§10.53Διὰ τί ποτε τοῦ μὲν ἀνθρώπου τὰ ἔμπροσθεν δασύτερα τῶν ὄπισθέν ἐστι, τῶν δὲ τετραπόδων τὰ ὄπισθεν;
为什么人类的前部比后部毛发更茂盛,而四足动物的后部[比前部毛发更茂盛]?
ἢ ὅτι πάντα τὰ δίποδα τὰ ἔμπροσθεν ἔχει δασύτερα;
或者是因为所有两足动物的前部都更茂盛?
οἱ γὰρ ὄρνιθες τὸν αὐτὸν τρόπον τοῖς ἀνθρώποις ἔχουσιν.
因为鸟类的情况与人类相同。
ἢ τὰ ἀσθενέστερα μᾶλλον ἀεὶ σκεπάζειν ἡ φύσις εἴωθεν, ἀσθενὲς δὲ ἕκαστόν ἐστί τινα τρόπον.
或者是因为自然总是习惯于覆盖较弱的部分,而每个部分都在某种方式上是脆弱的?
τῶν δὲ τετραπόδων ἁπάντων τὰ ὄπισθεν ἀσθενέστερά ἐστι τῶν ἔμπροσθεν διὰ τὸν τόπον· ὑπὸ γὰρ τῶν ψυχῶν καὶ καυμάτων μᾶλλον δυνατά ἐστι πάσχειν·
因为在所有四足动物中,由于位置的关系,后部比前部更脆弱;因为它们更容易受到寒冷和炎热的影响。
τῶν δὲ ἀνθρώπων τὰ ἔμπροσθεν ἀσθενέστερά ἐστι καὶ τὸ αὐτὸ πέπονθεν.
而在人类中,前部更脆弱,并且经受着同样的情况。
§10.54Διὰ τί ἄνθρωπος μάλιστα τῶν ζῴων πτάρνυται;
为什么在所有动物中,人类最容易打喷嚏?
ἢ ὅτι καὶ κορυζᾷ μάλιστα;
或者是因为人类也最容易患鼻卡他?
τούτου δ’ αἴτιόν ἐστιν ὅτι τοῦ θερμοῦ ὄντος περὶ τὴν καρδίαν καὶ πεφυκότος ἄνω φέρεσθαι τοῖς μὲν ἄλλοις ζῴοις ἡ κατὰ φύσιν αὐτοῦ φορά ἐστιν ἐπὶ τοὺς ὤμους, ἐντεῦθεν δὲ ἐξ ἀνακλάσεως σχιζόμενον τὸ μὲν ἐπὶ τὸν τράχηλον καὶ τὴν κεφαλὴν φέρεται αὐτοῦ, τὸ δὲ εἰς τὴν ῥάχιν καὶ τὴν ὀσφύν, διὰ τὸ ἐπὶ τῆς αὐτῆς εὐθείας εἶναι πάντα ταῦτα καὶ παρὰ τὴν βάσιν.
其原因在于,虽然热存在于心脏周围且本性上向上输送,但在其他动物中,它的自然流向是朝向肩膀,并从那里通过折射而分裂,其中一部分流向颈部和头部,另一部分流向脊椎和腰部,这是因为所有这些都在同一条直线上且与支撑面平行。
φερόμενον δὲ ὁμοίως τὸ σῶμα καὶ τὰ ὑγρὰ μερίζει εἰς αὐτὰ ὁμαλῶς· ἕπεται γὰρ τὰ ὑγρὰ τῷ θερμῷ.
而且随着热同样地输送,身体将水分均匀地分配到这些部分;因为水分追随着热。
διὸ οὐδὲ πάνυ κορυζᾷ τὰ τετράποδα ζῷα, οὐδὲ πτάρνυται· ὁ γὰρ πταρμὸς ἢ πνεύματος ἀθρόου φορά ἐστιν, ὑγρῶν ἐξατμιζόντων τι μᾶλλον τοῦ σώματος, ἢ ὑγρῶν ἀπέπτων.
因此,四足动物既不太患鼻卡他,也不打喷嚏;因为打喷嚏要么是由于体内水分蒸发较多时积聚气体的冲出,要么是未消化水分[的冲出]。
διὸ πρὸ τῶν κατάρρων γίνεται, ἅ οὐ συμβαίνει τοῖς ἄλλοις ζῴοις, διὰ τὸ τὴν τοῦ θερμοῦ φορὰν ὁμαλίζειν ἐν αὐτῷ εἰς τὸ πρόσθεν καὶ ὄπισθεν.
所以它发生在鼻卡他之前,而这在其他动物中不会发生,因为在它们体内,热的流动在前后方向上被均衡了。
τοῦ τε ἀνθρώπου πρὸς ὀρθῇ πεφυκότος τῇ βάσει, καθάπερ τὰ φυτά, συμβαίνει τοῦ θερμοῦ φορὰν ἐπὶ τὴν κεφαλὴν γίνεσθαι πλείστην καὶ σφοδροτάτην.
又由于人类本性上像植物一样直立于其支撑面上,热向头部的流动变得最大且最剧烈。
φερόμενόν τε ἐνταῦθα ἀραιοῖ καὶ θερμαίνει τοὺς περὶ αὐτὴν πόρους.
热被输送到那里,使头部的孔道稀疏并变热。
ὄντες δὲ τοιοῦτοι δεκτικοὶ γίνονται τῶν ὑγρῶν μᾶλλον ἢ οἱ κάτω τῆς καρδίας πόροι.
当孔道处于这种状态时,比心脏以下的孔道更容易吸收水分。
ὅταν οὖν συμβῇ ἐξυγρασθῆναι μᾶλλον τοῦ δέοντος καὶ καταψυγῆναι, ἔξωθεν συμβαίνει τὸ θερμόν, τροφήν τε ἔχον καὶ συστελλόμενον ἐντός, αὔξεσθαι, αὐξανόμενον δὲ φέρεσθαι ἐπὶ τὴν κεφαλὴν καὶ τοὺς ἐν αὐτῇ πόρους· εἰς οὓς ἀκολουθοῦντα τὰ ὑγρά, ὄντα λεπτὰ καὶ ἄπεπτα, πληροῖ αὐτοὺς καὶ τοὺς κατάρρους ποιεῖ, καὶ πταρμοὺς ὁμοίως.
因此,当发生头部比所需的更湿润且从外部变冷时,内部由于拥有养分并被禁锢,热随之增加,增加后流向头部及其中的孔道;而水分呈稀薄且未消化的状态追随进入这些孔道,将其充满并引起鼻卡他,同样也引起喷嚏。
ἐν γὰρ ταῖς ἀρχαῖς τῶν κατάρρων τὸ θερμὸν προαναφερόμενον τοῦ ὑγροῦ, καὶ πνευματοῦν τοὺς πόρους, τῇ τ’ ἐκβολῇ τοῦ πνεύματος τοὺς πταρμοὺς ποιεῖ καὶ τῇ πρὸ τῶν ὑγρῶν ἀναγωγῇ, ἅ ἐστι λεπτὰ καὶ δριμέα.
因为在鼻卡他初期,热先于水分上升,使孔道充满气体,通过气体的排出,以及在稀薄且辛辣的水分上升之前,引起喷嚏。
διὸ καὶ συμβαίνει μετὰ τῶν τῆς κορύζης πταρμῶν ὑδατώδη ἀπομύττεσθαι.
因此,伴随着鼻卡他的喷嚏,也会流出水样的鼻涕。
πάντων δὲ τούτων ὁρμησάντων τὰ συνεχῆ καὶ πάθος ἔχοντα ὑγρὰ ἐφίσταται αὐτοῖς, καὶ ἐμφράττει τοὺς περὶ τὴν κεφαλὴν καὶ τὴν ῥῖνα πόρους· ὀγκηρότερα γὰρ γινόμενα καὶ διατείνοντα ποιεῖ τοὺς περὶ τὴν κεφαλὴν πόνους.
当所有这些都涌出后,连续且受影响的水分积聚在其后,并阻塞头部和鼻部周围的孔道;因为它们变得更膨胀并扩张孔道,从而引起头周痛楚。
σημεῖον δὲ τὸ μήτ’ ἐκτὸς ἢ δι’ αὐτῶν πνεῦμα ἀφεῖσθαι.
其证明在于,无论从外部还是通过这些孔道,都没有气体排出。
διὸ οὔτε πτάρνυνται οὔτε ὀσφραίνονται οἱ κορυζῶντες.
因此,患鼻卡他的人既不打喷嚏,也闻不到气味。
οἱ δὲ ἄνευ κορύζης γινόμενοι διὰ μὲν τὰς αὐτὰς αἰτίας γίνονται, μικρὰς δὲ καὶ ἐλαφρὰς ἀρχὰς λαβόντες.
另一方面,不伴随鼻卡他而发生的[喷嚏]由于同样的原因产生,但其起因微小且轻微。
ὥστε συναχθέντα τὰ ὑγρὰ τῷ θερμῷ, ἐκπνευματούμενα ὑπ’ αὐτοῦ δι’ ὀλιγότητα, εἰσπίπτει κατὰ τὰς ῥῖνας.
结果,水分随热聚集,由于量少而被热转化为气体,并从鼻孔中猛烈冲出。
ποιεῖ δὲ τὸν ψόφον τοῦ πνεύματος οὐχ ἧττον ἡ βία τῆς φορᾶς ἢ τὸ πλῆθος αὐτοῦ.
而引起气体声音的,与其说是气量,不如说是气流的猛烈程度。
ἐνεχθέντος γὰρ τοῦ θερμοῦ πρὸς ὀρθὴν πρὸς τὸν ἐγκέφαλον καὶ προσπεσόντος αὐτῷ, ἀνακλᾶται ἐπὶ τὰς ῥῖνας διὰ τὸ τοὺς ταύτῃ πόρους ἐκτὸς ἀπὸ τοῦ ἐγκεφάλου διατείνειν.
因为当热垂直地输送到大脑并撞击它时,它会折射到鼻孔,因为那里的孔道自大脑向外延伸。
παρὰ φύσιν οὖν τῆς ἐκ τῆς κλάσεως φορᾶς γινομένης ἐπὶ τὰς ῥῖνας τῷ πνεύματι, σφοδρὰν συμβαίνει γίνεσθαι· διὸ ποιεῖ τοὺς ψόφους.
因此,由于由于折射而产生的气体向鼻孔的流动是违反本性的,它变得剧烈;所以它发出了声响。
τῶν δὲ ἄλλων ζῴων συμβαίνει μάλιστα κορυζᾶν τοὺς ὄρνιθας διὰ τὸ μάλιστα ὁμοιόσχημον εἶναι ἀνθρώπῳ· ἧττον δὲ ἢ ἄνθρωπος πάσχει αὐτό, ὅτι τὰ πολλὰ κάτω ἔχει τὴν κεφαλὴν διὰ τὸ τὴν νομὴν ἀπὸ τῆς γῆς εἶναι.
而在其他动物中,鸟类最容易患鼻卡他,因为它们的体形与人类最相似;但它们受此影响比人类少,因为它们由于从地面觅食而大部分时间低着头。