§10.55Διὰ τί τὰ θαλάττια ζῷα τῶν ἐν τῇ γῇ μείζω καὶ εὐτραφέστερά ἐστιν;
为什么海洋动物比陆地动物更大且更肥壮?
ἢ ὅτι ὁ ἥλιος καταδαπανῶν τὰ περιέχοντα τὴν γῆν ἀφαιρεῖται τὴν τροφήν;
是因为太阳消耗了包围地球的物质,从而夺走了它们的营养吗?
διὸ καὶ τὰ κατακεκλειμένα εὐτραφέστερά ἐστιν.
因此,那些被封闭[在阴凉处]的也更肥壮。
πάντων οὖν τούτων ἀπήλλακται τὰ θαλάττια ζῷα.
所以,海洋动物免受所有这些影响。
§10.56Διὰ τί ποτε τὰ μὲν ἄλλα ζῷα πλεονάκις τὴν ξηρὰν τροφὴν ἢ τὴν ὑγρὰν προσάγεται, ὁ δὲ ἄνθρωπος τὴν ὑγρὰν ἢ τὴν ξηράν;
为什么其他动物更频繁地摄入干食而非湿食,而人类则更频繁地摄入湿食而非干食?
ἢ διότι φύσει ὁ ἄνθρωπος θερμότατον;
是因为人类在本性上最热吗?
πλείστης οὖν καταψύξεως δεῖται.
因此,需要最大程度的冷却。
§10.57Διὰ τί οἱ εὐνοῦχοι οὐ γίνονται φαλακροί;
为什么阉人不会变秃?
ἢ ὅτι πολὺν ἔχουσι τὸν ἐγκέφαλον;
是因为他们拥有大量的脑髓吗?
τοῦτο δὲ συμβέβηκεν αὐτοῖς διὰ τὸ μὴ συγγίνεσθαι ταῖς γυναιξίν· ἡ γὰρ γονή ἐστιν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα διὰ τῆς ῥάχεως.
这发生于他们身上,是因为他们不与女人交合;因为精液是从脑部通过脊髓流出的。
διὰ τοῦτο δ’ οὖν δοκοῦσι καὶ οἱ βόες οἱ ἐκτομίαι μεγάλα τὰ κέρατα ἴσχειν, ὅταν ἐκτμηθῶσιν.
因此,阉牛在被阉割后似乎也会长出巨大的角。
δοκεῖ δὲ ἡ αὐτὴ αἰτία εἶναι καὶ ὅτι αἱ γυναῖκες καὶ οἱ παῖδες οὐκ εἰσὶ φαλακροί.
而且,女人和儿童不秃顶似乎也是同样的原因。
§10.58Διὰ τί τὰ μὲν εὐθὺς δύνανται δι’ αὑτῶν τρέφεσθαι μετὰ τὴν γένεσιν, τὰ δὲ οὔ;
为什么有些动物在出生后能立即独立进食,而另一些则不能?
ἢ ὅσα ὀλιγοχρονιώτερα τῶν μνήμης δεκτικῶν;
是因为那些[能自养的动物]比能够接受记忆的动物寿命更短吗?
διὸ ἅπαντα καὶ τελευτᾷ θᾶττον.
因此,它们也都死得更快。
§10.59Διὰ τί ποτε ὁ μὲν ἄνθρωπος πλείω τὴν ὑποχώρησιν ποιεῖται τὴν ὑγρὰν τῆς ξηρᾶς, οἱ δὲ ἵπποι καὶ οἱ ὄνοι τὴν ξηράν;
为什么人类产生的湿排泄物比干排泄物多,而马和驴产生的干排泄物较多?
ἢ διότι ταῦτα μὲν τὰ ζῷα πλείονι τροφῇ χρῆται τῇ ξηρᾷ, ὁ δὲ ἄνθρωπος ὑγρᾷ μᾶλλον ἢ τῇ ξηρᾷ;
是因为这些动物使用更多的干食,而人类使用湿食多于干食吗?
πᾶσα δὲ περίττωσις ἀπὸ τῆς τροφῆς ἐστὶν καὶ ἀπὸ τῆς πλείονος πλείω.
所有排泄物都来自食物,且食物越多,排泄物也越多。
τὰ μὲν οὖν τῇ ὑγρᾷ μᾶλλον, τὰ δὲ τῇ ξηρᾷ πλείονι τροφῇ χρῆται· διότι τὰ μὲν τῶν ζῴων ἐστὶ φύσει ξηρά, τὰ δὲ ὑγρά.
因此,一些动物使用较多的湿食,另一些使用较多的干食;因为有些动物在本性上是干燥的,而另一些是湿润的。
τὰ μὲν οὖν τῇ φύσει ξηρὰ τῆς ὑγρᾶς μᾶλλον ἐπιθυμεῖ (ταύτης γὰρ ἐνδεέστερά εἰσιν), τὰ δὲ φύσει ὑγρὰ τῆς ξηρᾶς· ταύτης γὰρ ἐνδεέστερα καθέστηκεν.
因此,本性干燥的动物更渴望湿食(因为它们更缺乏这个),而本性湿润的动物则更渴望干食;因为它们正处于缺乏这个的状态。
§10.60Διὰ τί ὄρνιθες καὶ ἄνθρωποι καὶ τῶν ζῴων τὰ ἀνδρεῖα σκληρότερα;
为什么鸟类、人类以及动物中勇敢的那些身体更硬?
ἢ ὅτι ὁ θυμὸς μετὰ θερμότητος;
是因为愤怒伴随着热吗?
ὁ γὰρ φόβος κατάψυξις.
因为恐惧是一种冷却。
ὅσων οὖν τὸ αἷμα ἔνθερμόν ἐστιν, καὶ ἀνδρεῖα καὶ θυμοειδῆ· τὸ δὲ αἷμα τροφή.
因此,那些血液温暖的动物既勇敢又充满气概;而血液是营养。
ὅσα δὲ θερμῷ ἄρδεται τῶν φυομένων σκληρότερα πάντα.
在成长着的事物中,所有被热灌溉的都更硬。
§10.61Διὰ τί τέρατα τίκτουσιν μάλιστα τὰ τετράποδα τὰ μὴ μεγάλα, ἄνθρωπος δὲ καὶ τὰ μεγάλα ἧττον, οἷον ἵπποι καὶ ὄνοι;
为什么体型不大的四足动物最容易产下畸胎,而人类和大型动物(如马和驴)则较少?
ἢ ὅτι πολύγονα ταῦτα, οἷον κύνες καὶ ὕες καὶ αἶγες καὶ πρόβατα, πολὺ μᾶλλον τῶν μεγάλων, ἐκείνων δὲ τὰ μὲν ὅλως μονοτόκα, τὰ δὲ ὡς ἐπὶ τὸ πολύ.
是因为前者(如狗、猪、山羊和绵羊)比大型动物多产得多,而后者中有些动物完全是单胎,有些则大抵如此吗?
τὰ δὲ τέρατα γίνεται ἐπαλλαττόντων τῶν σπερμάτων ἀλλήλοις καὶ συγχεομένων ἐν τῇ ἐξόδῳ τῆς γονῆς ἢ ἐν τῇ μίξει τῇ ἐν τῇ ὑστέρᾳ τῆς θηλείας.
畸胎的产生是由于在精液排出时或在雌性子宫内的混合中,精子[胚]彼此重叠并混淆。
διὸ καὶ ὄρνιθες αὐτὰ ποιοῦσιν· τὰ γὰρ ᾠὰ δίδυμα τίκτουσι.
因此鸟类也会产生畸胎;因为它们会产下双黄蛋。
τὰ δὲ τέρατα ἐκ τῶν διδύμων γίνεται, ὧν ἡ λέκιθος τῷ ὑμένι οὐ διαιρεῖται.
而畸胎产生于卵黄未被膜隔开的双黄蛋中。