Humanitext Reader

亚里士多德 · 问题集 §11.42-11.49

盐的爆裂声、呼吸对听觉的影响及声音的传播

第 62 段,共 148 段 · 希腊语

内容简介

本章节从物理和生理的角度探讨了盐粒燃烧时的声响与弹跳、打哈欠和屏气对听觉的影响、声音上下传播的机制,以及醉酒时发声沙哑、高音传播距离和光与声音穿透性差异的原因。

§11.42Διὰ τί θᾶττον μὲν ψοφοῦσι καὶ πηδῶσιν οἱ μικροὶ ἅλες, μείζω δὲ ψοφοῦσι καὶ πηδῶσιν οἱ μεγάλοι;
为什么小盐粒发出声音和弹跳得更快,而大盐粒发出声音和弹跳得更大?
ἢ διότι οἱ μὲν ταχὺ σχίζονται (οὐ γὰρ πολὺ ὃ δεῖ διελθεῖν τῷ πυρί) διὰ τὴν μικρότητα, οἱ δὲ βραδέως·
是因为前者因其微小而分裂得快(因为火所需穿过的路径并不多),而后者分裂得慢吗?
μεῖζον γὰρ ἔργον τὸ μεῖζον διασχίσαι ἢ τὸ μικρόν.
因为割裂较大的比起割裂较小的来说是一件更重大的工作。
ψοφεῖ δὲ ὁ μὲν μικρὸς μικρόν, ἡ γὰρ πληγὴ μικρά, ὁ δὲ μείζων μεγάλα, μεγάλη γὰρ ἡ πληγή· ὁ δὲ ψόφος πληγή ἐστιν.
小盐粒发出微弱的声音,因为其打击微小,而大盐粒发出巨大的声音,因为其打击巨大;而声音就是一种打击。
καὶ πηδᾷ δὲ μᾶλλον τὸ ἰσχυρότερον, ἂν πληγείη· ἧττον γὰρ ἐνδίδωσιν.
而且更强固的东西如果受到打击,也会弹跳得更高;因为它屈服得更少。
§11.43Διὰ τί, ἐὰν εἰς πολὺ πῦρ ἐμβάλῃ τις τὸ αὐτὸ μέγεθος ἁλός, ἧττον ψοφεῖ ἢ οὐ ψοφεῖ;
为什么如果有人把同样大小的盐粒丢进大火中,它发出的声音较小甚至不发出声音?
ἢ ὅτι φθάνει κατακαυθεὶς πρὶν σχισθῆναι;
是因为在它分裂之前就抢先被烧毁了吗?
καίεται μὲν γὰρ τῷ τὸ ὑγρὸν ἀναλωθῆναι, ψοφεῖ δὲ τῷ σχισθῆναι.
因为由于水分被消耗它被烧毁,而通过分裂它发出声音。
§11.44Διὰ τί οἱ χασμώμενοι ἧττον ἀκούουσιν;
为什么打哈欠的人听得更不清楚?
ἢ ὅτι τὸ πνεῦμα ἐναπολαμβάνουσιν, τὸ δὲ ἀπολαμβανόμενον πνεῦμα περὶ τὰ ὦτα ἀθροίζεται.
是因为他们把气体锁在里面,而锁在里面的气体聚集在耳朵周围吗?
σημεῖον δέ· ἐν γὰρ τοῖς ὠσὶ ψόφος γίνεται ὅταν χασμησώμεθα.
证据是:当我们打哈欠时,耳朵里会产生声音。
τὸ δὲ ἀπολαμβανόμενον πνεῦμα κωλύει ἀκούειν.
而锁在里面的气体阻碍了听觉。
ἔτι δὲ καὶ φωνή τις γίνεται τῶν χασμωμένων· τοῦτο δὲ κωλυτικὸν τοῦ ἀκούειν.
此外,打哈欠的人也会发出某种声音,而这也有碍于听觉。
καὶ συμπιέζεσθαι ἀναγκαῖον τὰς ἀκοὰς διασπωμένου τοῦ στόματος.
且当嘴张大时,听觉器官必然受到挤压。
§11.45Διὰ τί τῆς φωνῆς, ἐπειδὴ ῥύσις τίς ἐστι, φύσιν ἐχούσης ἄνω φέρεσθαι, μᾶλλόν ἐστιν εὐήκοος ἄνωθεν κάτω ἢ κάτωθεν ἄνω;
既然声音是某种流动,且其本性是向上运动,为什么它从上往下比从下往上更容易被听见?
ἢ ὅτι ἡ φωνὴ ἀήρ τίς ἐστι μεθ’ ὑγροῦ·
是因为声音是伴随着水分的某种空气吗?
βαρυνόμενος οὖν οὗτος ὑπὸ τοῦ ὑγροῦ φέρεται κάτω καὶ οὐκ ἄνω· τοῦ γὰρ ὑγροῦ κατὰ φύσιν ἡ κάτω φορά.
因此,这种空气被水分加重,向下载移而不向上运动;因为水分按其本性是向下运动的。
διὸ τοῖς κάτω μᾶλλον ἀκούεται.
因此下边的人听得更清楚。
ἢ τοῦτο μὲν ὑπὸ τῆς τοῦ ζῴου φωνῆς μόνον γίνεται (αὕτη γὰρ μεθ’ ὑγροῦ), τὸ δὲ συμβαῖνόν ἐστι καὶ ἐπὶ τῶν ἄλλων ψόφων;
还是说,这确实仅发生于动物的声音(因为这种声音伴随着水分),而同样的情况也发生于其他声音之上?
καθάπερ οὖν ἡ ὄψις, ἐὰν μὲν ἄνωθεν κάτω προσπέσῃ, τὴν ἀνάκλασιν ἄνω ποιεῖται, κάτωθεν δὲ ἄνω προσπεσοῦσα ἀνεκλάσθη κάτω, τὸν αὐτὸν τρόπον ἡ φωνὴ ἡ φύσιν ἔχουσα ἄνω φέρεσθαι, προσκόψασα τῷ ἐξ ἐναντίας ἀέρι, βιάζεσθαι μὲν οὐ δύναται πλείονα ὄντα καὶ βαρύτερον, ἀνακλασθεὶς δὲ ὁ κινηθεὶς ἀὴρ ἐπὶ τοὐναντίον ἠνέχθη κάτω, διὸ καταχεόμενος ἀκούεται κάτω μᾶλλον.
正如视觉一样,如果它从上往下射入,就会向上反射,而从下往上射入,就会向下反射,同样,本性向上运动的声音,当它撞击到迎面而来的空气时,由于对方数量更多且更重而无法强行通过,被推动的空气受到反射,向相反的方向即向下载移,因此它倾泻而下,下边的人听得更清楚。
τοιοῦτο δὲ καὶ τὸ περὶ τὴν ἠχὼ συμβαῖνόν ἐστιν, ἀνάκλασις τῆς φωνῆς ἐπὶ τοὐναντίον.
而关于回声发生的情况也是如此,即声音向相反方向的反弹。
§11.46Διὰ τί μεθυόντων μᾶλλον ἀπορρήγνυται ἡ φωνὴ ἢ νηφόντων;
为什么喝醉的人的声音比清醒的人更容易沙哑?
ἢ διὰ τὸ πεπληρῶσθαι ταχέως ἀπορρηγνύασι τὴν φωνήν;
是因为由于充盈,他们很快使声音沙哑吗?
σημεῖον δὲ τούτου· οὔτε γὰρ οἱ χοροὶ μελετῶσιν ἐξ ἀρίστου οὔτε οἱ ὑποκριταί, ἀλλὰ νήστεις ὄντες.
证据是:合唱队不在吃过饭后练习,演员也不,而是在空腹时练习。
ἐν δὲ τῇ μέθῃ πληρέστεροι ὄντες εὐλόγως μᾶλλον ἀπορρήγνυνται τὰς φωνάς.
而在醉酒时,由于身体更充盈,他们顺理成章地更容易发出沙哑的声音。
§11.47Διὰ τί ποτε τῶν ὀξυτέρων φωνῶν πορρώτερον ἀκούουσιν;
为什么人们能在更远的地方听到更高亢的声音?
ἢ διότι τὸ ὀξὺ ἐν φωνῇ ταχύ ἐστι, θᾶττον δὲ κινεῖται τὰ βίᾳ μᾶλλον φερόμενα, τὰ δὲ σφοδρότερον φερόμενα ἐπὶ πλέον φέρεται.
是因为声音的高音就是速度,而受到更大外力运载的事物运动得更快,且更剧烈运载的事物移动得更远吗?
§11.48Διὰ τί κατέχοντες τὸ πνεῦμα μᾶλλον ἀκούομεν;
为什么我们在屏住呼吸时听得更清楚?
ἢ ὅτι ἡ ἀνάπνευσις ψόφον τινὰ παρέχει.
是因为呼吸会产生某种噪音吗?
εἰκότως οὖν τότε μᾶλλον ἀκούομεν, ὅταν ἥττων ὁ ψόφος ᾖ ἥττων γὰρ ὁ ψόφος, ὅταν κατέχωμεν τὸ πνεῦμα.
因而,当噪音较小时我们听得更清楚是合乎情理的;而当我们屏住呼吸时,噪音就较小。
§11.49Διὰ τί τὸ μὲν φῶς οὐ διέρχεται διὰ τῶν πυκνῶν, λεπτότερον ὂν καὶ πόρρω ὂν καὶ θᾶττον, ὁ δὲ ψόφος διέρχεται;
为什么光线虽然更细微、传播得更远、速度更快,却不能穿透致密之物,而声音却能穿透?
ἢ διότι τὸ μὲν φῶς κατ’ εὐθεῖαν φέρεται, ὥστε ἂν ἀντιφράξῃ τι τὴν εὐθυωρίαν, ὅλως ἀποκέκλειται, ὁ δὲ ψόφος φέρεται καὶ οὐκ εὐθὺ διὰ τὸ πνεῦμα εἶναι;
是因为光线沿直线传播,所以如果有什么东西阻挡了直线的通路,它就被完全阻隔了,而声音因为是气体,所以也不沿直线传播吗?
διὸ πανταχόθεν ψοφοῦντος ἀκούομεν, καὶ οὐ μόνον τῶν κατ’ εὐθυωρίαν τοῖς ὠσίν.
因而,当有声音发出时,我们从四面八方都能听到,而不单单是听到那些与耳朵呈直线方向的声音。

词汇与语法注释

  1. §11.42οὐ γὰρ πολὺ ὃ δεῖ διελθεῖν τῷ πυρί — 由关系代词 ὅ 引导的从句(ὃ δεῖ διελθεῖν)在没有明确先行词的情况下作为名词性成分。与格 τῷ πυρί 表示行为的主体(“对火而言”)。整句话的意思是“火需要穿过的部分并不多”。
  2. §11.45βιαζεσθαι μὲν οὐ δύναται πλείονα ὄντα καὶ βαρύτερον — 不定式 βιάζεσθαι 在此处用作不及物动词(意为“强行通过”)。分词短语 πλείονα ὄντα καὶ βαρύτερον 修饰前文的与格“迎面而来的空气”(τῷ ἐξ ἐναντίας ἀέρι),说明它“数量更多且更重”,是声波无法强行穿过的对象。
  3. §11.46διὰ τὸ πεπληρῶσθαι — 介词 διὰ 加上带冠词的完成时被动不定式,表示原因。πεπληρῶσθαι(被填满)在此处指因食物或饮料而导致胃部或体内腔道充盈的状态,其逻辑主语与主句主语一致。

引用这一段

亚里士多德, 问题集 §11.42-11.49. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:11.42-11.49

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。