§11.50Διὰ τί ποτε οἱ μὲν γελῶντες βαρὺ φθέγγονται, οἱ δὲ κλαίοντες ὀξύ;
为什么笑的人发出低沉的声音,而哭的人发出高尖的声音?
ἢ διότι ἀπὸ τῶν συντόνων ὀξεῖα ἡ φωνή, τὸ δὲ ὀξύ ἐστιν ἀσθενές;
是因为由于紧张而产生的声音是高尖的,而高尖的声音是微弱的吗?
ἄμφω δὲ ταῦτα μᾶλλον τοῖς κλαίουσιν ὑπάρχει· καὶ γὰρ συντέτανται μᾶλλον οἱ κλαίοντες καὶ ἀσθενέστεροί εἰσιν.
而这两个特征都更多地存在于哭泣的人身上:因为哭泣的人身体更紧张,也更虚弱。
§11.51Διὰ τί, εἴπερ ἡ φωνὴ ἀήρ τις ἐσχηματισμένος ἐστί, καὶ φερομένη διαλύεται πολλάκις τὸ σχῆμα, ἡ δὲ ἠχώ, ἣ γίνεται πληγέντος τοῦ τοιούτου πρός τι στερεόν, οὐ διαλύεται, ἀλλὰ σαφῶς ἀκούομεν;
如果声音确实是某种成型的空气,且在传播过程中其形状常常消散,为什么当这种空气撞击到某种坚硬的物体上时所产生的回声却不消散,而我们能清晰地听到它?
ἢ διότι ἀνάκλασίς ἐστιν, οὐ κατάκλασις;
是因为这是反射,而不是折射吗?
τοῦτο δὲ ὅλον ἀφ’ ὅλου.
而这是整体对整体的反射。
εἶτα τὸ πάθος ἀφ’ ὁμοίου· ἀπὸ γὰρ τοῦ ἀέρος ἀνακλᾶται ἐν τῷ κοίλῳ, οὐκ ἀπὸ τοῦ κοίλου.
此外,这种受动是来自同类事物:因为空气是在空腔中从空气反射回来,而不是从空腔反射回来的。
§11.52Διὰ τί ἑνός τε καὶ πολλῶν φθεγγομένων ἅμα οὔτε ἴσος ὁ φθόγγος, οὔτε ἐπὶ πλεῖον γεγωνόσιν ὡς κατὰ λόγον εἰς τὸ πόρρω;
为什么一个人和许多人同时发声时,声音的大小并不按比例增加,也不能在远距离处按比例响亮地听到?
ἢ ὅτι ἕκαστος τὸν καθ’ αὑτὸν ἀέρα προωθεῖ, ἀλλ’ οὐ τὸν αὐτόν, πλὴν ἐπὶ μικρόν;
是因为每个人都推挤自己周围的空气,而不是相同的空气(除了一小部分以外)吗?
ὅμοιον δὴ συμβαίννει ὥσπερ ἂν εἰ πολλοὶ μὲν εἶεν οἱ βάλλοντες, ἕκαστος μέντοι λίθῳ ἑτέρῳ ἢ οἵ γε πλεῖστοι.
确实,这发生的情况正如同有许多投掷者,但每个人,或者至少是绝大多数人,都用不同的石头投掷一样。
οὔτε γὰρ ἐκεῖ πόρρω οὐθὲν ἀφίξεται βέλος, ἢ οὐ κατὰ λόγον, οὔτε ἐνταῦθα· οὐ γὰρ ἑνὸς ἡ τοσαύτη φωνή, ἀλλὰ πολλῶν.
因为在那时,任何投射物都无法到达远处,或者说不能按比例到达,而在这里也是一样;因为如此巨大的声音不是一个人的,而是许多人的。
ἐγγύθεν μὲν οὖν κατὰ λόγον πολλὴ φαίνεται ἡ φωνή (καὶ γὰρ τὰ βέλη πλείω τεύξεται τοῦ αὐτοῦ), πόρρωθεν δὲ οὐκέτι.
因此,在近处,声音按比例显得很大(因为更多的投射物会击中同一个目标),但在远处就不再如此了。
§11.53Διὰ τί ἀγωνιῶντες μὲν βαρύτερον φθέγγονται, φοβούμενοι δὲ ὀξύτερον;
为什么感到焦虑的人发出较低沉的声音,而感到害怕的人发出较高尖的声音?
καίτοι καὶ ἡ αἰδὼς φόβος τίς ἐστιν.
然而羞耻也是一种害怕。
ἢ διαφέρει πολὺ τὸ πάθος;
或者是因为这两种状态有很大不同吗?
οἱ μὲν γὰρ αἰδούμενοι ἐρυθριῶσιν (ἡ δὲ ἀγωνία αἰσχύνη τίς ἐστιν), οἱ δὲ φοβούμενοι ὠχριῶσιν.
因为感到羞耻的人会脸红(而焦虑是一种羞耻),而感到害怕的人会脸色发白。
φανερὸν οὖν ὅτι τοῖς μὲν φοβουμένοις ἐκλείπει ἄνωθεν τὸ θερμόν, ὥστε κινεῖ ἀσθενὲς ὂν ὀλίγον ἀέρα τὸ πνεῦμα, τὸ δὲ ὀλίγον ταχὺ φέρεται, τὸ δὲ ταχὺ ἐν φωνῇ τὸ ὀξύ·
显而易见,在害怕的人身上,热量从上方消退,以至于微弱的气息只推动少量的空气;少量的空气移动得快,而在声音中,快的便是高音。
τοῖς δὲ αἰδουμένοις ἄνω ἔρχεται τὸ θερμὸν περὶ τὰ στήθη. σημεῖον δὲ ὅτι γίνονται ἐξέρυθροι.
但在感到羞耻的人身上,热量上升到胸部周围;证据是他们脸变红。
πολὺν δὲ κινεῖ ἀέρα ἡ πολλὴ δύναμις, τὸ δὲ πολὺ βραδέως φέρεται, τὸ δὲ βραδὺ ἐν φωνῇ βαρύ.
巨大的力量推动大量的空气,大量的空气移动得慢,而在声音中,慢的便是低音。
§11.54Διὰ τί ἰσχνόφωνοι γίνονται;
为什么人们会变得口吃?
ἢ αἴτιον ἡ κατάψυξις τοῦ τόπου ᾧ φθέγγονται, καὶ ὥσπερ ἀποπληξία τοῦ μέρους τούτου ἐστίν;
是因为他们发声部位的冷却,以及该部位某种类似于瘫痪的现象吗?
διὸ καὶ θερμαινόμενοι ὑπὸ οἴνου καὶ τοῦ λέγειν συνεχῶς ῥᾷον συνείρουσι τὸν λόγον.
因此,当他们因饮酒以及持续说话而暖和起来时,就能更容易地连贯说话。
§11.55Διὰ τί μόνον τῶν ἄλλων ζῴων ἄνθρωπος γίνεται ἰσχνόφωνον;
为什么在其他动物中,只有人会变得口吃?
ἢ ὅτι λόγου κοινωνεῖ μόνον, τὰ δὲ ἄλλα φωνῆς;
是因为只有人享有理性言语,而其他动物只享有声音吗?
οἱ δὲ ἰσχνόφωνοι φωνοῦσι μέν, λόγον δὲ οὐ δύνανται συνείρειν.
口吃的人虽然能发声,但无法将言语连贯起来。
§11.56Διὰ τί τοῦ μὲν χειμῶνος ὀξύτερον φθέγγονται καὶ νήφοντες, θέρους δὲ καὶ μεθύοντες βαρύτερον;
为什么在冬天以及清醒时,人们发出较高尖的声音,而在夏天以及喝醉时,发出较低沉的声音?
ἢ ὅτι ὀξυτέρα μέν ἐστιν ἡ ταχυτέρα, ταχυτέρα δέ ἐστιν ἡ ἀπὸ συντεταμένου φωνή;
是因为较快的声音是高音,而来自紧缩之物的声音较快吗?
τῶν δὲ νηφόντων καὶ ἐν τῷ χειμῶνι τὰ σώμματα συνέστηκε μᾶλλον ἢ μεθυόντων καὶ ἐν τῷ θέρει.
而在清醒者身上以及在冬天时,身体比醉酒者以及在夏天时更为紧实。
τὸ γὰρ θερμὸν καὶ αἱ ἀλέαι διαλύουσι τὰ σώματα.
因为热量和温暖会使身体松弛。
§11.57Διὰ τί ἡ φωνὴ ὕστατον τελειοῦται τοῖς ἀνθρώποις τῶν φθεγγομένων;
为什么在所有发声的事物中,人类的声音最晚发育成熟?
ἢ διότι πλείστας ἔχει διαφορὰς καὶ εἴδη;
是因为它拥有最多的差异和种类吗?
τὰ γὰρ ἄλλα ζῷα ἢ οὐθὲν γράμμα ἢ ὀλίγα διαλέγονται.
因为其他动物要么完全不发出分节音,要么只能发出极少数。
τὸ δὲ ποικιλώτατον καὶ πλείστας ἔχον διαφορὰς ἀνάγκη ἐν πλείστῳ χρόνῳ ἀποτελεῖσθαι.
而最复杂多样且拥有最多差异的事物,必然需要最长的时间来完成。