Humanitext Reader

亚里士多德 · 问题集 §11.14-11.18

年龄季节与身体状态对声音高低的影响

第 57 段,共 148 段 · 希腊语

内容简介

本文从空气运动速度和体热的角度分析了幼小动物和哭泣者发出高音的原因,并从喉部狭窄、空气密度和睡眠时间长短等物理角度解释了无生育能力者声音高亢以及冬天或饮酒后声音变低沉的原因。

§11.14Διὰ τί οἱ παῖδες καὶ τὰ ἄλλα τῶν ζῴων τὰ νέα ὀξύτερον φθέγγονται τῶν τελείων, καὶ ταῦτα τῆς ὀξύτητος σφοδρότητος οὔσης;
为什么儿童和其它动物的幼儿比成年的动物发出更高亢的声音? 而且,尽管高音本质上伴随着强烈性,但情况仍是如此,这是为什么?
ἢ ἡ φωνή ἐστιν ἀέρος κίνησις, καὶ ἡ θάττων ὀξυτέρα;
是因为声音是空气的运动,而更快的运动产生更高亢的音调吗?
ῥᾷον δὲ καὶ θᾶττον ὁ ὀλίγος τοῦ πολλοῦ κινεῖται ἀήρ.
少量的空气确实比大量的空气更容易且更快地被移动。
κινεῖται δὲ ἢ συγκρινόμενος ἢ διακρινόμενος ὑπὸ θερμοῦ.
而空气的移动,或者是由于被热量浓缩,或者是由于被热量稀释。
ἐπεὶ δὲ ἡ μὲν εἰσπνοή ἐστι ψυχροῦ εἰσαγωγή, συγκρίνοιτ’ ἂν ἐν αὐτῇ ὁ ἐν ἡμῖν ἀήρ· ἡ δὲ ἐκπνοή, θερμοῦ κινήσαντος ἀέρα, γίνοιτ’ ἂν [ἡ] φωνή· ἐκπνέοντες γάρ, οὐκ εἰσπνέοντες φωνοῦμεν.
既然吸气是引入冷气,那么在吸气时,我们体内的空气就会被浓缩;而呼气,则是由于热量移动了空气,从而产生声音;因为我们在呼气时发声,而不是在吸气时发声。
ἐπεὶ δὲ τὰ νέα θερμότερά ἐστι τῶν πρεσβυτέρων καὶ τοὺς ἐν αὑτοῖς πόρους στενωτέρους ἔχει, ἐλάττω ἂν ἀέρα ἔχοι ἐν ἑαυτοῖς.
既然幼儿比年长者更热,且体内的通道更狭窄,他们体内的空气就会更少。
ὄντος δὲ τοῦ τε κινουμένου ἐλάττονος καὶ τοῦ κινοῦντος θερμοῦ πλείονος ἐν αὐτοῖς, θᾶττον ἂν δι’ ἄμφω ἡ κίνησις γένοιτο τοῦ ἀέρος· ἡ δὲ θάττων ὀξυφωνοτέρα ἂν εἴη διὰ τὰ προειρημένα.
由于被移动的空气较少,且在他们体内起移动作用的热量较多,因为这两个原因,空气的运动会变得更快;而根据前述原因,更快的运动会产生更高亢的声音。
§11.15Διὰ τί οἱ κλαίοντες ὀξὺ φθέγγονται, οἱ δὲ γελῶντες βαρύ;
为什么哭泣的人发出高音,而大笑的人发出低音?
ἢ ὅτι οἱ μὲν κλαίοντες συντείνοντες καὶ συνάγοντες τὸ στόμα φωνοῦσιν;
是因为哭泣的人是通过紧绷和收缩口部来发声的吗?
τῇ τε δὴ συντονίᾳ κινεῖται ταχὺ ὁ ἐν αὐτοῖς ἀὴρ, καὶ τῷ διὰ στενοῦ τοῦ στόματος φέρεσθαι θᾶττον φέρεται· δι’ ἄμφω οὖν ὀξεῖα γίνεται ἡ φωνή.
事实上,由于这种紧绷,他们体内的空气移动得很快,又因为通过狭窄的口部传送,它被传送得更快;因此,由于这两个原因,声音变得高亢。
οἱ δὲ γελῶντες ἀνέντες τὸν τόνον γελῶσι καὶ κεχηνότες.
而大笑的人则是放松了紧张状态并张着口大笑。
ἐκπέμποντες οὖν διὰ τοῦτ’ εὐρέως καὶ βραδέως τὸν ἀέρα εἰκότως βαρυφωνοῦσιν.
因此,由于这个原因,他们宽阔地且缓慢地排出空气,自然就发出低沉的声音。
§11.16Διὰ τί οἱ ἄγονοι, οἷον παῖδες, γυναῖκες, καὶ οἱ ἤδη γέροντες καὶ οἱ εὐνοῦχοι, ὀξὺ φθέγγονται, οἱ δὲ ἄνδρες βαρύ;
为什么没有生育能力的人——例如儿童、妇女、已经衰老的老人以及阉人——发出高音,而成年男子发出低音?
ἢ καθάπερ ἡ γραμμὴ καὶ τὰ ἄλλα λεπτὰ ἓν διάστημα ἔχει, τὰ δὲ παχέα πλείω, οὕτω καὶ ἡ λεπτὴ φωνὴ ἓν ἂν ἔχοι διάστημα.
是因为,正如线和其他细物只有一个维度,而粗物有多个维度一样,细弱的声音也只有一个维度吗?
ῥᾷον δὲ καὶ ποιῆσαι καὶ κινῆσαι ἐστὶν ἓν ἢ πλείω.
而且,制作和移动一个维度比移动多个维度更容易。
ἐχόντων οὖν τῶν προειρημένων πνεῦμα ἀσθενές, κινεῖ αὐτῷ ἀέρα ὀλίγον.
因此,由于上述人群的呼吸微弱,他们用它只能移动少量的空气。
ἐλάχιστος δέ ἐστιν ὁ ἓν διάστημα ἔχων, ὃς ἔσται λεπτὸς διὰ τὰ προειρημένα.
而只有一个维度的空气是最小的,根据上述原因,它将是细薄的。
καὶ ἡ ἀπ’ αὐτοῦ φωνὴ γινομένη τοιαύτη· ἡ δὲ λεπτὴ φωνὴ ὀξεῖά ἐστιν.
由它产生的声音也是如此;而细薄的声音就是高亢的。
οἱ μὲν οὖν ἄγονοι διὰ ταῦτα ὀξύφωνοί εἰσιν· οἱ δὲ ἄνδρες ἰσχύοντες τῷ πνεύματι πολὺν ἀέρα κινοῦσι, πολὺς δὲ ὢν βραδέως ἂν κινοῖτο καὶ βαρεῖαν φωνὴν ποιεῖ.
因此,没有生育能力的人由于这些原因而声音高亢;相反,成年男子呼吸有力,移动了大量的空气,而大量的空气移动缓慢,从而产生低沉的声音。
ἐποίει γὰρ ἥ τε λεπτὴ καὶ ἡ ταχεῖα κίνησις ὀξεῖαν φωνήν, ὧν οὐδέτερον ἐπὶ τοῦ ἀνδρὸς συμβαίνει γίνεσθαι.
因为细薄的运动和快速的运动都会产生高音,而这两者在男子身上都没有发生。
§11.17Διὰ τί αἱ φωναὶ βαρύτεραι ἡμῖν εἰσὶ τοῦ χειμῶνος;
为什么我们在冬天时的声音更低沉?
ἢ ὅτι παχύτερος ὁ ἀήρ ἐστι τότε, καὶ ὁ ἐν ἡμῖν καὶ ὁ ἐκτός;
是因为那时的空气更浓厚,不论是我们体内的空气还是外面的空气?
παχυτέρου δὲ ὄντος βραδυτέρα ἡ κίνησις γίνεται, ὥστε ἡ φωνὴ βαρυτέρα.
当空气更浓厚时,运动变得更慢,从而使声音更低沉。
ἔτι ὑπνωτικώτεροί ἐσμεν τοῦ χειμῶνος ἢ τοῦ θέρους, καὶ καθεύδομεν πλείω χρόνον· ἐκ δὲ τῶν ὕπνων βαρύτεροί ἐσμεν.
此外,我们冬天比夏天更容易犯困,睡眠时间也更长;而在睡眠之后我们的声音更低沉。
ἐν ᾧ οὖν πλείονα χρόνον καθεύδομεν ἢ ἐγρηγόραμεν (οὗτος δέ ἐστιν ὁ χειμών), ἐν τούτῳ ἂν εἴημεν βαρυφωνότεροι ἢ ἐν ιὧ τοὐναντίον.
因此,在我们睡眠时间长于清醒时间的季节里(也就是冬天),我们在这一季节的声音会比相反情况的季节更低沉。
τοῦ γὰρ μεταξὺ τῆς ἐγέρσεως ὄντος ὀλίγου χρόνου, ἡ ἐν τῷ ὕπνῳ ἕξις γινομένη διαμένει πρὸς τὴν καθύπνωσιν.
因为在两次清醒之间的间隔时间很短,所以在睡眠中产生的身体状态会一直持续到下一次入睡。
§11.18Διὰ τί ἐκ τῶν πότων καὶ τῶν ἐμέτων καὶ ἐν τοῖς ψύχεσι βαρύτερον φθέγγονται;
为什么在饮酒、呕吐之后以及在寒冷中,人们会发出更低沉的声音?
ἢ διὰ τὴν ἔμφραξιν τοῦ φάρυγγος τὴν γινομένην ὑπὸ τοῦ φλέγματος;
是因为由粘液(痰)引起的喉部阻塞吗?
ἐπικατασπᾷ γὰρ ῥευμάτιον εἰς αὐτόν·
因为卡他(分泌液)会流入喉部。
καὶ τοῖς μὲν ὁ ἔμετος ἢ ὁ πότος, τοῖς δὲ ἡ ὥρα καὶ τὸ συμπλήρωμα στενώτερον ποιεῖ τὸν φάρυγγα, ὥστε βραδυτέρα γίνεται ἡ φορὰ τοῦ πνεύματος.
对一些人来说,呕吐或饮酒,而对另一些人来说,季节或体液充盈使喉部变得更狭窄,从而使气息的传送变得更慢。
ἡ δὲ βραδεῖα φορὰ καὶ βαρεῖαν ποιεῖ φωνήν.
而缓慢的传送会产生低沉的声音。

词汇与语法注释

  1. 11.14καὶ ταῦτα τῆς ὀξύτητος σφοδρότητος οὔσης — 成语性短语 `καὶ ταῦτα`(表示“而且”、“尽管如此”)后接以名词 `ὀξύτης`(高音)为主语的属格独立结构 `τῆς ὀξύτητος σφοδρότητος οὔσης`(高音本是强烈的特征)。这揭示了一个矛盾:尽管幼小生物体质虚弱,而高音在物理上与“强烈/强壮”相联系,它们却发出高音。
  2. 11.16διάστημα — 这里的 `διάστημα` 不是指音乐上的“音程”,而是指几何学上的“维度”或“延伸”。基于亚里士多德物理学,正如一维几何对象(线 `γραμμή`)较简单且易于移动,仅具有一个维度的“细弱声音”也更容易移动,这在物理上导致了高音。
  3. 11.17τοῦ γὰρ μεταξὺ τῆς ἐγέρσεως ὄντος ὀλίγου χρόνου — 属格独立结构。属格名词 `χρόνου`(时间)被介词短语 `μεταξὺ τῆς ἐγέρσεως`(在两次睡眠之间的清醒期间)所修饰。这说明由于冬天清醒的时间很短,在睡眠中产生的身体状态(`ἕξις`)来不及消除而一直持续。
  4. 11.18τοῖς μὲν ὁ ἔμετος ἢ ὁ πότος, τοῖς δὲ ἡ ὥρα καὶ τὸ συμπλήρωμα — 与格代词 `τοῖς μ占 ... τοῖς δὲ` 用作关系与格(或称关涉与格)。`τοῖς μὲν` 指“经历呕吐或饮酒的人”,而 `τοῖς δὲ` 指“受季节(寒冷)和体液充盈影响的人”。该句对比说明了不同的原因如何导致喉部变窄并使声音低沉。

引用这一段

亚里士多德, 问题集 §11.14-11.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:11.14-11.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。