Humanitext Reader

亚里士多德 · 问题集 §11.58-11.62

声音穿透障碍与口吃成因及年龄对声音的影响

第 64 段,共 148 段 · 希腊语

内容简介

本文探讨了视觉与声音穿过障碍物的机制差异、部分切除发声器官对声质的影响、口吃的两种假说(热因与冷因)、冬季声音的变化,以及儿童与老人声音偏高或发抖的物理成因。

§11.58Διὰ τί ἡ μὲν ὄψις οὐ διέρχεται διὰ τῶν στερεῶν, ἡ δὲ φωνὴ διέρχεται;
为什么视觉不能穿过固体,而声音却能穿过?
ἢ ὅτι τῆς μὲν ὄψεως μία φορὰ ἡ κατ’ εὐθεῖαν (σημεῖον δὲ αἵ τε τοῦ ἡλίου ἀκτῖνες, καὶ ὅτι ἐξ ἐναντίας μόνον ὁρῶμεν), τῆς δὲ φωνῆς πολλαί;
或者是因为视觉的运动只有一种,即沿直线的运动(证据是太阳的光线,以及我们只能看到正前方的物体),而声音的运动却有很多种?
ἀκούομεν γὰρ πανταχόθεν.
因为我们从四面八方都能听到。
ὅταν οὖν κωλυθῇ κατ’ εὐθεῖαν ἐκπίπτειν διὰ τὸ μὴ κατ’ ἀλλήλους εἶναι τοὺς πόρους, ἀδυνατεῖ διορᾶν.
因此,当通道由于彼此不一致而受阻、无法沿直线射出时,就无法看穿。
ὁ δὲ ἀὴρ καὶ ἡ φωνή, ἅτε πανταχοῦ φερομένη, διὰ παντὸς διαπίπτει καὶ ἀκούεται.
而空气和声音,由于向四面八方传播,便穿过一切事物并被听到。
ἐν δὲ τοῖς ὑγροῖς αἱ μὲν ὄψεις διορῶσιν, αἱ δὲ φωναὶ οὐκ ἀκούονται ἢ μόλις, λεπτοτέρου ὄντος τοῦ ὑγροῦ ἢ τῆς γῆς, ὅτι οἱ πόροι μικροὶ καὶ πυκνοὶ καὶ κατ’ ἀλλήλους, ὥστε οὐ κωλύεται ἡ ὄψις εὐθυπορεῖν.
但在液体中,虽然视觉能看穿,声音却听不见或极难听到,即便液体比泥土更为稀薄,因为液体中的通道细小、绵密且彼此对应,所以视觉直行不受阻碍。
διὰ τοῦτο καὶ διὰ μὲν τῆς ὑέλου διορᾶται πυκνῆς οὔσης, διὰ δὲ τοῦ νάρθηκος ἀραιοῦ ὄντος οὐ διορᾶται.
因此,透过紧密的玻璃可以看穿,而透过稀疏的大茴香茎却看不穿。
ἔτι τῆς μὲν οἱ πόροι κατάλληλοι, τοῦ δὲ παραλλάττοντες· οὐθὲν δ′ ὄφελος εἶναι μεγάλους, ἐὰν μὴ κατ’ εὐθεῖαν ὦσιν.
而且,前者的通道是相互对齐的,而反者的通道是错开的;如果它们不在一条直线上,那么通道即使很大也毫无用处。
ἡ δὲ φωνὴ οὐκ ἀκούεται, ὅτι ἐλάττω τὰ διάκενα τὰ ἐν τῷ ὕδατι τοῦ ἀέρος, ὥστε οὐ δύναται δέχεσθαι, οὐδὲ διιέναι τὴν φωνήν ἀλλ’ ἢ μόλις [ἢ μετὰ φωνῆς].
而声音听不见,是因为水中的间隙比空气中的小,以至于不能接受也不能传递声音,除非是极难地进行。
ἡ γὰρ φωνὴ ἀήρ τις.
因为声音是一种空气。
οὐ γὰρ ἅπαν τὸ μανότερον διιτικώτερον, ἂν μὴ καὶ οἱ πόροι ὦσιν ἁρμόττοντες τῷ διιόντι, ὥστ’ οὐδὲ συνιτικώτερον εἰς αὑτό, ἂν μὴ δεκτικοὶ ὦσιν οἱ πόροι τῶν σωμάτων.
并非所有更稀疏的东西都更容易被穿透,除非通道也适合通过者,因此,除非通道能容纳这些物体,否则它自己也不更容易被压缩。
καίτοι τὸ μανὸν μαλακὸν καὶ δυνάμενον εἰς αὑτὸ συνιέναι.
然而,稀疏的东西是柔软的,且能自我压缩。
ἀλλ’ ἔνια κωλύεται διὰ τὴν μικρότητα τῶν πόρων, οἷον ἡ ὕελος· ταύτης γὰρ οὐ συνάγονται, μανοτέρας οὔσης τοῦ νάρθηκος, διὰ τὴν εἰρημένην αἰτίαν.
但有些东西由于通道太小而受阻,例如玻璃;因为出于上述原因,虽然玻璃比大茴香茎更稀疏,但其中的通道并不聚集。
ὁμοίως δὲ καὶ τὸ ὕδωρ καὶ εἴ τι ἄλλο τοιοῦτον· ὥστε καὶ τόδε φανερόν, διότι τοῦ μανοῦ καὶ μαλακοῦ ἢ ταὐτοῦ ὄντος ἢ παραπλησίου τὴν φύσιν, οὐ τὸ μανότερον μᾶλλον συνάγεται εἰς αὑτό· ἡ γὰρ αὐτὴ αἰτία πάντων.
水以及任何其他类似的事物也是如此;因此这也显而易见,即当稀疏和柔软在性质上相同或相近时,更稀疏的并不更容易自我压缩;因为所有这些的原因都是相同的。
§11.59Διὰ τί γίνεται ἐλάττων μὲν ἡ φωνὴ ἐξαιρουμένων, ὁμοία δὲ τὸν χαρακτῆρα;
为什么当发声器官的部分被切除时,声音会变小,但其特征却保持相似?
ἢ ὅτι ἐμέμικτο αὐτοῖς;
或者是因为特征曾与它们混合在一起?
τὸ δὲ μεμιγμένον οὐ τῇ μέν ἐστι τῇ δὲ οὔ, ἀλλὰ πάντη.
而混合在一起的东西并非只存在于某一部分而不存在于另一部分,而是无处不在。
ὁμοίως οὖν πανταχόθεν ἐξαιρουμένων συνέρχεται ὁμοίως, ὥστ’ ἔλαττόν τε ἀνάγκη καὶ ὅμοιον εἶναι.
因此,当它们从各个部分被同样切除时,它也同样地聚集起来,所以必然会变小而又保持相似。
§11.60Διὰ τί ἰσχνόφωνοι γίνονται;
为什么人们会变得口吃?
πότερον διὰ θερμότητα προπετέστεροί εἰσιν, ὥστε προσπταίοντες ἐπίσχουσιν, ὥσπερ οἱ ὀργιζόμενοι;
是因为由于温热,他们更加急躁,以至于在受挫时停顿下来,正如发怒的人一样?
καὶ γὰρ οὗτοι πλήρεις ἄσθματος γίνονται.
因为这些人也会变得气喘吁吁。
πολὺ μὲν οὖν τὸ πνεῦμα συμβαίνει.
因此产生了大量的气息。
〈ἢ〉 διὰ τὴν ζέσιν τοῦ θερμοῦ ἀσθμαίνουσιν, διὰ τὸ πολὺ εἶναι καὶ μὴ φθάνειν ὑπεξιὸν τῷ τῆς ἀναπνοῆς καιρῷ;
或者是由于温热的沸腾,他们气喘吁吁,因为气息很多,无法在呼吸的适当时机及时排出?
ἢ μᾶλλον τοὐναντίον κατάψυξις ἢ θερμότης τοῦ τόπου ᾧ φθέγγονται, ὥσπερ ἀποπληξία τοῦ μέρους τούτου;
或者相反,是他们发声部位的冷却而非炎热,就像是该部位的瘫痪?
διὸ καὶ θερμαινόμενοι ὑπὸ οἴνου καὶ τοῦ λέγειν συνεχῶς ῥᾷον συνείρουσι τὸν λόγον.
因此,当他们因饮酒以及持续说话而暖和起来时,就能更容易地连贯说话。
§11.61Διὰ τί τοῦ χειμῶνος αἱ φωναὶ βαρύτεραι;
为什么冬天里声音更低沉?
ἢ ὅτι παχύτερος ὁ ἀήρ, παχυτέρου δὲ ὄντος βραδυτέρα ἡ κίνησις, ὥσθ’ ἡ φωνὴ βαρυτέρα.
是因为空气更浓密,而当空气更浓密时,运动更缓慢,所以声音更低沉吗?
ἢ διότι διὰ τῶν στενῶν βραδύτερον χωρεῖ ὁ ἀήρ, συμφράττεται δὲ τὸ περὶ τὸν φάρυγγα ὑπό τε τοῦ ψυχροῦ καὶ τοῦ ἐπιρρέοντος φλέγματος.
或者是因为空气穿过狭窄处时移动得更慢,而喉咙周围被寒冷和流入的黏液所阻塞?
§11.62Διὰ τί τὰ παιδία καὶ αἱ γυναῖκες καὶ οἱ εὐνοῦχοι καὶ οἱ γέροντες φθέγγονται ὀξύ;
为什么儿童、妇女、阉人以及老人发出高尖的声音?
ἢ ὅτι θάττων κίνησίς ἐστιν ἡ ὀξυτέρα;
或者是因为较快的运动就是较高尖的?
ἔστι δὲ τὸ αὐτὸ πλείονος δυσκινητότερον, ὥστε οἱ ἐν ἀκμῇ πλείω συνεπισπῶνται τὸν ἀέρα· οὗτος οὖν βραδύτερον ἰὼν βαρυτέραν παρασκευάζει τὴν φωνήν.
而同样的事物,数量越多越难移动,因此处于壮年的人吸入更多的空气;因此,这些空气移动得更慢,产生了较低沉的声音。
ἐν δὲ τοῖς παιδίοις καὶ εὐνούχοις διὰ τὸ ἐλάττω ἔχειν ἐναντίως.
但在儿童和阉人中,由于他们拥有的较少,所以情况相反。
τρέμειν δὲ τοὺς πρεσβύτας οὐ δυναμένους κρατεῖν, ὥσπερ τοῖς ἀδυνάτοις καὶ παιδίοις, ὅταν μακρὸν ξύλον λάβωσιν ἀπ’ ἄκρου, τὸ ἕτερον ἄκρον σείεται διὰ τὸ μὴ κρατεῖν.
而老人发抖是因为他们无法控制,正如虚弱的人和儿童,当他们拿着长木棍的一端时,另一端会因为无法控制而摇晃。
(διὰ τοῦτο καὶ οἱ πρεσβῦται τρέμουσιν διὰ τὸ μηκέτι κρατεῖν).
(因此,老人也因为无法再控制而发抖)。
τὸ αὐτὸ δὲ ὑποληπτέον καὶ ἐπὶ τῶν ἀγωνιώντων καὶ φοβουμένων καὶ ῥιγώντων αἴτιον τοῦ τρόμου τῆς φωνῆς.
对于感到焦虑、害怕和发冷的人,其声音发抖的原因,也应该作相同的设想。
τοῦ γὰρ ἔχοντος τὴν φωνὴν τοιαύτην, τῶν τοιούτων παθῶν εἴσω περιεστηκότος τοῦ πλείστου, λοιπὸν ὀλίγον ὂν οὐ δύναται κρατεῖν τῆς φωνῆς· διὸ καὶ σείεται καὶ τρέμει.
因为在拥有这种声音的人身上,当这些受动的大部分退缩到内部时,剩下的一点点就无法控制声音;因此声音会摇晃和发抖。
διὸ καὶ οἱ τεχνικοὶ τῶν συνειδότων ὅτι ἀγωνιῶσι μικρὸν διαλέγονται ἀπ’ ἀρχῆς, καὶ ἄχρι οὗ ἂν καταστῶσιν· μικρᾶς γὰρ οὔσης τῆς φωνῆς ῥᾷον κρατοῦσιν.
因此,那些意识到自己感到焦虑的技巧熟练者,在开始时以及在安定下来之前,会用微弱的声音说话;因为当声音微弱时,他们更容易控制。

词汇与语法注释

  1. §11.58διορᾶται — 动词 διοράω 的第三人称单数被动语态。意为“(某物)被看穿”,但此处根据上下文应省略并补出主语“视觉”(ἡ ὄψις),或作非人称使用,表示“能够看穿”。后文“διὰ τοῦτο καὶ διὰ μὲν τῆς ὑέλου διορᾶται”中的用法亦然。
  2. §11.62τοῦ γὰρ ἔχοντος τὴν φωνὴν τοιαύτην, τῶν τοιούτων παθῶν εἴσω περιεστηκότος τοῦ πλείστου — 此处并列了两个属格绝对结构。第一个“τοῦ γὰρ ἔχοντος...”表示前提条件“对于拥有这种声音的人而言”,第二个“τῶν τοιούτων παθῶν...”则解释原因“因为这类情感(或状态)的大部分已退缩到内部”。随后的“λοιπὸν ὀλίγον ὄν”为宾格绝对结构,补充说明剩余的力量或热量已所剩无几。

引用这一段

亚里士多德, 问题集 §11.58-11.62. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:11.58-11.62

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。