὴν ἰκμάδα, ἄπεπτος γάρ ἐστιν ἡ πολλή, μήτε ἄνικμον, οὐ γὰρ γίνεται ἀτμίς.
因为水分既不能太多,因为太多的水分是无法成熟的,也不能完全没有,因为那样就不会产生蒸气。
ὃ συμβαίνει καὶ περὶ τὴν νεόκαυτον ὕλην καὶ τὸ γένος τοιαύτην ὥστε ἔχειν εὐωδίαν σὺν αὑτῇ.
这也发生在刚烧过的林木以及本身就含有芬芳的这类树木上。
δηλοῖ δὲ τοῖς ἄνθεσιν· ἀφίησι γὰρ ἐν τούτοις τὴν ὀσμήν.
这由花朵表明;因为气味在这些花朵中释放。
δοκεῖ δὲ ἐν οἷς ἂν ἐνσκήψῃ ἡ ἶρις γίνεσθαι, ὅτι οὐδὲν ἄνευ ὕδατος οἷόν τε γίνεσθαι· βραχεῖσά τε γὰρ ἡ ὕλη καὶ τῷ ἐνόντι θερμῷ πέψασα τὴν ἐν αὐτῇ γινομένην ἀτμίδα ἀφίησιν.
而这之所以似乎发生在彩虹降临的地方,是因为没有水就什么也不能发生;因为林木被浸湿,并用其内部的热力使其内部产生的蒸气成熟,然后将其释放。
οὔτε πολὺ τὸ ὕδωρ δεῖ εἶναι· ἐκκλύζει γὰρ τὸ πολὺ λίαν, καὶ σβέννυσιν τὴν θερμότητα τὴν ἐνυπάρχουσαν ἀπὸ τῆς πυρώσεως, τὰ δὲ μετὰ τὴν ἶριν ὕδατα οὐ πολλὰ γίνεται, ἀλλὰ μέτρια ὡς εἰπεῖν.
水也不能太多;因为太多的水会将其冲刷掉,并熄灭因燃烧而留存的内部热力,而彩虹之后的雨水并不多,可以说适度。
καὶ ἐὰν πολλαὶ γίνωνται ἴριδες, οὐ πολὺ γίνεται, ἀλλὰ πολλάκις μέν, ὀλίγον δέ.
即使出现许多彩虹,水也不多,而是次数虽多但量少。
διὸ εἰκότως τούτου γινομένου, οὐθὲν ἄλλο ὁρῶντες διάφορον πλὴν τὴν ἶριν, ταύτῃ τὴν αἰτίαν προσέθεσαν τῆς εὐωδίας.
因此,在发生这种情况时,人们除彩虹外看不到其他不同之处,便很自然地将芬芳的原因归于彩虹。
§12.4Διὰ τί τὰ ἄνθη καὶ τὰ θυμιώμενα πόρρωθεν μᾶλλον ἥδιον ὄζει, ἐγγύθεν δὲ τὰ μὲν ποωδέστερον, τὰ δὲ καπνωδέστερον;
为什么花朵和熏香从远处闻起来更香,而从近处闻,前者更像草味,后者更像烟味?
ἢ ὅτι ἡ ὀσμὴ θερμότης τίς ἐστιν καὶ τὰ εὐώδη θερμά, τὸ δὲ θερμὸν κοῦφον, ὥστε διὰ μὲν τοῦτο πορρωτέρω διιόντων ἀμιγεστέρα γίνεται ἡ ὀσμὴ τῶν συμπαρεπομένων ὀσμῶν ἀπὸ τῶν φύλλων καὶ τοῦ καπνοῦ, ὄντος ὑδατώδους ἀτμοῦ, πλησίον δὲ ὄντων τὰ μεμιγμένα αὐτοῖς συνόζει ἐν οἷς ἐστίν.
或者是因为气味是一种热力,而芬芳之物是热的,热又是轻的,所以由于这个原因,当它们传得更远时,气味就更不与来自叶子和烟(即水质的蒸气)的伴随气味相混合,从而气味变得更纯净,而当人在近处时,与其混合的、气味所在的事物就一同散发出气味?