§11.1Διὰ τί τῶν αἰσθήσεων ἐκ γενετῆς μάλιστα τὴν ἀκοὴν πηροῦνται;
为什么在各种感觉中,人们从出生起最容易丧失的是听觉?
ἢ ὅτι ἀπὸ τῆς αὐτῆς ἀρχῆς εἶναι δόξειεν ἂν ἥ τε ἀκοὴ καὶ ἡ φωνή;
是因为听觉和声音似乎来自同一个起点吗?
ῥᾷστα δὲ δοκεῖ διαφθείρεσθαι ἡ διάλεκτος οὖσα εἶδος φωνῆς, καὶ χαλεπώτατα ἐπιτελεῖσθαι.
而且言语作为声音的一种,似乎最容易被破坏,也最难完成。
σημεῖον δὲ ὅτι μετὰ τὸ γενέσθαι πολὺν χρόνον ἐνεοί ἐσμεν· τὸ μὲν γὰρ πρῶτον ὅλως οὐδὲ λαλοῦμεν οὐθέν, εἶτα ὀψέ ποτε ψελλίζομεν.
其证据在于,出生后的很长一段时间内我们都是无法说话的;因为起初我们根本不说话,然后过了很久才开始咿呀学语。
διά τε τὸ τὴν διάλεκτον εὔφθαρτον εἶναι, τὴν αὐτὴν δὲ ἀρχὴν ἀμφοτέρων εἶναι καὶ τῆς διαλέκτου (φωνὴ γάρ τις καὶ τῆς ἀκοῆς ὥσπερ καὶ εἰ συμβεβηκότος), ῥᾷστα τῶν αἰσθήσεων φθείρεται, καὶ οὐ καθ’ αὑτὴν ἡ ἀκοή.
而且由于言语容易被破坏,且两者的起点也是同一个,言语的起点也是如此(因为言语是某种声音,听觉的起点也是如此,就像是通过偶性联结一样),所以在各种感觉中听觉最容易受损,且并非因为自身的原因。
τεκμήριον δὲ ἔστιν καὶ ἐκ τῶν ἄλλων ζῴων λαβεῖν, ὅτι παντελῶς εὔφθαρτός ἐστιν ἡ ἀρχὴ τῆς διαλέκτου· λαλεῖ γὰρ οὐθὲν τῶν ἄλλων ζῴων πλὴν ἀνθρώπου, καὶ οὗτοι δὲ ὀψέ ποτε, καθάπερ εἴρηται.
我们也可以从其他动物中得到证据,即言语的起点是完全容易被破坏的;因为除了人类之外,其他动物都不说话,而人类正如刚才所说,也是很晚才开始说话。
§11.2Διὰ τί οἱ κωφοὶ πάντες διὰ τῶν ῥινῶν φθέγγονται;
为什么所有聋人都通过鼻子发声?
ἢ διὰ τὸ ἐγγὺς τοῦ ἐνεοὺς εἶναι;
是因为他们接近于无法说话的状态吗?
οἱ δὲ ἐνεοὶ λαλοῦσι διὰ τῶν ῥινῶν· ταύτῃ γὰρ αὐτῶν ἐκπίπτει τὸ πνεῦμα διὰ τὸ τῷ στόματι μεμυκέναι.
而无法说话的人是通过鼻子说话的;因为通过这种方式,他们的气息会因为口闭合而从鼻子漏出。
μεμύκασι δέ, ὅτι οὐθὲν εἰς φωνὴν χρῶνται τῇ γλώττῃ.
他们口闭合是因为在发声时完全不用舌头。
§11.3Διὰ τί μεγαλόφωνοι πάντες εἰσὶν οἱ θερμοὶ τὴν φύσιν;
为什么所有天生燥热的人声音都很洪亮?
ἢ ὅτι ἀνάγκη καὶ ἀέρα πολὺν καὶ ψυχρὸν ἐν τούτοις εἶναι;
是因为在他们体内必然存在着大量且寒冷的空气吗?
ἕλκει γὰρ θερμὸν πνεῦμα πρὸς ἑαυτὸ καὶ ἀέρα, καὶ πλείω τὸ πλεῖον.
因为热会把气息和空气吸引到自身,热量越多,吸引的空气也越多。
ἡ δὲ μεγάλη φωνὴ γίνεται ἐν τῷ πολὺν ἀέρα κινεῖν, καὶ ὀξεῖα ἐν τῷ ταχέως· βαρεῖα δὲ ἡ ἐν τῷ βραδέως.
而大声是在于移动大量的空气,高音在于快速移动,而低音则在于缓慢移动吗?
§11.4Διὰ τί οἱ κωφοὶ πάντες διὰ τῶν ῥινῶν φθέγγονται;
为什么所有聋人都通过鼻子发声?
ἢ διὰ τὸ βιαιότερον πνεῖν τοὺς κωφούς;
是因为聋人呼吸更剧烈吗?
ἐγγὺς γὰρ τοῦ ἐνεοὶ εἶναι εἰσίν.
因为他们接近于无法说话的状态。
διίσταται οὖν τῶν μυκτήρων ὁ πόρος ὑπὸ τοῦ πνεύματος· οἱ τοιοῦτοι δὲ διὰ ῥινῶν φθέγγονται.
因此,鼻腔的通道被呼吸力强行扩张;而这样的人通过鼻子发声。
§11.5Διὰ τί εὐηκοώτερα τὰ τῆς νυκτός;
为什么夜间声音更容易被听见?
ἢ ὅτι μᾶλλον ἠρεμία διὰ τὴν τοῦ θερμοτάτου ἀπουσίαν;
是因为由于最热的事物不在而更加宁静吗?
διὸ καὶ ὡς ἐπὶ τὸ πολὺ ἀταρακτότερα.
因此,在大多数情况下也更少受到干扰。
ὁ γὰρ ἥλιος ὁ κινῶν.
因为太阳是推动者。
§11.6Διὰ τί πόρρωθεν αἱ φωναὶ ὀξύτεραι δοκοῦσιν εἶναι;
为什么远方的声音听起来更高亢?
οἱ γοῦν μιμούμενοι τοὺς σφόδρα πόρρω ὄντας καὶ βοῶντας ὀξὺ φθέγγονται καὶ ὅμοιον τοῖς ἀπηχοῦσιν, καὶ τῆς ἠχοῦς ὀξύτερος φαίνεται ὁ ψόφος.
至少,模仿那些在极远处叫喊的人,发出的声音又高又像回声,而回声的声音显得更高音。
ἔστι δὲ πόρρω· ἀνακλᾶται γάρ.
而它是遥远的,因为它是被反射的。
οὐκοῦν ἐπεὶ ὀξὺ μὲν ἐν ψόφῳ τὸ ταχύ, βαρὺ δὲ τὸ βραδύ, ἔδει βαρυτέρας πόρρωθεν φαίνεσθαι τὰς φωνάς.
因此,既然声音中较快的是高音,较慢的是低音,那么来自远方的声音本该听起来更低沉。
τὰ γὰρ αὖ φερόμενα πάντα βραδύτερον φέρεται ὅσῳ ἂν ἀπέχῃ τῆς ἀρχῆς πλεῖον, καὶ τέλος πίπτει.
因为另一方面,所有被传送的物体,离其起点越远,移动得越慢,并最终落下。
πότερ’ οὖν ὅτι οἱ μιμούμενοι ἀμενηνῇ τῇ φωνῇ μιμοῦνται, καὶ λεπτὴν τὴν πόρρωθεν φωνήν;
那么,是因为模仿者用微弱的声音来模仿,把来自远方的声音当作细微的声音吗?
λεπτὴ δὲ βαρεῖα οὐκ ἔστιν, οὐδὲ μικρὸν καὶ ἀμενηνὸν φθέγγεσθαι βαρύ, ἀλλ’ ὀξὺ ἀνάγκη.
而细微的声音并不是低沉的,用微小而微弱的声音发出低音是不可能的,而是必然要发出高音。
ἢ οὐ μόνον οἱ μιμούμενοι διὰ τοῦτο μιμοῦνται, ἀλλὰ καὶ οἱ ψόφοι αὐτοὶ ὀξύτεροι γίνονται;
还是不仅模仿者因为这个原因而模仿,而且声音本身也实际上变高了?
αἴτιον δὲ ὅτι ὁ ἀὴρ ὁ φερόμενος ποιεῖ τὸν ψόφον· καὶ ὥσπερ τὸ πρῶτον ψοφεῖ τὸ κινῆσαν τὸν ἀέρα, οὕτω δεῖ πάλιν ποιῆσαι τὸν ἀέρα, καὶ ἄλλον κινοῦντα εἶναι, τὸν δὲ κινούμενον.
其原因在于,传送的空气产生了声音;正如最初推动空气的物体发出声音一样,空气也必须依次产生声音,且必须一个是推动者,另一个是被推动者。
διὸ ὁ ψόφος συνεχής, ὅτι ἀεὶ ἐκδέχεται κινοῦντα κινῶν, ἕως ἂν ἀπομαρανθῇ, ὃ ἐπὶ τῶν σωμάτων ἐστὶ τὸ πεσεῖν, ὅταν μηκέτι δύνηται ὠθεῖν ὁ ἀὴρ ἔνθα μὲν τὸ βέλος, ἔνθα δὲ τὸν ἀέρα.
因此声音是连续的,因为运动者在运动时总是继承前一个运动者,直到它衰退,这在物体上相当于落下,也就是当空气无法再推动一处的飞矢、另一处的空气的时候。
ἡ μὲν γὰρ φωνὴ γίνεται ἡ συνεχὴς ἀέρος ὠθουμένου ὑπ’ ἀέρος, τὸ δὲ βέλος φέρεται σώματος ὑπ’ ἀέρος κινουμένου.
因为连续的声音是由空气被空气推动而产生的,而飞矢是作为被空气推动的物体被传送的。
ἐνταῦθα μὲν οὖν ἀεὶ τὸ αὐτὸ φέρεται σῶμα, ἕως ἂν καταπέσῃ, ἐκεῖ δὲ ἀεὶ ἕτερος ἀήρ.
在后一种情况下,同一个物体始终被传送直到落下,而在前一种情况下则始终是不同的空气。
καὶ πρῶτον ἐλάττω θᾶττον μὲν κινεῖται, ἐπ’ ὀλίγον δέ.
并且起初,较少的气体移动得较快,但只移动了很短的距离。
διὸ πόρρω ὀξύτεραι καὶ λεπτότεραι αἱ φωναί.
因此,从远方听来,声音更高亢且更细微。
τὸ γὰρ θᾶττον ὀξύ, ὥσπερ καὶ διηπόρηται.
因为较快的就是高音,正如刚才所探讨的问题那样。
ὥσπερ ἡ αὐτὴ αἰτία δι’ ἣν καὶ οἱ μὲν παῖδες καὶ οἱ κάμνοντες ὀξὺ ὀξὺ φθέγγονται. οἱ δὲ ἄνδρες καὶ οἱ ὑγιαίνοντες βαρύ.
正如这也是同样的原因,使得儿童和病人都发出高音,而成年男子和健康人则发出低音。
τὸ δὲ τοῖς ἐγγὺς μὴ ἐπίδηλον εἶναι τὴν φωνὴν ἢ βαρυτέραν ἢ ὀξυτέραν γινομένην, καὶ ὅλως 〈τοῦ〉 μὴ ὁμοίως ἔχειν τοῖς ῥιπτουμένοις βάρεσιν, αἴτιον ὅτι τὸ μὲν ῥιφθὲν ἓν φέρεται ἀεὶ τὸ αὐτό, ὁ δὲ ψόφος ἀήρ ἐστιν ὠθούμενος ὑπὸ ἀέρος.
另一方面,对于近处的人来说,声音变低或变高并不明显,且总之它不像投掷出去的重物那样运动,其原因在于:被投掷的物体在传送中始终保持为同一个,而声音则是被空气推动的空气。
διὸ καὶ τὸ μὲν εἰς ἓν πίπτει, ἡ δὲ φωνὴ πανταχῇ, ὥσπερ ἂν εἰ τὸ ῥιφθὲν ἅμα φερόμενον ἀπείρως θρυφθείη, καὶ ἔτι εἰς τοὔπισθεν.
因此,前者落在同一个地方,而声音则传播到各处,就像被投掷的物体在传送的同时碎裂成无数碎片,甚至向后分散一样。