§11.34Διὰ τί οἱ ἄγονοι, οἷον παῖδες καὶ γυναῖκες καὶ οἱ ἤδη γέροντες καὶ οἱ εὐνοῦχοι, ὀξὺ φθέγγονται, οἱ δὲ ἄνδρες βαρύτερον;
为什么不能生育的人,如儿童、妇女、已入晚年者和宦官,发出高音,而成年男子发出较低沉的声音?
ἢ δι’ ἀσθένειαν τοῦ κινοῦντος μορίου τὸν ἀέρα;
是因为移动空气的器官软弱无力吗?
ὀλίγον γὰρ τὸ ἀσθενὲς κινεῖ, ὁ δὲ ὀλίγος ταχὺ φέρεται, τὸ δὲ ταχὺ φερόμενον ὀξύ.
因为弱者只能移动少量的空气,而少量的空气运动迅速,迅速运动的便产生高音。
ἢ διότι ὁ πόρος ὁ πρῶτος, δι’ οὗ ἡ φωνὴ φέρεται, τοῖς μὲν ἀγόνοις μικρός, ὥστε ὀλίγον ἐξ αὐτοῦ τὸ ὠθοῦν τὸν ἀέρα, ὀλίγος δὲ ὢν ταχὺ φέρεται δι’ εὐρέος τοῦ ἄνω φάρυγγος·
还是因为声音通过的第一通道在不能生育的人中是狭窄的,以至于从中推出来的空气很少,而因为少,它便迅速通过宽阔的上咽头?
ἀκμάζουσι δὲ καὶ ἀνδρουμένοις διίσταται οὗτος, ὥσπερ καὶ ἐπὶ τοὺς ὄρχεις, ὥστε καὶ πλείων ἐστὶν ὁ ὠθούμενος.
但在处于全盛期和成长为男子的那些人中,这个通道会扩张,正如在睾丸的方向上也同样扩张一样,因此被推出来的空气也更多。
βραδύτερον οὖν διιὼν βαρὺς γίνεται.
所以,空气通过得更慢,声音就变得低沉。
§11.35Διὰ τί οἱ ἰσχνόφωνοι οὐ δύνανται διαλέγεσθαι μικρόν;
为什么口吃者不能用轻微的声音交谈?
ἢ ὅτι ἴσχονται τοῦ φωνεῖν, ἐμποδίζοντός τινος;
是因为受到了某种东西的阻碍,从而无法发声吗?
οὐκ ἴσης δὲ ἰσχύος οὐδ’ ὁμοίας κινήσεως, μὴ ἐμποδίζοντός τε τὴν κίνησιν μηδενὸς καὶ ἐμποδίζοντος, βιάσασθαι δεῖ.
而在没有任何东西阻碍运动和有阻碍时,要强行通过就需要不相等的精神力量和不同样的运动。
ἡ δὲ φωνὴ κίνησίς ἐστι· μεῖζον δὲ φθέγγονται μᾶλλον οἱ τῇ ἰσχύϊ χρώμενοι.
声音是一种运动;而使用力量的人会发出更大的声音。
ὥστ’ ἐπεὶ ἀνάγκη ἀποβιάζεσθαι τὸ κωλῦον, ἀνάγκη μεῖζον φθέγγεσθαι τοὺς ἰσχνοφώνους.
因此,既然有必要强行克服阻碍,口吃者就不得不发出更大的声音。
§11.36Διὰ τί δὲ ἀγωνιῶντες μὲν μᾶλλον ἰσχνόφωνοι γίνονται, ἐν δὲ ταῖς μέθαις ἧττον;
为什么人们在焦虑时更容易口吃,而在醉酒时却较少如此?
ἢ ὅτι ἀποπληξίας ὅμοιόν ἐστι τὸ πάθος μέρους τινὸς τῶν ἐντός, ὃ ἀδυνατοῦσι κινεῖν, ἐμποδίζοντος διὰ τὴν κατάψυξιν;
是因为某些内部器官的状况类似于瘫痪,由于冷却而产生阻碍,使他们无法移动这些器官吗?
ὁ μὲν οὖν οἶνος φύσει θερμὸς ὢν λύει τὴν κατάψυξιν μᾶλλον, ἡ δὲ ἀγωνία ποιεῖ· φόβος γάρ τις ἡ ἀγωνία, ὁ δὲ φόβος κατάψυξις.
所以,酒由于本性是温热的,能较好地消除这种冷却,而焦虑却会产生冷却;因为焦虑是一种恐惧,而恐惧即是冷却。
§11.37Διὰ τί ἔξωθεν εἰς τὰς οἰκίας εἴσω ἀκούεται μᾶλλον ἢ ἔσωθεν ἔξω;
为什么从外面向屋里听声音,比从屋里向外面听更容易听清?
ἢ ὅτι ἔσωθεν ὁ ψόφος διὰ τὸ ἀχανὲς ἰέναι διασπᾶται, ὥστε οὐχ ἱκανὸν ἕκαστον μέρος ἀκουσθῆναι, ἢ ἧττον;
是因为从内部发出的声音走向开阔的空间而消散,以至于其各个部分不足以被听见,或者听得更不清楚吗?
ἔξωθεν δὲ ἔσω εἰς ἐλάττω τόπον καὶ ἀέρα ἑστῶτα ἡ φωνὴ βαδίζουσα ἀθρόα ἔρχεται, ὥστε μείζων οὖσα ἀκούεται μᾶλλον.
而从外部到内部,声音走向更小的空间和静止的空气,并聚集在一起传来,因此声音更大,也更容易被听见。
§11.38Διὰ τί οἱ ἰσχνόφωνοι μελαγχολικοί;
为什么口吃者多为忧郁质?
ἢ ὅτι τὸ τῇ φαντασίᾳ ἀκολουθεῖν ταχέως τὸ μελαγχολικὸν εἶναί ἐστιν, οἱ δὲ ἰσχνόφωνοι τοιοῦτοι·
是因为迅速顺从表象是忧郁质的特征,而口吃者正是这样的人吗?
προτερεῖ γὰρ ἡ ὁρμὴ τοῦ λέγειν τῆς δυνάμεως αὐτοῖς, ὡς θᾶττον ἀκολουθούσης τῆς ψυχῆς τῷ φανέντι.
因为对他们来说,说话的冲动先于说话的能力,这是因为灵魂更迅速地顺从于显现的事物。
καὶ οἱ τραυλοὶ δὲ ὡσαύτως· βραχύτερα γὰρ τὰ μόρια ταῦτα τοῖς τοιούτοις.
大舌头的人也是如此;因为对于这样的人,这些器官更短。
σημεῖον δέ· οἰνωμένοι γὰρ τοιοῦτοι γίνονται, ὅτε μάλιστα τοῖς φαινομένοις ἀκολουθοῦσι, καὶ οὐ τῷ νῷ.
一个证据是:喝醉了的人也会变成这样,此时他们主要顺从于显现的事物,而不是理智。
§11.39Διὰ τί τὰ πράσα συμφέρει πρὸς εὐφωνίαν, ἐπεὶ καὶ τοῖς πέρδιξιν;
为什么韭葱对美声有益(既然对石鸡也是有益的)?
ἢ ὅτι καὶ τὰ σκόροδα ἑφθὰ λεαίνει, τὰ δὲ πράσα γλισχρότητα ἔχει τινά; ῥυπτικὸν δὲ τοῦ φάρυγγος.
是因为煮熟的大蒜也能使之平滑,而韭葱具有某种黏性,且能清洁咽喉吗?
§11.40Διὰ τί τὰ μὲν ἄλλα ὀξύτερον φθέγγεται σφοδρότερα ὄντα, ὁ δὲ ἄνθρωπος ἀσθενῶν;
为什么其他东西在更强劲时发出更高亢的声音,而人却在虚弱时发出高音?
ἢ διότι ἐλάττω κινεῖ ἀέρα, οὗτος δὲ ταχὺ διέρχεται, τὸ δὲ ταχὺ ὀξὺν ποιεῖ τὸν ψόφον.
是因为他移动的空气较少,而这空气迅速通过,而迅速移动使声音变高吗?
§11.41Διὰ τί ἀκούουσι μᾶλλον κατέχοντες τὸ πνεῦμα ἢ ἐκπνέοντες;
为什么人在屏住呼吸时比呼气时听得更清楚?
διὸ καὶ ἐν ταῖς θήραις παραγγέλλουσιν ἑαυτοῖς μὴ πνευστιᾶν.
因此在狩猎时,他们也互相告诫不要气喘吁吁。
πότερον ὅτι τὸ αἰσθητικὸν ἄνω ἔρχεται αἰρομένων τῶν φλεβῶν;
是因为当静脉抬升时,感觉器官会向上移动吗?
καθευδόντων γὰρ κάτω· διὸ καὶ μᾶλλόν τε ἐκπνέουσιν καθεύδοντες ἢ εἰσπνέουσι, καὶ ἀνήκοοί εἰσιν.
因为在入睡者中,它是向下的;所以入睡者呼气多于吸气,且听不见声音。
ἢ καὶ τὸ αἷμα ἀνέρχεται ἐκπεπνευκότος, ὥστε κενοῦται τὰ κάτω;
还是因为在呼气时血液也会上升,从而使下部空虚?
ἀκούουσι δὲ τῷ κενῷ.
而人们是通过空虚之处来听声音的。
ἢ ὅτι ὁ φυσιασμὸς ψόφος τίς ἐστιν, οὗτος δὲ ἐν τῷ ἐκπνεῖν γινόμενος κωλύει ἀκούειν.
或者是因为喘气是一种声音,而这种声音在呼气时产生,阻碍了听觉?