Humanitext Reader

亚里士多德 · 问题集 §10.46-10.52

肚脐差异、交配习性与寿命的身体特征

第 51 段,共 148 段 · 希腊语

内容简介

本章讨论了人类与动物在脐部大小及交尾频率上的差异,探究了牙齿稀疏和掌纹与寿命的关系,解释了人类易于畸形及受烟熏的原因,并分析了同类吸引力与美和快乐的关系。

§10.46Διὰ τί τοῖς μὲν ἀνθρώποις οἱ ὀμφαλοὶ μεγάλοι γίνονται, τοῖς δ’ ἄλλοις ζῴοις οὐ φανεροί;
为什么人类的肚脐会长得很大,而其他动物的肚脐却不明显?
ἢ διότι τοῖς μὲν διὰ τὸ πολὺν χρόνον εἴσω ἐμμένειν ἀφαυαίνονται καὶ εὐθὺ τείνονται, ὅλον δ’ ἐπανοιδοῦσι τὰ ἕλκη, διὸ ἔνιοι τῶν ὀμφαλῶν καὶ αἰσχίους εἰσίν· ὁ δὲ ἄνθρωπος ἀτελὴς ἐξέρχεται, ὥστε ἔφυγροι καὶ ἔναιμοι οἱ ὀμφαλοὶ ἀκολουθοῦσιν.
是因为在其他动物中,由于在体内停留时间长,肚脐枯萎并随即被拉紧,整个伤口肿胀愈合,因此它们的一些肚脐甚至相当难看;而人类出生时是不完全的,所以伴随着潮湿且带血的肚脐?
ὅτι δὲ τὰ μὲν τετελειωμένα, τὰ δὲ ἀτελῆ ἐξέρχεται, σημεῖον, ὅτι τὰ μὲν εὐθὺς δύναται ζῆν, τὰ δὲ παιδία ἐπιμελείας δεῖται.
有些动物出生时是完全的,而有些是不完全的,其证明在于:前者能立即存活,而人类婴儿则需要照料。
§10.47Διὰ τί τὰ μὲν τῶν ζῴων ἅπαξ ὀχεύεται, τὰ δὲ πολλάκις, καὶ τὰ μὲν ὥρᾳ ἔτους, τὰ δ’ ὅτε ἔτυχεν, ἄνθρωπος μὲν ἀεί, τὰ δὲ ἄγρια οὐ πολλάκις, καὶ ὗς μὲν ἄγριος ἅπαξ, ἥμερος δὲ πολλάκις;
为什么有些动物只交配一次,有些则交配多次,有些在一年中的特定季节交配,有些则随时交配,人类总是交配,而野生动物不常交配,野猪只交配一次,家猪却交配多次?
ἢ διὰ τὴν τροφὴν καὶ ἀλέαν καὶ πόνον;
是因为食物、温暖和劳累吗?
ἐν πλησμονῇ γὰρ Κύπρις.
因为饱食之中才有阿佛洛狄忒。
ἔπειτα τὰ αὐτὰ ἄλλοθι μὲν ἅπαξ τίκτει, ἄλλοθι δὲ πλεονάκις, οἷον τὰ πρόβατα ἐν Μαγνησίᾳ καὶ Λιβύῃ τίκτει δίς.
此外,同样的动物在某些地方只产仔一次,在其他地方则更频繁,例如马格尼西亚和利比亚的羊产仔两次。
τὸ δ’ αἴτιον ἡ πολυχρονία τοῦ τόκου· οὐ γὰρ ἐπιθυμεῖ ὅταν πλησθῇ, ὥσπερ οὐδὲ τροφῆς τὰ πλήρη.
原因是怀孕期长;因为动物在满足时并不渴望,就像吃饱的人不渴望食物一样。
τὰ δὲ κυοῦντα ἧττον ὀχείας ἐπιθυμεῖ διὰ τὸ μὴ γίνεσθαι τὴν κάθαρσιν.
而怀孕的动物较少渴望交配,因为排毒没有发生。
§10.48Διὰ τί τῶν ἀνθρώπων οἱ ἀραιοὺς ἔχοντες τοὺς ὀδόντας βραχύβιοι ὡς ἐπὶ τὸ πολύ;
为什么人类中牙齿稀疏的人大多短命?
ἢ ὅτι σημεῖον τοῦ τὸ ὀστοῦν πυκνὸν εἶναι, ὡς ὁ ἐγκέφαλος ἀσθενὴς οὐκ εὐπνοῶν, ὥστε ὑγρὸς ὢν τὴν φύσιν ταχὺ σήπεται;
是因为这是骨骼致密的迹象,以至于大脑虚弱且呼吸不畅,从而因本性潮湿而迅速腐烂吗?
καὶ γὰρ τὰ ἄλλα μὴ κινούμενα καὶ ἀπατμίζοντα.
因为其他不运动和不蒸发的东西也是如此。
διὸ καὶ ἄνθρωπος τὴν κεφαλὴν δασύτατον, καὶ τὸ ἄρρεν τοῦ θήλεος μακροβιώτερον διὰ τὰς ῥαφάς.
这就是为什么人类的头部毛发最茂盛,且雄性因颅骨缝合线而比雌性更长寿。
δεῖ δὲ ἰδεῖν καὶ ἐπὶ τῶν ἄλλων.
但我们也必须在其他动物身上观察这一点。
§10.49Διὰ τί δὲ ὅσοι τὴν διὰ τῆς χειρὸς τομὴν ἔχουσι δι’ ὅλης, μακροβιώτεροι;
为什么那些手掌纹路贯穿整只手的人更长寿?
ἢ διότι τὰ ἄναρθρα βραχυβιώτατα, ὡς τὰ ἔνυγρα;
是因为没有关节的动物寿命最短,就像水生动物一样吗?
εἰ δὲ τὰ ἄναρθρα βραχύβια, δῆλον ὅτι τὰ ἠρθρωμένα τοὐναντίον.
如果无关节的动物短命,显然有关节的动物相反。
τοιαῦτα δὲ ὧν καὶ τὰ φύσει ἄναρθρα μάλιστα ἤρθρωται· τῆς δὲ χειρὸς τὸ εἴσω ἀναρθρότατον.
而那些在本性上无关节的部分却最有关节的动物就属于此类;而手掌内部是最无关节的部分。
§10.50Διὰ τί τῶν ζῴων ἄνθρωπος ἢ μόνον ἢ μάλιστα διαστρέφεται;
为什么在动物中,人类要么是唯一、要么是最容易畸形的?
ἢ ὅτι ἢ μόνον ἢ μάλιστα ληπτὸν ἐν τῇ νηπιότητι γίνεται, ὅτε καὶ διαστρέφεσθαι συμβαίνει πᾶσιν.
是因为人类要么是唯一、要么是在婴儿期最容易得病,而那时所有人都容易发生畸形吗?
§10.51Διὰ τί τῶν ζῴων ἄνθρωπος μάλιστα καπνίζεται;
为什么在动物中,人类最受烟熏影响?
ἢ ὅτι μάλιστα δακρύει, ἡ δὲ κάπνισις μετὰ δακρύου;
是因为人类哭得最多,而受烟熏伴随着流泪吗?
§10.52Διὰ τί ἵππος ἵππῳ χαίρει καὶ ἐπιθυμεῖ, ἄνθρωπος δὲ ἀνθρώπῳ, καὶ ὅλως δὲ τὰ συγγενῆ τοῖς συγγενέσι καὶ ὁμοίοις;
为什么马喜欢并渴望马,人喜欢并渴望人,总之同类的东西喜欢同类和相似的东西?
οὐ γὰρ δὴ ὁμοίως ὅτι πᾶν ζῷον καλόν, ἡ δὲ ἐπιθυμία τοῦ καλοῦ.
因为这显然不同样是因为每种动物都是美丽的,而渴望是对美的事物的渴望。
ἔδει οὖν τὸ καλὸν ἥδιον εἶναι.
因为那样的话,美丽的东西应该更令人愉悦。
νῦν δὲ μᾶλλον οὐ πᾶν κάλλος ἡδύ, τὸ καλὸν † καὶ τὸ ἡδύ.
但实际情况是,并非所有的美都令人愉悦,美丽的[与令人愉悦的是不同的]。
οὐδὲ πᾶσιν ἡ ἡδονὴ ἢ τὸ καλὸν ἡδύ, οἷον φαγεῖν ἢ πιεῖν ἐστὶν ἥδιον ἑτέρῳ καὶ ἀφροδισιάσαι ἄλλῳ.
令人愉悦的事物或美也并非对所有人都是令人愉悦的,例如,吃或喝对一个人来说更令人愉悦,而交配对另一个人来说更令人愉悦。
διότι μὲν οὖν ἕκαστον τῷ συγγενεῖ μιγνύμενον μάλιστα καὶ ἥδιστα ἀφροδισιάζει, ἄλλο πρόβλημα· ὅτι δὲ καὶ κάλλιστον, οὐκ ἔστιν ἀληθές.
那么,为什么每种动物与同类交配时最频繁且最令人愉悦,这是另一个问题;但说是因为它最美丽,这并非事实。
ἀλλὰ ἡμεῖς τὸ εἰς τὴν συνουσίαν ἡδύ οἰόμεθα καλόν, ὅτι ἐπιθυμοῦντες χαίρομεν ὁρῶντες.
相反,我们认为对性交而言令人愉悦的东西是美丽的,因为在渴望时我们乐于看到它。
καίτοι καὶ ἐπὶ τῶν ἄλλων ἐπιθυμιῶν ἔχει ὁμοίως· διψῶντες γὰρ ἥδιον ὁρῶσι τὸ πόμα.
然而,在其他渴望的情况下也是如此;因为口渴的人会以更大的愉悦看着饮料。
τὸ μὲν οὖν πρὸς χρείαν τινὰ καλόν, οὗ καὶ μάλιστα ἐπιθυμοῦμεν, τοῦτο δοκεῖ ἥδιστον εἶναι, τὸ δὲ καθ’ αὑτὸ οὐκέτι οὕτως.
因此,为了某种用途而美丽的东西,即我们最渴望的东西,似乎最令人愉悦,但其自身美丽的东西则不再如此。
σημεῖον δὲ τούτου· δοκοῦσι γὰρ ἡμῖν καὶ ἄνδρες καλοὶ εἶναι, πρὸς τὴν συνουσίαν βλέψασιν.
这有一个证明:因为即使是男人,对于不考虑性交的人来说,似乎也是美丽的。
ἆρ’ οὖν οὕτως ὥστε καὶ ἡσθῆναι ὁρῶσι μᾶλλον τῶν εἰς συνουσίαν;
那么,难道他们看男人比看适合性交的对象更感到愉悦吗?
οὐδέν γε κωλύει, εἰ μὴ ἐπιθυμοῦντες τύχοιμεν.
没有什么能阻止这一点,只要我们碰巧没有渴望。
οὕτω δὲ πόμα κάλλιον· εἰ γὰρ διψῶντες τύχοιμεν, ἥδιον ὀψόμεθα.
同样,饮料也更美丽;因为如果我们碰巧口渴,我们会以更大的愉悦看着它。

词汇与语法注释

  1. 10.46τοῖς μὲν — 承接前句中人类与其它动物的对比。此处的 `τοῖς μὲν` 指代“其它动物”,与后文的 `ὁ δὲ ἄνθρωπος`(而人类)相对应。需注意指代顺序与前句相反。
  2. 10.48τοῦ τὸ ὀστοῦν πυκνὸν εἶναι — 字面意为“骨骼致密(的迹象)”。在上下文语境中,骨骼致密(尤其是颅骨)被认为会阻碍大脑的通风并导致短命。虽然有假定遗漏否定词(即“骨骼不致密”)的解释,但此处仍依原文理解,将致密性与换气不良相联系。
  3. 10.49τὰ φύσει ἄναρθρα — 指“天生没有关节(或分段)的部分”。手掌本是平滑且没有骨关节般明显分节的部位,但若其上有清晰的掌纹(此处被比作关节或分节),则被视为长寿的征兆。
  4. 10.52πρὸς τὴν συνουσίαν βλέψασιν — 与格分词 `βλέψασιν`(“对于看着……的人”)限制性地修饰前面的 `ἡμῖν`(“对于我们”)。在“即使同为男性,对于不以性交为目的来看待他们的人来说也是美丽的”这一语境中,此处理解为“不考虑性交的人”。

引用这一段

亚里士多德, 问题集 §10.46-10.52. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:10.46-10.52

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。