§11.7Διὰ τί αἱ νεηλιφεῖς οἰκίαι μᾶλλον ἠχοῦσιν;
为什么新抹石灰的房屋更容易产生回声?
ἢ ὅτι μᾶλλον ἀνάκλασις γίνεται διὰ τὴν λειότητα;
是因为由于光滑而产生更多的反射吗?
λειότεραι δὲ διὰ τὸ ἀρραγὲς καὶ τὸ συνεχές.
而由于无裂缝且连续,它们更加光滑。
δεῖ δὲ μὴ παντελῶς ὑγρὰν ἀλλ’ ἤδη ξηρὰν λαμβάνειν· ἀπὸ πηλοῦ γὰρ οὐκ ἔστιν ἀνάκλασις.
但必须假定它们不是完全湿的,而是已经干了的;因为泥土是不会产生反射的。
διὰ ταῦτα δὲ καὶ τὰ κονιάματα μᾶλλον ἠχεῖ.
由于这些原因,石灰抹面也更容易产生回声。
συμβάλλεται δὲ ἴσως καὶ ἡ ἀκινησία τοῦ ἀέρος· ἀθρόος γὰρ ἰὼν μᾶλλον ἀποπλήττεται τὸν προσπίπτοντα.
也许空气的静止也有助于此;因为空气成团地移动,更能击退碰撞过来的声音。
§11.8Διὰ τί, ἐάν τις πίθον καὶ κεράμια κενὰ κατορύξῃ καὶ πωμάσῃ, μᾶλλον ἠχεῖ τὰ οἰκήματα, καὶ ἐὰν φρέαρ ἢ λάκκος ᾖ ἐν τῇ οἰκίᾳ;
为什么如果有人把大罐和空陶器埋在地下并盖上盖子,房间就会更容易产生回音? 如果屋里有井或水池也是如此?
〈ἢ〉 ὅτι ἐπεὶ ἀνάκλασις ἡ ἠχώ, δεῖ περιειλημμένον ἀθρόον εἶναι τὸν ἀέρα, καὶ ἔχειν πρὸς ὃ ἀνακλασθήσεται, προσπῖπτον πυκνὸν καὶ λεῖον;
〈或者〉是因为,既然回声是反射,空气就必须被包围且聚集,并且必须有一个供其反射的媒介,在碰撞时该媒介是致密且光滑的?
οὕτω γὰρ μάλιστα ἦχος γίνεται.
因为这样最容易产生声音。
τὸ μὲν οὖν φρέαρ καὶ ὁ λάκκος ἔχει τὴν στενότητα καὶ τὴν ἄθροισιν, οἱ δὲ πίθοι καὶ τὰ κεράμια καὶ τὴν πυκνότητα τῶν περιεχόντων, ὥστε ἐξ ἀμφοτέρων τὸ συμβαῖνον.
井和水池具有狭窄和聚集的特点,而大罐和陶器则具有容器壁的致密性,因此该现象是由这两者共同作用产生的。
καὶ γὰρ τὰ κοῖλα μᾶλλον ἠχεῖ· διὰ τοῦτο καὶ ὁ χαλκὸς μάλιστα τῶν ἄλλων.
因为空心的东西确实更容易产生回声;正因如此,青铜也比其他东西更容易回响。
ὅτι δὲ κατορωρυγμένα, οὐθὲν ἄτοπον· ἡ γὰρ φωνὴ φέρεται κάτω οὐχ ἧττον.
而它们被埋在地下也并不奇怪;因为声音向下传播的程度并不少。
ὅλως δὲ πανταχῇ δοκεῖ καὶ κύκλῳ φέρεσθαι.
总之,声音似乎向各个方向且呈圆形传播。
§11.9Διὰ τί δὲ μᾶλλον, ἐὰν κατορύξῃ τις, ἠχεῖ, ἢ ἐὰν μή;
那么,为什么埋在地下比不埋在地下更容易产生回声?
ἢ ὅτι περιστεγόμενα μᾶλλον εἰς αὑτὰ δέχεται καὶ κατέχει τὸν ἀέρα;
是因为它们被周围包围着,能更好地在自身中接纳并保持空气吗?
συμβαίνει δὲ καὶ τὴν πληγὴν σφοδροτέραν γίνεσθαι.
而且撞击也变得更加剧烈。
§11.10Διὰ τί τὸ ὕδωρ τὸ ψυχρὸν ἐκ τοῦ αὐτοῦ ἀγγείου ἐκχεόμενον ὀξύτερον ποιεῖ τὸν ψόφον;
为什么冷水从同一个容器中倒出时会发出更高亢的声音?
ἢ ὅτι θάττων ἡ φορά;
是因为其移动速度更快吗?
βαρύτερον γάρ.
因为冷水更重。
ἡ δὲ θάττων ὀξύτερον ποιεῖ τὸν ψόφον.
而更快的移动会产生更高亢的声音。
τὸ δὲ θερμὸν καὶ τῇ μανότητι καὶ τῇ ἀναφορᾷ κουφίζει.
但热水由于稀疏和上升的趋势而减轻了重量。
παρόμοιον δὲ ὅτι καὶ αἱ δᾷδες καιόμεναι ἀσθενεστέραν τὴν πληγὴν ποιοῦσιν.
与此相似的是,燃烧的火把也会使撞击变得更弱。
§11.11Διὰ τί τοῖς ἠγρυπνηκόσιν ἡ φωνὴ τραχυτέρα;
为什么熬夜不睡的人声音更沙哑?
ἢ διότι ὑγρότερον τὸ σῶμα διὰ τὴν ἀπεψίαν, καὶ οὐχ ἥκιστα περὶ τὸν ἄνω τόπον, διὸ καὶ βάρος ἐν τῇ κεφαλῇ·
是因为由于消化不良,身体更湿润,尤其是上部区域,因此头部也感到沉重吗?
ὑγρότητός τε περὶ τὸν βρόγχον οὔσης ἀνάγκη καὶ τραχυτέραν εἶναι τὴν φωνήν.
由于气管周围有湿气,声音必然也更沙哑。
ἡ μὲν γὰρ τραχύτης διὰ τὴν ἀνωμαλίαν, ἡ δὲ βαρύτης διὰ τὴν ἔμφραξιν· βραδυτέρα γὰρ ἡ φορά.
因为沙哑是由于不均匀,而低沉是由于阻塞;因为气流移动变慢了。
§11.12Διὰ τί μετὰ τὰ σιτία τάχιστα ἀπορρήγνυται ἡ φωνή;
为什么在进食后声音最容易变哑?
ἢ ὅτι κοπτόμενος μὲν ὁ τόπος ἐκθερμαίνεται, θερμαινόμενος δὲ ἕλκει τὴν ὑγρότητα;
是因为该部位因受到劳累而变热,变热后又吸引了湿气吗?
πλείων δὲ αὕτη καὶ ἑτοιμοτέρα διὰ τὴν προσφοράν.
而由于进食,这种湿气更充足且更易产生。
§11.13Διὰ τί οἱ κλαίοντες ὀξὺ φθέγγονται, οἱ δὲ γελῶντες βαρύ;
为什么哭泣的人发出高音,而大笑的人发出低音?
ἢ ὅτι οἱ μὲν ὀλίγον κινοῦσι πνεῦμα δι’ ἀσθένειαν, οἱ δὲ σφοδρῶς, ὃ ποιεῖ ταχὺ φέρεσθαι τὸ πνεῦμα;
是因为前者由于虚弱而只移动少量的气息,而后者移动剧烈,从而使气息快速传送吗?
τὸ δὲ ταχὺ ὀξύ· καὶ γὰρ ἀπὸ συντόνου τοῦ σώματος ῥιπτούμενον ταχὺ φέρεται.
而快的就是高音;因为从紧张的身体中投掷出的东西移动得很快。
ὁ δὲ γελῶν τοὐναντίον διαλελυμένως·
相反,大笑的人是在放松的状态下进行。
οἱ δὲ ἀσθενεῖς ὀξύ· ὀλίγον γὰρ ἀέρα κινοῦσιν· οἱ δὲ ἐπιπολῆς.
而虚弱的人发出高音,因为他们只移动少量的空气,且是在表面移动。
ἔτι οἱ μὲν γελῶντες θερμὸν τὸ πνεῦμα ἀφιᾶσιν, οἱ δὲ κλαίοντες, ὥσπερ καὶ ἡ λύπη κατάψυξίς ἐστι τοῦ τόπου τοῦ περὶ τὰ στήθη, καὶ τὸ πνεῦμα ψυχρότερον ἀφιᾶσιν.
此外,是因为大笑的人释放出热的气息,而哭泣的人——正如悲伤是胸部周围区域的冷却一样——释放出较冷的气息吗?
τὸ μὲν οὖν θερμὸν πολὺν ἀέρα κινεῖ, ὥστε βραδέως φέρεσθαι, τὸ δὲ ψυχρὸν ὀλίγον.
热的气息移动大量的空气,使其缓慢传送,而冷的气息移动少量的空气。
συμβαίνει δὲ τοῦτο καὶ ἐπὶ τῶν αὐλῶν· οἱ γὰρ θερμοτέρῳ τῷ πνεύματι αὐλοῦντες πολὺ βαρύτερον αὐλοῦσιν.
这种情况也发生在双簧管上;因为用较热的气息吹双簧管的人,吹出的音调要低得多。